Παρασκευή 18 Νοεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 6   

ΚΑΙ ῾Ιεριχὼ συγκεκλεισμένη καὶ ὠχυρωμένη, καὶ οὐδεὶς ἐξεπορεύετο ἐξ αὐτῆς οὐδὲ εἰσεπορεύετο. 2 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σοι τὴν ῾Ιεριχὼ καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἐν ἰσχύϊ· 3 σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ, 4 καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα· 5 καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν. 6 καὶ εἰσῆλθεν ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ πρὸς τοὺς ἱερεῖς 7 καὶ εἶπεν αὐτοῖς λέγων· παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον Κυρίου· 8 καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ Κυρίου καὶ σημαινέτωσαν εὐτόνως, καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐπακολουθείτω· 9 οἱ δὲ μάχιμοι παραπορευέσθωσαν ἔμπροσθεν καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου πορευόμενοι σαλπίζοντες. 10 τῷ δὲ λαῷ ἐνετείλατο ᾿Ιησοῦς λέγων· μὴ βοᾶτε, μηδὲ ἀκουσάτω μηδεὶς τὴν φωνὴν ὑμῶν, ἕως ἂν ἡμέραν διαγγείλῃ αὐτὸς ἀναβοῆσαι, καὶ τότε ἀναβοήσετε. 11 καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Θεοῦ εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκεῖ. 12 καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη ᾿Ιησοῦς τὸ πρωΐ, καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, 13 καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον Κυρίου, καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθεν τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου· καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἑξάκις ἐγγύθεν 14 καὶ ἀπῆλθε πάλιν εἰς τὴν παρεμβολήν. οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας. 15 καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἑπτάκις· 16 καὶ ἐγένετο τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς, καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· κεκράξατε, παρέδωκε γὰρ Κύριος ὑμῖν τὴν πόλιν. 17 καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ· πλὴν Ραὰβ τὴν πόρνην περιποιήσασθε, αὐτὴν καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς. 18 ἀλλὰ ὑμεῖς φυλάξεσθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν ᾿Ισραὴλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμᾶς· 19 καὶ πᾶν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τῷ Κυρίῳ, εἰς θησαυρὸν Κυρίου εἰσενεχθήσεται. 20 καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς· ὡς δὲ ἤκουσεν ὁ λαὸς τῶν σαλπίγγων, ἠλάλαξε πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ, καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν. 21 καὶ ἀνεθεμάτισεν αὐτὴν ᾿Ιησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ρομφαίας. 22 καὶ τοῖς δυσὶ νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν ᾿Ιησοῦς· εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ. 23 καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξηγάγοσαν Ραὰβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ τὴν συγγένειαν αὐτῆς καὶ πάντα, ὅσα ἦν αὐτῇ, καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς ᾿Ισραήλ. 24 καὶ ἡ πόλις ἐνεπρήσθη ἐν πυρισμῷ σὺν πᾶσι τοῖς ἐν αὐτῇ, πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν Κυρίου εἰσενεχθῆναι. 25 καὶ Ραὰβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον αὐτῆς τὸν πατρικὸν ἐζώγρησεν ᾿Ιησοῦς, καὶ κατῴκησεν ἐν τῷ ᾿Ισραὴλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψε τοὺς κατασκοπεύσαντας, οὓς ἀπέστειλεν ᾿Ιησοῦς κατασκοπεῦσαι τὴν ῾Ιεριχώ. 26 καὶ ὥρκισεν ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον Κυρίου λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ προωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ οὕτως ἐποίησεν ῾Οζᾶν ὁ ἐκ Βαιθὴλ ἐν τῷ ᾿Αβιρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησε τὰς πύλας αὐτῆς. 27 καὶ ἦν Κύριος μετὰ ᾿Ιησοῦ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν.

Δευτέρα 14 Νοεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 5 

ΚΑΙ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν, ὅτι ἀπεξήρανε Κύριος ὁ Θεὸς τὸν ᾿Ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ. 2 ὑπό δὲ τοῦτον τὸν καιρὸν εἶπε Κύριος τῷ ᾿Ιησοῖ· ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ δευτέρου. 3 καὶ ἐποίησεν ᾿Ιησοῦς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐπὶ τοῦ καλουμένου τόπου Βουνὸς τῶν ἀκροβυστιῶν. 4 ὃν δὲ τρόπον περιεκάθαρεν ᾿Ιησοῦς τοὺς υἱοὺς ᾿Ισραήλ, ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου, πάντας τούτους περιέτεμεν ᾿Ιησοῦς· 5 τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ τῇ Μαβδαρίτιδι, 6 διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι, γῆν ρέουσαν γάλα καὶ μέλι. 7 ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς ᾿Ιησοῦς περιέτεμε, διὰ τὸ αὐτοὺς γεγεννῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους. 8 περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ, ἕως ὑγιάσθησαν. 9 καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ υἱῷ Ναυή· ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν. καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα. 10 Καί ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀφ’ ἑσπέρας ἐπὶ δυσμῶν ῾Ιεριχὼ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν τῷ πεδίῳ 11 καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. 12 ἐν ταύτῃ τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς ᾿Ισραὴλ μάννα· ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. 13 Καὶ ἐγένετο ὡς ἦν ᾿Ιησοῦς ἐν ῾Ιεριχώ, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ρομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; 14 ὁ δὲ εἶπεν αὐτῷ· ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα. καὶ ᾿Ιησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ· δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; 15 καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς ᾿Ιησοῦν· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ’ ᾧ νῦν ἕστηκας ἐπ’ αὐτοῦ, ἅγιός ἐστι.

Παρασκευή 11 Νοεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 4 


ΚΑΙ ἐπεὶ συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν ᾿Ιορδάνην, καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 2 παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ’ ἑκάστης φυλῆς, 3 σύνταξον αὐτοῖς λέγων· ἀνέλεσθε ἐκ μέσου ᾿Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα. 4 καὶ ἀνακαλεσάμενος ᾿Ιησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς, 5 εἶπεν αὐτοῖς· προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου Κυρίου εἰς μέσον τοῦ ᾿Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ ᾿Ισραήλ, 6 ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν; 7 καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων· ὅτι ἐξέλιπεν ὁ ᾿Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς ᾿Ισραὴλ ἕως τοῦ αἰῶνος. 8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ ᾿Ισραήλ, καθότι ἐνετείλατο Κύριος τῷ ᾿Ιησοῖ, καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ ᾿Ιορδάνου, καθάπερ συνέταξε Κύριος τῷ ᾿Ιησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν ᾿Ισραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ. 9 ἔστησε δὲ ᾿Ιησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ ᾿Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας. 10 εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ ᾿Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν ᾿Ιησοῦς πάντα, ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν. 11 καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν. 12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς. 13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν ῾Ιεριχὼ πόλιν. 14 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν ᾿Ιησοῦν ἐναντίον τοῦ παντὸς γένους ᾿Ισραήλ, καὶ ἐφοβοῦντο αὐτόν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη. 15 Καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 16 ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου Κυρίου ἐκβῆναι ἐκ τοῦ ᾿Ιορδάνου. 17 καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἱερεῦσι λέγων· ἔκβητε ἐκ τοῦ ᾿Ιορδάνου. 18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ τοῦ ᾿Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησε τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ χθὲς καὶ τρίτην ἡμέραν δι’ ὅλης τῆς κρηπίδος. 19 καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ ᾿Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς ῾Ιεριχώ. 20 καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ ᾿Ιορδάνου, ἔστησεν ᾿Ιησοῦς ἐν Γαλγάλοις 21 λέγων· ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες· τί εἰσιν οἱ λίθοι οὗτοι; 22 ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν, ὅτι ἐπὶ ξηρᾶς διέβη ᾿Ισραὴλ τὸν ᾿Ιορδάνην τοῦτον, 23 ἀποξηράναντος Κυρίου τοῦ Θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν, μέχρις οὗ διέβησαν· καθάπερ ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανε Κύριος ὁ Θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν, ἕως παρήλθομεν, 24 ὅπως γνῶσι πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου ἰσχυρά ἐστι, καὶ ἵνα ὑμεῖς σέβησθε Κύριον τὸν Θεὸν ἡμῶν ἐν παντὶ χρόνῳ.

Τετάρτη 9 Νοεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 3 


ΚΑΙ ὤρθρισεν ᾿Ιησοῦς τὸ πρωΐ, καὶ ἀπῇραν ἐκ Σαττὶν καὶ ἤλθοσαν ἕως τοῦ ᾿Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι. 2 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς 3 καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες· ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν καὶ πορεύσεσθε ὀπίσω αὐτῆς· 4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ’ ἐχθὲς καὶ τρίτης ἡμέρας. 5 καὶ εἶπεν ᾿Ιησοῦς τῷ λαῷ· ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά. 6 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς ἱερεῦσιν· ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ. 7 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν ᾿Ισραήλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ. 8 καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης λέγων· ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ ᾿Ιορδάνου, καὶ ἐν τῷ ᾿Ιορδάνῃ στήσεσθε. 9 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ ἡμῶν. 10 ἐν τούτῳ γνώσεσθε ὅτι Θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν ᾿Ιεβουσαῖον· 11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης Κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν ᾿Ιορδάνην. 12 προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς. 13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ ᾿Ιορδάνου, τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται. 14 καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν ᾿Ιορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ. 15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν ᾿Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ ᾿Ιορδάνου· ὁ δὲ ᾿Ιορδάνης ἐπληροῦτο καθ’ ὅλην τὴν κρηπίδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· 16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν ῎Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι ῾Ιεριχώ. 17 καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ ᾿Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ ᾿Ισραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν ᾿Ιορδάνην.

Δευτέρα 7 Νοεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 2


ΚΑΙ ἀπέστειλεν ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐκ Σαττὶν δύο νεανίσκους κατασκοπεῦσαι λέγων· ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν ῾Ιεριχώ. καὶ πορευθέντες οἱ δύο νεανίσκοι εἰσήλθοσαν εἰς ῾Ιεριχὼ καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ ὄνομα Ραάβ, καὶ κατέλυσαν ἐκεῖ. 2 καὶ ἀπηγγέλη τῷ βασιλεῖ ῾Ιεριχὼ λέγοντες· εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν ᾿Ισραὴλ κατασκοπεῦσαι τὴν γῆν. 3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς ῾Ιεριχὼ καὶ εἶπε πρὸς Ραὰβ λέγων· ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα, κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασι. 4 καὶ λαβοῦσα ἡ γυνὴ τοὺς δύο ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς λέγουσα· εἰσεληλύθασι πρός με οἱ ἄνδρες· 5 ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον, οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήψεσθε αὐτούς. 6 αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος. 7 καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ ᾿Ιορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη. 8 καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς, αὕτη δὲ ἀνέβη πρὸς αὐτοὺς ἐπὶ τὸ δῶμα 9 καὶ εἶπε πρὸς αὐτούς· ἐπίσταμαι ὅτι ἔδωκεν ὑμῖν Κύριος τὴν γῆν, ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφ’ ἡμᾶς· 10 ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησε τοῖς δυσὶ βασιλεῦσι τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, τῷ Σηὼν καὶ ῎Ωγ, οὓς ἐξωλοθρεύσατε αὐτούς. 11 καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. 12 καὶ νῦν ὀμόσατέ μοι Κύριον τὸν Θεόν, ὅτι ποιῶ ὑμῖν ἔλεος καὶ ποιήσατε καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου 13 καὶ ζωγρήσατε τὸν οἶκον τοῦ πατρός μου, τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου. 14 καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες· ἡ ψυχὴ ἡμῶν ἀνθ’ ὑμῶν εἰς θάνατον. καὶ αὐτὴ εἶπεν· ὡς ἂν παραδῷ Κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν. 15 καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος 16 καὶ εἶπεν αὐτοῖς· εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας, ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. 17 καὶ εἶπαν πρὸς αὐτὴν οἱ ἄνδρες· ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ· 18 ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα, δι’ ἧς κατεβίβασας ἡμᾶς δι’ αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου. 19 καὶ ἔσται πᾶς, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ. καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα. 20 ἐὰν δέ τις ἡμᾶς ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ. 21 καὶ εἶπεν αὐτοῖς· κατὰ τὸ ρῆμα ὑμῶν ἔστω· καὶ ἐξαπέστειλεν αὐτούς. 22 καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν. 23 καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους καὶ διέβησαν πρὸς ᾿Ιησοῦν υἱὸν Ναυὴ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς. 24 καὶ εἶπαν πρὸς ᾿Ιησοῦν ὅτι παραδέδωκε Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηχε πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ’ ἡμῶν.