Παρασκευή 17 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 22


ΚΑΙ ἀπάραντες οἱ υἱοὶ ᾿Ισραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν ᾿Ιορδάνην κατὰ ῾Ιεριχώ. 2 καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν ᾿Ισραὴλ τῷ ᾿Αμορραίῳ, 3 καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν, καὶ προσώχθισε Μωὰβ ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ. 4 καὶ εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιάμ· νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ὑμῶν, ὡσεὶ ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον. 5 καὶ ἀπέστειλε πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθουρά, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων· ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· 6 καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ὑμεῖς· ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται. 7 καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ καὶ ἡ γερουσία Μαδιάμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ εἶπαν αὐτῷ τὰ ρήματα Βαλάκ. 8 καὶ εἶπε πρὸς αὐτούς· καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα, ἃ ἂν λαλήσῃ Κύριος πρός με· καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ. 9 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ· τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοι; 10 καὶ εἶπε Βαλαὰμ πρὸς τὸν Θεόν· Βαλὰκ υἱὸς Σεπφώρ, βασιλεὺς Μωάβ, ἀπέστειλεν αὐτοὺς πρός με λέγων· 11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ κεκάλυφε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς. 12 καὶ εἶπεν ὁ Θεὸς πρὸς Βαλαάμ· οὐ πορεύσῃ μετ’ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος. 13 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν· οὐκ ἀφίησί με ὁ Θεὸς πορεύεσθαι μεθ’ ὑμῶν. 14 καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ ἦλθον πρὸς Βαλὰκ καὶ εἶπαν· οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθ’ ἡμῶν. 15 Καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων. 16 καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ λέγουσιν αὐτῷ· τάδε λέγει Βαλὰκ ὁ τοῦ Σεπφώρ· ἀξιῶ σε, μὴ ὀκνήσῃς ἐλθεῖν πρός με· 17 ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον. 18 καὶ ἀπεκρίθη Βαλαὰμ καὶ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου· 19 καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει Κύριος λαλῆσαι πρός με. 20 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς καὶ εἶπεν αὐτῷ· εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ρῆμα, ὃ ἐὰν λαλήσω πρὸς σε, τοῦτο ποιήσεις. 21 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ. 22 καὶ ὠργίσθη θυμῷ ὁ Θεός, ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ διαβαλεῖν αὐτόν, καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ. 23 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ρομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξε τὴν ὄνον ἐν τῇ ράβδῳ αὐτοῦ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ. 24 καὶ ἔστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐν ταῖς αὔλαξι τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν· 25 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψε τὸν πόδα Βαλαὰμ πρὸς τὸν τοῖχον· καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν. 26 καὶ προσέθετο ὁ ἄγγελος τοῦ Θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν ἢ ἀριστεράν. 27 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ συνεκάθισεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ καὶ ἔτυπτε τὴν ὄνον τῇ ράβδῳ. 28 καὶ ἤνοιξεν ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαάμ· τί ἐποίησά σοι ὅτι πέπαικάς με τρίτον τοῦτο; 29 καὶ εἶπε Βαλαὰμ τῇ ὄνῳ· ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί, ἤδη ἂν ἐξεκέντησά σε. 30 καὶ λέγει ἡ ὄνος τῷ Βαλαάμ· οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν· οὐχί. 31 ἀπεκάλυψε δὲ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς Βαλαάμ, καὶ ὁρᾷ τὸν ἄγγελον Κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησε τῷ προσώπῳ αὐτοῦ. 32 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ Θεοῦ· διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου, 33 καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δ’ ἂν περιεποιησάμην. 34 καὶ εἶπε Βαλαὰμ τῷ ἀγγέλῳ Κυρίου· ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρκέσει, ἀποστραφήσομαι. 35 καὶ εἶπεν ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαάμ· συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ρῆμα, ὃ ἐὰν εἴπω πρὸς σε, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βαλάκ. 36 Καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαάμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, εἰς πόλιν Μωάβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων ᾿Αρνῶν, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων. 37 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διατί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε; 38 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· ἰδοὺ ἥκω πρὸς σὲ νῦν· δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ρῆμα, ὃ ἐὰν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω. 39 καὶ ἐπορεύθη Βαλαὰμ μετὰ Βαλάκ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων. 40 καὶ ἔθυσε Βαλὰκ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλε τῷ Βαλαὰμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ. 41 καὶ ἐγενήθη πρωΐ καὶ παραλαβὼν Βαλὰκ τὸν Βαλαὰμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βαὰλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.

Σάββατο 11 Ιουνίου 2016

Η ΙΕΡΑ ΠΑΡΑΔΟΣΙΣ

Η Ιερά Παράδοσις περιέχει ότι διαλαμβάνει και διδάσκει και η Αγία Γραφή. Αλλά και κάτι περισσότερον, μερικά που, δεν τα έχει η Αγία Γραφή. Όπως, το να κτίζωμεν τας εκκλησίας μας και να προσευχώμεθα κατά Ανατολάς δεν το λέγει η Γραφή, είναι της Παραδόσεως. Ομοίως το να κάμνωμεν το το σημείον του Σταυρού, η τέλεσις του Βαπτίσματος, όπως γίνεται, η ευλογία του ύδατος της ιεράς κολυμβήθρας, ο νηπιοβαπτισμός, η χρίσις του βαπτιζομένου με άγιον έλαιον, η τριττή κατάδυσις εις το νερό της κολυμβήθρας, η χρίσις και σφράγισις του βαπτισθέντος με το Άγιον Μύρον, της Παραδόσεως και αυτά. Από την Παράδοσιν επίσης είναι ο τρόπος, κατά τον οποίον τελείται η θεία Λειτουργία, όπως και διάφοροι λειτουργικοί τύποι, αι ευχαί της αγίας Αναφοράς και του καθαγιασμού των Τιμίων Δώρων, ο τρόπος της κοινωνίας των πιστών. Ακόμη αι νεκρώσιμοι ακολουθίαι, τα μνημόσυνα, τα μνημονεύματα ζώντων και τεθνεώτων και άλλα. Όλα αυτά τα διδασκόμεθα από την άγραφον, όπως ήτο εις την αρχήν, Παράδοσιν. Η Ιερά Παράδοσις, περιλαμβάνει την Αποστολικήν Παράδοσιν και την Εκκλησιαστικήν Παράδοσιν, είναι η δευτέρα πηγή της Ορθοδόξου πίστεως. Ωσάν επίλογος και επισφράγισις τρόπον τινά της Ιεράς Παραδόσεως ετέθησαν από την εβδόμη Οικουμενική Σύνοδο οι εξής λόγοι. <<Οι προφήται ως είδον, οι Απόστολοι ως εδίδαξαν, η Εκκλησία ως παρέλαβεν, οι Διδάσκαλοι ως εδογμάτισαν, η Οικουμένη ως συμπεφώνηκεν... ο Χριστός ως εβράβευσεν, ούτω φρονούμεν, ούτω λαλούμεν, ούτω κηρύσσομεν... Αύτη η πίστις των Αποστόλων, αύτη η πίστις των Πατέρων, αύτη η πίστις των Ορθοδόξων, αύτη η πίστις την οικουμένην εστήριξε>>. Την Ιεράν αυτήν Παράδοσιν, έτσι όπως διεμορφώθη οριστικώς και τελικώς και έκλεισε με την εβδόμην Οικουμενικήν Σύνοδον, μόνον η Ορθόδοξος Εκκλησία έχει ως πηγήν της διδασκαλίας της γνησίαν και ισόκυρον της Αγίας Γραφής. Μόνον η Ορθόδοξος Εκκλησία. Διότι οι μεν Προτεστάνται έχουν απορρίψει τελείως την Ιεράν Παράδοσιν και αρκούνται μόνον εις την Αγίαν Γραφήν. Και επειδή δεν έχουν ως οδηγόν της ερμηνείας της Αγίας Γραφής την Ιεράν Παράδοσιν, έχουν περιπέσει εις πλήθος κακοδοξιών και είναι διηρημένοι εις εκατοντάδας κοινοτήτων και παραφυάδων. Οι δε Ρωμαιοκαθολικοί (Παπικοί) και μετά την εβδόμην Οικουμενικήν Σύνοδον επρόσθεσαν νέα δόγματα, τα οποία ή είναι σαφώς αντίθετα προς την Αγίαν Γραφήν και την Ιεράν Παράδοσιν (όπως είναι το δόγμα των ότι το Άγιον Πνεύμα εκπορεύεται <<και εκ του Υιού>>, το περίφημον filioque), ή δεν μαρτυρούνται και δεν στηρίζονται ούτε εις την Αγίαν Γραφήν ούτε εις την Ιεράν Παράδοσιν των οκτώ πρώτων αιώνων. Μόνον λοιπόν η Ορθόδοξος Εκκλησία έχει τας δύο αυτάς θείας και ουρανίας πηγάς της διδασκαλίας της, την Αγίαν Γραφήν και την Ιεράν Παράδοσιν. Και η μεν Αγία Γραφή είναι γνωστή εις όλους. Της δε Ιεράς Παραδόσεως συντομωτάτη και περιληπτική έκθεσις είναι το ιερόν Σύμβολον της Πίστεως, το <<Πιστεύω>>.

Τετάρτη 8 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 21 


ΚΑΙ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς ᾿Αρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν ᾿Ισραὴλ ὁδὸν ᾿Αθαρείν, καὶ ἐπολέμησε πρὸς ᾿Ισραὴλ καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν. 2 καὶ ηὔξατο ᾿Ισραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. 3 καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ᾿Ισραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ᾿Ανάθεμα. 4 Καὶ ἀπάραντες ἐξ ῍Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν ᾿Εδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. 5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες· ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. 6 καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν ᾿Ισραήλ. 7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον· ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν. καὶηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ. 8 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. 9 καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη. 10 Καὶ ἀπῇραν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ παρενέβαλον ἐν ᾿Ωβώθ. 11 καὶ ἐξάραντες ἐξ ᾿Ωβώθ, καὶ παρενέβαλον ἐν ᾿Αχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ, κατ’ ἀνατολὰς ἡλίου. 12 καὶ ἐκεῖθεν ἀπῇραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ. 13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν ᾿Αρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν ᾿Αμορραίων· ἔστι γὰρ ᾿Αρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ ᾿Αμορραίου. 14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ· πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάρρους ᾿Αρνῶν, 15 καὶ τοὺς χειμάρρους κατέστησε κατοικίσαι ῎Ηρ, καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ. 16 καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο τὸ φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν. 17 τότε ᾖσεν ᾿Ισραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος· ἐξάρχετε αὐτῷ· φρέαρ, 18 ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν· 19 καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ· καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμώθ· καὶ ἀπὸ Βαμὼθ εἰς ᾿Ιανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου. 20 Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα ᾿Αμορραίων λόγοις εἰρηνικοῖς λέγων· 21 παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, 22 οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου. 23 καὶ οὐκ ἔδωκε Σηὼν τῷ ᾿Ισραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθε παρατάξασθαι τῷ ᾿Ισραὴλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς ᾿Ιασσὰ καὶ παρετάξατο τῷ ᾿Ισραήλ. 24 καὶ ἐπάταξεν αὐτὸν ᾿Ισραὴλ φόνῳ μαχαίρας καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ ᾿Αρνῶν ἕως ᾿Ιαβόκ, ἕως υἱῶν ᾿Αμμάν· ὅτι ᾿Ιαζὴρ ὅρια υἱῶν ᾿Αμμάν ἐστι. 25 καὶ ἔλαβεν ᾿Ισραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων, ἐν ᾿Εσεβὼν καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ. 26 ἔστι γὰρ ᾿Εσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν ᾿Αμορραίων, καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ ᾿Αροὴρ ἕως ᾿Αρνῶν. 27 διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί· ἔλθετε εἰς ᾿Εσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών. 28 ὅτι πῦρ ἐξῆλθεν ἐξ ᾿Εσεβών, φλὸξ ἐκ πόλεως Σηὼν καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας ᾿Αρνῶν. 29 οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν ᾿Αμορραίων Σηών· 30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, ᾿Εσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ. 31 Κατώκησε δὲ ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων. 32 καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν ᾿Ιαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν ᾿Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ. 33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν ῍Ωγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς ᾿Εδραείν. 34 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβών. 35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.

Τρίτη 7 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 20 

ΚΑΙ ἦλθον οἱ υἱοὶ ᾿Ισραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σίν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ καὶ ἐτάφη ἐκεῖ. 2 καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ ᾿Ααρών. 3 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου· 4 καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν; 5 καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον, τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ροαί, οὔτε ὕδωρ ἐστὶ πιεῖν. 6 καὶ ἦλθε Μωυσῆς καὶ ᾿Ααρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσον ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς. 7 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 8 λάβε τὴν ράβδον σου καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ ᾿Ααρὼν ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. 9 καὶ ἔλαβε Μωυσῆς τὴν ράβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος, 10 καὶ ἐξεκλησίασε Μωυσῆς καὶ ᾿Ααρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; 11 καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τὴν πέτραν τῇ ράβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν. 12 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρών· ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν ᾿Ισραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς. 13 τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔναντι Κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς. 14 Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα ᾿Εδὼμ λέγων· τάδε λέγει ὁ ἀδελφός σου ᾿Ισραήλ· σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς, 15 καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν, 16 καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου· 17 παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐδὲ δι’ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. 18 καὶ εἶπε πρὸς αὐτὸν ᾿Εδώμ· οὐ διελεύσῃ δι’ ἐμοῦ, εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. 19 καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ ᾿Ισραήλ· παρά τὸ ὄρος παρελευσόμεθα, ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. 20 ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι’ ἐμοῦ. καὶ ἐξῆλθεν ᾿Εδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ. 21 καὶ οὐκ ἠθέλησεν ᾿Εδὼμ δοῦναι τῷ ᾿Ισραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν ᾿Ισραὴλ ἀπ’ αὐτοῦ. 22 Καὶ ἀπῇραν ἐκ Κάδης· καὶ παρεγένοντο οἱ υἱοὶ ᾿Ισραήλ, πᾶσα ἡ συναγωγὴ εἰς ῍Ωρ τὸ ὄρος. 23 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν ἐν ῍Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς ᾿Εδὼμ λέγων· 24 προστεθήτω ᾿Ααρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς ᾿Ισραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας. 25 λάβε τὸν ᾿Ααρὼν καὶ ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς ῍Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς 26 καὶ ἔκδυσον ᾿Ααρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ᾿Ααρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ. 27 καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς ῍Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς. 28 καὶ ἐξέδυσε τὸν ᾿Ααρὼν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν ᾿Ααρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ ᾿Ελεάζαρ ἐκ τοῦ ὄρους. 29 καὶ εἶδε πᾶσα ἡ συναγωγή, ὅτι ἀπελύθη ᾿Ααρών, καὶ ἔκλαυσαν τὸν ᾿Ααρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος ᾿Ισραήλ.

Παρασκευή 3 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 19


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· 2 αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος λέγων· λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον, ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ’ αὐτὴν ζυγός. 3 καὶ δώσεις αὐτὴν πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. 4 καὶ λήψεται ᾿Ελεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς καὶ ρανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις. 5 καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται. 6 καὶ λήψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως. 7 καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας. 8 καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 9 καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, καὶ ἔσται τῇ συναγωγῇ υἱῶν ᾿Ισραὴλ εἰς διατήρησιν, ὕδωρ ραντισμοῦ, ἅγνισμά ἐστι. 10 καὶ ὁ συνάγων τὴν σποδιὰν τῆς δαμάλεως πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ἔσται τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ τοῖς προσηλύτοις προσκειμένοις νόμιμον αἰώνιον. 11 ῾Ο ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· 12 οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρα τῇ ἑβδόμῃ καὶ καθαρὸς ἔσται· ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἔσται. 13 πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ, καὶ μὴ ἀφαγνισθῇ, τὴν σκηνὴν Κυρίου ἐμίανεν· ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ ᾿Ισραήλ, ὅτι ὕδωρ ραντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν, ἀκάθαρτός ἐστιν, ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστι. 14 Καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας. 15 καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ’ αὐτῷ, ἀκάθαρτά ἐστι. 16 καὶ πᾶς, ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται. 17 καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ καὶ ἐκχεοῦσιν ἐπ’ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος· 18 καὶ λήψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρός, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς, ὅσαι ἂν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος· 19 καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 20 καὶ ἄνθρωπος, ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια Κυρίου ἐμίανεν, ὅτι ὕδωρ ραντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν, ἀκάθαρτός ἐστι. 21 καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον· καὶ ὁ περιρραίνων ὕδωρ ραντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ραντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 22 καὶ παντὸς οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος, ἀκάθαρτον ἔσται, καὶ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.