Παρασκευή 11 Νοεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 4 


ΚΑΙ ἐπεὶ συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν ᾿Ιορδάνην, καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 2 παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ’ ἑκάστης φυλῆς, 3 σύνταξον αὐτοῖς λέγων· ἀνέλεσθε ἐκ μέσου ᾿Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα. 4 καὶ ἀνακαλεσάμενος ᾿Ιησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς, 5 εἶπεν αὐτοῖς· προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου Κυρίου εἰς μέσον τοῦ ᾿Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ ᾿Ισραήλ, 6 ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν; 7 καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων· ὅτι ἐξέλιπεν ὁ ᾿Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς ᾿Ισραὴλ ἕως τοῦ αἰῶνος. 8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ ᾿Ισραήλ, καθότι ἐνετείλατο Κύριος τῷ ᾿Ιησοῖ, καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ ᾿Ιορδάνου, καθάπερ συνέταξε Κύριος τῷ ᾿Ιησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν ᾿Ισραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ. 9 ἔστησε δὲ ᾿Ιησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ ᾿Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας. 10 εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ ᾿Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν ᾿Ιησοῦς πάντα, ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν. 11 καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν. 12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς. 13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν ῾Ιεριχὼ πόλιν. 14 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν ᾿Ιησοῦν ἐναντίον τοῦ παντὸς γένους ᾿Ισραήλ, καὶ ἐφοβοῦντο αὐτόν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη. 15 Καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 16 ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου Κυρίου ἐκβῆναι ἐκ τοῦ ᾿Ιορδάνου. 17 καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἱερεῦσι λέγων· ἔκβητε ἐκ τοῦ ᾿Ιορδάνου. 18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ τοῦ ᾿Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησε τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ χθὲς καὶ τρίτην ἡμέραν δι’ ὅλης τῆς κρηπίδος. 19 καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ ᾿Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς ῾Ιεριχώ. 20 καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ ᾿Ιορδάνου, ἔστησεν ᾿Ιησοῦς ἐν Γαλγάλοις 21 λέγων· ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες· τί εἰσιν οἱ λίθοι οὗτοι; 22 ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν, ὅτι ἐπὶ ξηρᾶς διέβη ᾿Ισραὴλ τὸν ᾿Ιορδάνην τοῦτον, 23 ἀποξηράναντος Κυρίου τοῦ Θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν, μέχρις οὗ διέβησαν· καθάπερ ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανε Κύριος ὁ Θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν, ἕως παρήλθομεν, 24 ὅπως γνῶσι πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου ἰσχυρά ἐστι, καὶ ἵνα ὑμεῖς σέβησθε Κύριον τὸν Θεὸν ἡμῶν ἐν παντὶ χρόνῳ.

Τετάρτη 9 Νοεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 3 


ΚΑΙ ὤρθρισεν ᾿Ιησοῦς τὸ πρωΐ, καὶ ἀπῇραν ἐκ Σαττὶν καὶ ἤλθοσαν ἕως τοῦ ᾿Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι. 2 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς 3 καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες· ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν καὶ πορεύσεσθε ὀπίσω αὐτῆς· 4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ’ ἐχθὲς καὶ τρίτης ἡμέρας. 5 καὶ εἶπεν ᾿Ιησοῦς τῷ λαῷ· ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά. 6 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς ἱερεῦσιν· ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ. 7 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν ᾿Ισραήλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ. 8 καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης λέγων· ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ ᾿Ιορδάνου, καὶ ἐν τῷ ᾿Ιορδάνῃ στήσεσθε. 9 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ ἡμῶν. 10 ἐν τούτῳ γνώσεσθε ὅτι Θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν ᾿Ιεβουσαῖον· 11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης Κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν ᾿Ιορδάνην. 12 προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς. 13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ ᾿Ιορδάνου, τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται. 14 καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν ᾿Ιορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ. 15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν ᾿Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ ᾿Ιορδάνου· ὁ δὲ ᾿Ιορδάνης ἐπληροῦτο καθ’ ὅλην τὴν κρηπίδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· 16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν ῎Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι ῾Ιεριχώ. 17 καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ ᾿Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ ᾿Ισραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν ᾿Ιορδάνην.

Δευτέρα 7 Νοεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 2


ΚΑΙ ἀπέστειλεν ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐκ Σαττὶν δύο νεανίσκους κατασκοπεῦσαι λέγων· ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν ῾Ιεριχώ. καὶ πορευθέντες οἱ δύο νεανίσκοι εἰσήλθοσαν εἰς ῾Ιεριχὼ καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ ὄνομα Ραάβ, καὶ κατέλυσαν ἐκεῖ. 2 καὶ ἀπηγγέλη τῷ βασιλεῖ ῾Ιεριχὼ λέγοντες· εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν ᾿Ισραὴλ κατασκοπεῦσαι τὴν γῆν. 3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς ῾Ιεριχὼ καὶ εἶπε πρὸς Ραὰβ λέγων· ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα, κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασι. 4 καὶ λαβοῦσα ἡ γυνὴ τοὺς δύο ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς λέγουσα· εἰσεληλύθασι πρός με οἱ ἄνδρες· 5 ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον, οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήψεσθε αὐτούς. 6 αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος. 7 καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ ᾿Ιορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη. 8 καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς, αὕτη δὲ ἀνέβη πρὸς αὐτοὺς ἐπὶ τὸ δῶμα 9 καὶ εἶπε πρὸς αὐτούς· ἐπίσταμαι ὅτι ἔδωκεν ὑμῖν Κύριος τὴν γῆν, ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφ’ ἡμᾶς· 10 ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησε τοῖς δυσὶ βασιλεῦσι τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, τῷ Σηὼν καὶ ῎Ωγ, οὓς ἐξωλοθρεύσατε αὐτούς. 11 καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. 12 καὶ νῦν ὀμόσατέ μοι Κύριον τὸν Θεόν, ὅτι ποιῶ ὑμῖν ἔλεος καὶ ποιήσατε καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου 13 καὶ ζωγρήσατε τὸν οἶκον τοῦ πατρός μου, τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου. 14 καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες· ἡ ψυχὴ ἡμῶν ἀνθ’ ὑμῶν εἰς θάνατον. καὶ αὐτὴ εἶπεν· ὡς ἂν παραδῷ Κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν. 15 καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος 16 καὶ εἶπεν αὐτοῖς· εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας, ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. 17 καὶ εἶπαν πρὸς αὐτὴν οἱ ἄνδρες· ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ· 18 ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα, δι’ ἧς κατεβίβασας ἡμᾶς δι’ αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου. 19 καὶ ἔσται πᾶς, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ. καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα. 20 ἐὰν δέ τις ἡμᾶς ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ. 21 καὶ εἶπεν αὐτοῖς· κατὰ τὸ ρῆμα ὑμῶν ἔστω· καὶ ἐξαπέστειλεν αὐτούς. 22 καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν. 23 καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους καὶ διέβησαν πρὸς ᾿Ιησοῦν υἱὸν Ναυὴ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς. 24 καὶ εἶπαν πρὸς ᾿Ιησοῦν ὅτι παραδέδωκε Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηχε πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ’ ἡμῶν.

Πέμπτη 3 Νοεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 1 

ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ, εἶπε Κύριος τῷ ᾿Ιησοῖ υἱῷ Ναυὴ τῷ ὑπουργῷ Μωυσῆ λέγων· 2 Μωυσῆς ὁ θεράπων μου τετελεύτηκε· νῦν οὖν ἀναστὰς διάβηθι τὸν ᾿Ιορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς. 3 πᾶς ὁ τόπος, ἐφ’ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ, 4 τὴν ἔρημον καὶ τὸν ᾿Αντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ’ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν. 5 οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε, οὐδ’ ὑπερόψομαί σε. 6 ἴσχυε καὶ ἀνδρίζου, σὺ γὰρ ἀποδιελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς. 7 ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου, καὶ οὐκ ἐκκλινεῖς ἀπ’ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς. 8 καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός, ἵνα εἰδῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ, καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις. 9 ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα, οὗ ἐὰν πορεύῃ. 10 Καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς γραμματεῦσι τοῦ λαοῦ λέγων· 11 εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες· ἑτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην τοῦτον εἰσελθόντες κατασχεῖν τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν. 12 καὶ τῷ Ρουβὴν καὶ τῷ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ εἶπεν ᾿Ιησοῦς· 13 μνήσθητε τὸ ρῆμα, ὃ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου λέγων· Κύριος ὁ Θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην. 14 αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ, ᾗ ἔδωκεν ὑμῖν, ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν, πᾶς ὁ ἰσχύων, καὶ συμμαχήσετε αὐτοῖς, 15 ἕως ἂν καταπαύσῃ Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς. καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ ᾿Ιορδάνου ἐπ’ ἀνατολῶν ἡλίου. 16 καὶ ἀποκριθέντες τῷ ᾿Ιησοῦ εἶπαν· πάντα ὅσα ἐὰν ἐντείλῃ ἡμῖν, ποιήσομεν καὶ εἰς πάντα τόπον, οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς, πορευσόμεθα· 17 κατὰ πάντα, ὅσα ἠκούσαμεν Μωυσῆ, ἀκουσόμεθά σου, πλὴν ἔστω Κύριος ὁ Θεὸς ἡμῶν μετὰ σοῦ, ὃν τρόπον ἦν μετὰ Μωυσῆ. 18 ὁ δὲ ἄνθρωπος, ὃς ἂν ἀπειθήσῃ σοι, καὶ ὅστις μὴ ἀκούσῃ τῶν ρημάτων σου καθότι ἐὰν ἐντείλῃ αὐτῷ, ἀποθανέτω. ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.

Τρίτη 1 Νοεμβρίου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 34


ΚΑΙ ἀνέβη Μωυσῆς ἀπὸ ᾿Αραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου ᾿Ιεριχώ. καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν 2 καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ καὶ πᾶσαν τὴν γῆν ᾿Εφραΐμ καὶ Μανασσῆ καὶ πᾶσαν τὴν γῆν ᾿Ιούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης 3 καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα ῾Ιεριχώ, πόλιν φοινίκων ἕως Σηγώρ. 4 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· αὕτη ἡ γῆ, ἣν ὤμοσα τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. 5 καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ρήματος Κυρίου. 6 καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. 7 Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ. 8 καὶ ἔκλαυσαν οἱ υἱοὶ ᾿Ισραὴλ Μωυσῆν ἐν ᾿Αραβὼθ Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ. 9 καὶ ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ. 10 καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν ᾿Ισραὴλ ὡς Μωυσῆς, ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον, 11 ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ, 12 τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς ᾿Ισραήλ.