Δευτέρα 20 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 24


ΚΑΙ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν ᾿Ισραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον. 2 καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ᾿Ισραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς, καὶ ἐγένετο πνεῦμα Θεοῦ ἐν αὐτῷ, 3 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, 4 φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· 5 ὡς καλοὶ οἱ οἶκοί σου ᾿Ιακώβ, αἱ σκηναί σου ᾿Ισραήλ! 6 ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, καὶ ὡσεὶ κέδροι παρ’ ὕδατα. 7 ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ. 8 Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν· 9 κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται. 10 καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο· 11 νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης. 12 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων· 13 ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ’ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ. 14 καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. 15 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φυσὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, 16 ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· 17 δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ ᾿Ιακώβ, ἀναστήσεται ἄνθρωπος ἐξ ᾿Ισραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. 18 καὶ ἔσται ᾿Εδὼμ κληρονομία, καὶ ἔσται κληρονομία ῾Ησαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ ᾿Ισραὴλ ἐποίησεν ἐν ἰσχύϊ. 19 καὶ ἐξεγερθήσεται ἐξ ᾿Ιακὼβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως. 20 καὶ ἰδὼν τὸν ᾿Αμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀρχὴ ἐθνῶν ᾿Αμαλήκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται. 21 καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου, 22 καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, ᾿Ασσύριοι αἰχμαλωτεύσουσί σε. 23 καὶ ἰδὼν τὸν ῍Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός; 24 καὶ ἐξελεύσεται ἐκ χειρῶν Κιτιαίων καὶ κακώσουσιν ᾿Ασσοὺρ καὶ κακώσουσιν ῾Εβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται. 25 καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν.

Κυριακή 19 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 23 

ΚΑΙ εἶπε Βαλαὰμ τῷ Βαλάκ· οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 2 καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 3 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ρῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεὸν καὶ ἐπορεύθη εὐθεῖαν. 4 καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαάμ, καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ· τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 5 καὶ ἐνέβαλεν ὁ Θεὸς ρῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτω λαλήσεις. 6 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπ’ αὐτῷ, 7 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωάβ, ἐξ ὀρέων ἀπ’ ἀνατολῶν λέγων· δεῦρο ἄρασαί μοι τὸν ᾿Ιακὼβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν ᾿Ισραήλ. 8 τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος, ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός; 9 ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. 10 τίς ἐξηκριβάσατο τὸ σπέρμα ᾿Ιακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους ᾿Ισραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. 11 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. 12 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι; 13 Καὶ εἶπε πρὸς αὐτὸν Βαλάκ· δεῦρο ἔτι μετ’ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλ’ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 15 καὶ εἶπε Βαλαὰμ πρός Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν. 16 καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλε ρῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· ἀποστράφηθι πρὸς Βαλὰκ καὶ τάδε λαλήσεις. 17 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλάκ· τί ἐλάλησε Κύριος; 18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀνάστηθι Βαλάκ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ. 19 οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδ’ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; 20 ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω. 21 οὐκ ἔσται μόχθος ἐν ᾿Ιακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν ᾿Ισραήλ· Κύριος ὁ Θεὸς αὐτοῦ μετ’ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ· 22 Θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ. 23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν ᾿Ιακώβ, οὐδὲ μαντεία ἐν ᾿Ισραήλ· κατὰ καιρὸν ρηθήσεται ᾿Ιακὼβ καὶ τῷ ᾿Ισραήλ, τί ἐπιτελέσει ὁ Θεός. 24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται. 25 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. 26 καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπε τῷ Βαλάκ· οὐκ ἐλάλησά σοι λέγων, τὸ ρῆμα, ὃ ἐὰν λαλήσῃ ὁ Θεός, τοῦτο ποιήσω; 27 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 28 καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον. 29 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 30 καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

Παρασκευή 17 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 22


ΚΑΙ ἀπάραντες οἱ υἱοὶ ᾿Ισραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν ᾿Ιορδάνην κατὰ ῾Ιεριχώ. 2 καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν ᾿Ισραὴλ τῷ ᾿Αμορραίῳ, 3 καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν, καὶ προσώχθισε Μωὰβ ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ. 4 καὶ εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιάμ· νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ὑμῶν, ὡσεὶ ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον. 5 καὶ ἀπέστειλε πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθουρά, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων· ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· 6 καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ὑμεῖς· ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται. 7 καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ καὶ ἡ γερουσία Μαδιάμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ εἶπαν αὐτῷ τὰ ρήματα Βαλάκ. 8 καὶ εἶπε πρὸς αὐτούς· καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα, ἃ ἂν λαλήσῃ Κύριος πρός με· καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ. 9 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ· τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοι; 10 καὶ εἶπε Βαλαὰμ πρὸς τὸν Θεόν· Βαλὰκ υἱὸς Σεπφώρ, βασιλεὺς Μωάβ, ἀπέστειλεν αὐτοὺς πρός με λέγων· 11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ κεκάλυφε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς. 12 καὶ εἶπεν ὁ Θεὸς πρὸς Βαλαάμ· οὐ πορεύσῃ μετ’ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος. 13 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν· οὐκ ἀφίησί με ὁ Θεὸς πορεύεσθαι μεθ’ ὑμῶν. 14 καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ ἦλθον πρὸς Βαλὰκ καὶ εἶπαν· οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθ’ ἡμῶν. 15 Καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων. 16 καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ λέγουσιν αὐτῷ· τάδε λέγει Βαλὰκ ὁ τοῦ Σεπφώρ· ἀξιῶ σε, μὴ ὀκνήσῃς ἐλθεῖν πρός με· 17 ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον. 18 καὶ ἀπεκρίθη Βαλαὰμ καὶ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου· 19 καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει Κύριος λαλῆσαι πρός με. 20 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς καὶ εἶπεν αὐτῷ· εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ρῆμα, ὃ ἐὰν λαλήσω πρὸς σε, τοῦτο ποιήσεις. 21 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ. 22 καὶ ὠργίσθη θυμῷ ὁ Θεός, ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ διαβαλεῖν αὐτόν, καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ. 23 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ρομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξε τὴν ὄνον ἐν τῇ ράβδῳ αὐτοῦ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ. 24 καὶ ἔστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐν ταῖς αὔλαξι τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν· 25 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψε τὸν πόδα Βαλαὰμ πρὸς τὸν τοῖχον· καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν. 26 καὶ προσέθετο ὁ ἄγγελος τοῦ Θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν ἢ ἀριστεράν. 27 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ συνεκάθισεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ καὶ ἔτυπτε τὴν ὄνον τῇ ράβδῳ. 28 καὶ ἤνοιξεν ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαάμ· τί ἐποίησά σοι ὅτι πέπαικάς με τρίτον τοῦτο; 29 καὶ εἶπε Βαλαὰμ τῇ ὄνῳ· ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί, ἤδη ἂν ἐξεκέντησά σε. 30 καὶ λέγει ἡ ὄνος τῷ Βαλαάμ· οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν· οὐχί. 31 ἀπεκάλυψε δὲ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς Βαλαάμ, καὶ ὁρᾷ τὸν ἄγγελον Κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησε τῷ προσώπῳ αὐτοῦ. 32 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ Θεοῦ· διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου, 33 καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δ’ ἂν περιεποιησάμην. 34 καὶ εἶπε Βαλαὰμ τῷ ἀγγέλῳ Κυρίου· ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρκέσει, ἀποστραφήσομαι. 35 καὶ εἶπεν ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαάμ· συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ρῆμα, ὃ ἐὰν εἴπω πρὸς σε, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βαλάκ. 36 Καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαάμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, εἰς πόλιν Μωάβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων ᾿Αρνῶν, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων. 37 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διατί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε; 38 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· ἰδοὺ ἥκω πρὸς σὲ νῦν· δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ρῆμα, ὃ ἐὰν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω. 39 καὶ ἐπορεύθη Βαλαὰμ μετὰ Βαλάκ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων. 40 καὶ ἔθυσε Βαλὰκ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλε τῷ Βαλαὰμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ. 41 καὶ ἐγενήθη πρωΐ καὶ παραλαβὼν Βαλὰκ τὸν Βαλαὰμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βαὰλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.

Σάββατο 11 Ιουνίου 2016

Η ΙΕΡΑ ΠΑΡΑΔΟΣΙΣ

Η Ιερά Παράδοσις περιέχει ότι διαλαμβάνει και διδάσκει και η Αγία Γραφή. Αλλά και κάτι περισσότερον, μερικά που, δεν τα έχει η Αγία Γραφή. Όπως, το να κτίζωμεν τας εκκλησίας μας και να προσευχώμεθα κατά Ανατολάς δεν το λέγει η Γραφή, είναι της Παραδόσεως. Ομοίως το να κάμνωμεν το το σημείον του Σταυρού, η τέλεσις του Βαπτίσματος, όπως γίνεται, η ευλογία του ύδατος της ιεράς κολυμβήθρας, ο νηπιοβαπτισμός, η χρίσις του βαπτιζομένου με άγιον έλαιον, η τριττή κατάδυσις εις το νερό της κολυμβήθρας, η χρίσις και σφράγισις του βαπτισθέντος με το Άγιον Μύρον, της Παραδόσεως και αυτά. Από την Παράδοσιν επίσης είναι ο τρόπος, κατά τον οποίον τελείται η θεία Λειτουργία, όπως και διάφοροι λειτουργικοί τύποι, αι ευχαί της αγίας Αναφοράς και του καθαγιασμού των Τιμίων Δώρων, ο τρόπος της κοινωνίας των πιστών. Ακόμη αι νεκρώσιμοι ακολουθίαι, τα μνημόσυνα, τα μνημονεύματα ζώντων και τεθνεώτων και άλλα. Όλα αυτά τα διδασκόμεθα από την άγραφον, όπως ήτο εις την αρχήν, Παράδοσιν. Η Ιερά Παράδοσις, περιλαμβάνει την Αποστολικήν Παράδοσιν και την Εκκλησιαστικήν Παράδοσιν, είναι η δευτέρα πηγή της Ορθοδόξου πίστεως. Ωσάν επίλογος και επισφράγισις τρόπον τινά της Ιεράς Παραδόσεως ετέθησαν από την εβδόμη Οικουμενική Σύνοδο οι εξής λόγοι. <<Οι προφήται ως είδον, οι Απόστολοι ως εδίδαξαν, η Εκκλησία ως παρέλαβεν, οι Διδάσκαλοι ως εδογμάτισαν, η Οικουμένη ως συμπεφώνηκεν... ο Χριστός ως εβράβευσεν, ούτω φρονούμεν, ούτω λαλούμεν, ούτω κηρύσσομεν... Αύτη η πίστις των Αποστόλων, αύτη η πίστις των Πατέρων, αύτη η πίστις των Ορθοδόξων, αύτη η πίστις την οικουμένην εστήριξε>>. Την Ιεράν αυτήν Παράδοσιν, έτσι όπως διεμορφώθη οριστικώς και τελικώς και έκλεισε με την εβδόμην Οικουμενικήν Σύνοδον, μόνον η Ορθόδοξος Εκκλησία έχει ως πηγήν της διδασκαλίας της γνησίαν και ισόκυρον της Αγίας Γραφής. Μόνον η Ορθόδοξος Εκκλησία. Διότι οι μεν Προτεστάνται έχουν απορρίψει τελείως την Ιεράν Παράδοσιν και αρκούνται μόνον εις την Αγίαν Γραφήν. Και επειδή δεν έχουν ως οδηγόν της ερμηνείας της Αγίας Γραφής την Ιεράν Παράδοσιν, έχουν περιπέσει εις πλήθος κακοδοξιών και είναι διηρημένοι εις εκατοντάδας κοινοτήτων και παραφυάδων. Οι δε Ρωμαιοκαθολικοί (Παπικοί) και μετά την εβδόμην Οικουμενικήν Σύνοδον επρόσθεσαν νέα δόγματα, τα οποία ή είναι σαφώς αντίθετα προς την Αγίαν Γραφήν και την Ιεράν Παράδοσιν (όπως είναι το δόγμα των ότι το Άγιον Πνεύμα εκπορεύεται <<και εκ του Υιού>>, το περίφημον filioque), ή δεν μαρτυρούνται και δεν στηρίζονται ούτε εις την Αγίαν Γραφήν ούτε εις την Ιεράν Παράδοσιν των οκτώ πρώτων αιώνων. Μόνον λοιπόν η Ορθόδοξος Εκκλησία έχει τας δύο αυτάς θείας και ουρανίας πηγάς της διδασκαλίας της, την Αγίαν Γραφήν και την Ιεράν Παράδοσιν. Και η μεν Αγία Γραφή είναι γνωστή εις όλους. Της δε Ιεράς Παραδόσεως συντομωτάτη και περιληπτική έκθεσις είναι το ιερόν Σύμβολον της Πίστεως, το <<Πιστεύω>>.

Τετάρτη 8 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 21 


ΚΑΙ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς ᾿Αρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν ᾿Ισραὴλ ὁδὸν ᾿Αθαρείν, καὶ ἐπολέμησε πρὸς ᾿Ισραὴλ καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν. 2 καὶ ηὔξατο ᾿Ισραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. 3 καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ᾿Ισραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ᾿Ανάθεμα. 4 Καὶ ἀπάραντες ἐξ ῍Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν ᾿Εδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. 5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες· ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. 6 καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν ᾿Ισραήλ. 7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον· ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν. καὶηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ. 8 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. 9 καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη. 10 Καὶ ἀπῇραν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ παρενέβαλον ἐν ᾿Ωβώθ. 11 καὶ ἐξάραντες ἐξ ᾿Ωβώθ, καὶ παρενέβαλον ἐν ᾿Αχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ, κατ’ ἀνατολὰς ἡλίου. 12 καὶ ἐκεῖθεν ἀπῇραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ. 13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν ᾿Αρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν ᾿Αμορραίων· ἔστι γὰρ ᾿Αρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ ᾿Αμορραίου. 14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ· πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάρρους ᾿Αρνῶν, 15 καὶ τοὺς χειμάρρους κατέστησε κατοικίσαι ῎Ηρ, καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ. 16 καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο τὸ φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν. 17 τότε ᾖσεν ᾿Ισραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος· ἐξάρχετε αὐτῷ· φρέαρ, 18 ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν· 19 καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ· καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμώθ· καὶ ἀπὸ Βαμὼθ εἰς ᾿Ιανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου. 20 Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα ᾿Αμορραίων λόγοις εἰρηνικοῖς λέγων· 21 παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, 22 οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου. 23 καὶ οὐκ ἔδωκε Σηὼν τῷ ᾿Ισραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθε παρατάξασθαι τῷ ᾿Ισραὴλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς ᾿Ιασσὰ καὶ παρετάξατο τῷ ᾿Ισραήλ. 24 καὶ ἐπάταξεν αὐτὸν ᾿Ισραὴλ φόνῳ μαχαίρας καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ ᾿Αρνῶν ἕως ᾿Ιαβόκ, ἕως υἱῶν ᾿Αμμάν· ὅτι ᾿Ιαζὴρ ὅρια υἱῶν ᾿Αμμάν ἐστι. 25 καὶ ἔλαβεν ᾿Ισραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων, ἐν ᾿Εσεβὼν καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ. 26 ἔστι γὰρ ᾿Εσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν ᾿Αμορραίων, καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ ᾿Αροὴρ ἕως ᾿Αρνῶν. 27 διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί· ἔλθετε εἰς ᾿Εσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών. 28 ὅτι πῦρ ἐξῆλθεν ἐξ ᾿Εσεβών, φλὸξ ἐκ πόλεως Σηὼν καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας ᾿Αρνῶν. 29 οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν ᾿Αμορραίων Σηών· 30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, ᾿Εσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ. 31 Κατώκησε δὲ ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων. 32 καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν ᾿Ιαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν ᾿Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ. 33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν ῍Ωγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς ᾿Εδραείν. 34 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβών. 35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.