Παρασκευή 9 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 13 

ΚΑΙ ᾿Ιησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν. 2 καὶ αὕτη ἡ γῆ καταλελειμμένη· ὅρια Φυλιστιείμ, ὁ Γεσιρὶ καὶ ὁ Χαναναῖος· 3 ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων ᾿Ακκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ καὶ τῷ ᾿Αζωτίῳ καὶ τῷ ᾿Ασκαλωνίτῃ καὶ τῷ Γετθαίῳ καὶ τῷ ᾿Ακκαρωνίτῃ· καὶ τῷ Εὐαίῳ 4 ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως ᾿Αφέκ, ἕως τῶν ὁρίων τῶν ᾿Αμορραίων, 5 καὶ πᾶσαν τὴν γῆν Γαβλὶ Φυλιστιείμ· καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ ᾿Αερμὼν ἕως τῆς εἰσόδου ᾿Εμάθ· 6 πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθαίμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου ᾿Ισραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ ᾿Ισραήλ, ὃν τρόπον σοι ἐνετειλάμην. 7 καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· ἀπὸ τοῦ ᾿Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. 8 ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ρουβὴν καὶ τῷ Γάδ, ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου· κατ’ ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς Κυρίου, 9 ἀπὸ ᾿Αροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου ᾿Αρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβὰ ἕως Δαιβάν, 10 πάσας τὰς πόλεις Σηὼν βασιλέως ᾿Αμορραίων, ὃς ἐβασίλευσεν ἐν ᾿Εσεβών, ἕως τῶν ὁρίων υἱῶν ᾿Αμμῶν, 11 καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρὶ καὶ τοῦ Μαχατί, πᾶν ὄρος ᾿Αερμὼν καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Σελλά, 12 πᾶσαν τὴν βασιλείαν ῍Ωγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλόθρευσε. 13 καὶ οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸν Γεσιρὶ καὶ τὸν Μαχατὶ καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρὶ καὶ ὁ Μαχατὶ ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ ἕως τῆς σήμερον ἡμέρας. 14 πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς ᾿Ισραήλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν ᾿Αραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ. 15 Καὶ ἔδωκε Μωυσῆς τῇ φυλῇ Ρουβὴν κατὰ δήμους αὐτῶν. 16 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ ᾿Αροήρ, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Αρνῶν, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι ᾿Αρνῶν. καὶ πᾶσαν τὴν Μισὼρ ἕως ᾿Εσεβὼν 17 καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ καὶ Δαιβὼν καὶ Βαμωθβάαλ καὶ οἴκου Βεελμὼν 18 καὶ ᾿Ιασσὰ καὶ Κεδημὼθ καὶ Μεφαὰθ 19 καὶ Καριαθαὶμ καὶ Σεβαμὰ καὶ Σεραδὰ καὶ Σιὼρ ἐν τῷ ὄρει ᾿Εμὰκ 20 καὶ Βαιθφογὸρ καὶ ᾿Ασηδὼθ Φασγὰ καὶ Βαιθασειμὼθ 21 καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν ᾿Αμορραίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ καὶ τὸν Εὐὶ καὶ τὸν Ροκὸμ καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβὲ ἄρχοντας παρὰ Σηὼν καὶ τοὺς κατοικοῦντας τὴν γῆν. 22 καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεώρ, τὸν μάντιν, ἀπέκτειναν ἐν τῇ ροπῇ. 23 ἐγένετο δὲ τὰ ὅρια Ρουβήν· ᾿Ιορδάνης ὅριον, αὕτη ἡ κληρονομία υἱῶν Ρουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. 24 ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν. 25 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ᾿Ιαζήρ, πᾶσαι πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν ᾿Αμμῶν ἕως ᾿Αροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ραββά, 26 καὶ ἀπὸ ᾿Εσεβὼν ἕως Ραμὼθ κατὰ τὴν Μασσηφὰ καὶ Βοτανὶμ καὶ Μααναΐν ἕως τῶν ὁρίων Δαβίρ, 27 καὶ ᾿Εμὲκ Βαιθαρὰμ Βανθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως ᾿Εσεβών, καὶ ὁ ᾿Ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ ᾿Ιορδάνου ἀπ’ ἀνατολῶν. 28 αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. 29 καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν. 30 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναΐμ καὶ πᾶσα βασιλεία Βασανὶ καὶ πᾶσα βασιλεία ῍Ωγ βασιλέως τῆς Βασὰν καὶ πάσας τὰς κώμας ᾿Ιαΐρ, αἵ εἰσιν ἐν τῇ Νασανίτιδι, ἑξήκοντα πόλεις, 31 καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ καὶ ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, πόλεις βασιλείας ῍Ωγ ἐν τῇ Βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ, κατὰ δήμους αὐτῶν. 32 οὗτοι οὓς κατεκληρονόμησε Μωυσῆς πέραν τοῦ ᾿Ιορδάνου ἐν ᾿Αραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἀπ’ ἀνατολῶν.

Τετάρτη 7 Δεκεμβρίου 2016

Προσευχή ενόπλων δυνάμεων



ΠΡΩΙΝΗ ΠΡΟΣΕΥΧΗ ΕΝΟΠΛΩΝ ΔΥΝΑΜΕΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημα σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Δι᾿ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ΒΡΑΔΥΝΗ ΠΡΟΣΕΥΧΗ ΕΝΟΠΛΩΝ ΔΥΝΑΜΕΩΝ

Δέσποτα Παντοκράτωρ, ὁ καταξιώσας ἡμᾶς διελθεῖν τὸ μῆκος τῆς ἡμέρας ταύτης, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν δεήσεις καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους Σου ἐπὶ πάντας ἡμᾶς τοὺς δεομένους Σου. Τοίχισον ἡμᾶς τοῖς Ἁγίοις Ἀγγέλοις Σου, περιχαράκωσων ἡμᾶς τῇ ἀληθείᾳ Σου, φρούρησον ἡμᾶς τῇ δυνάμει Σου, φύλαξον ὑπὸ τὴν σκέπην Σου τὸν (κατὰ ξηράν, θάλασσαν καὶ ἀέραν) Στρατὸν καὶ ἅπαν τὸ Ἑλληνικὸν Ἔθνος, παράσχου δὲ ἡμῖν καὶ τὴν ἐπερχομένην νύκτα εἰρηνικὴν καὶ ἀναμάρτητον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Πρεσβείαις τῆς Ὑπεραγίας ἡμῶν Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

ΠΡΟΣΕΥΧΗ ΠΟΛΕΜΙΚΗΣ ΑΕΡΟΠΟΡΙΑΣ

Θεὲ καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης Κτίσεως δημιουργέ, ὁ ἐκχέων πρὸς ἀναπνοὰς τὸν ἀέρα, καὶ τούτου τὴν δύναμιν ὑπὸ τὸ κράτος τοῦ ἀνθρώπου ὑποτάξας, εὐδόκησον ὅπως οὗτος οὔριος γένηται καὶ εὐνοϊκὸς διὰ τὰ ἑλληνικὰ πτερά, ἵνα δι᾿ αὐτῶν μεταφέρηται ἀνὰ τὸν κόσμον ἅπαντα ἡ Σὴ ἀγάπη καὶ εἰρήνη. Ἀμήν.

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 12 

ΚΑΙ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ ᾿Ισραὴλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἀφ’ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος ᾿Αρνῶν ἕως τοῦ ὄρους ᾿Αερμὼν καὶ πᾶσαν τὴν γῆν ῎Αραβα ἀπ’ ἀνατολῶν· 2 Σηὼν τὸν βασιλέα τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβὼν κυριεύων ἀπὸ ᾿Αροήρ, ἣ ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως ᾿Ιαβόκ, ὅρια υἱῶν ᾿Αμμών, 3 καὶ ῎Αραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατ’ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης ῎Αραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ ᾿Ασειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ ᾿Ασηδὼθ Φασγά· 4 καὶ ῍Ωγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, 5 ἄρχων ἀπὸ ὄρους ᾿Αερμὼν καὶ ἀπὸ Σελχοὶ καὶ πᾶσαν τὴν γῆν Βασὰν ἕως ὁρίων Γεσουρὶ καὶ τὴν Μαχὶ καὶ τὸ ἡμισυ Γαλαὰδ ὁρίων Σηὼν βασιλέως ᾿Εσεβών. 6 Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ ᾿Ισραὴλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ. 7 Καὶ οὗτοι οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οὓς ἀνεῖλεν ᾿Ιησοῦς καὶ υἱοὶ ᾿Ισραὴλ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὴν ᾿Ιησοῦς ταῖς φυλαῖς ᾿Ισραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν, 8 ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν ῎Αραβα καὶ ἐν ᾿Ασηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Ναγέβ, τὸν Χετταῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Ιεβουσαῖον· 9 τὸν βασιλέα ῾Ιεριχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἥ ἐστι πλησίον Βαιθήλ, 10 βασιλέα ῾Ιερουσαλήμ, βασιλέα Χεβρών, 11 βασιλέα ῾Ιεριμούθ, βασιλέα Λαχίς, 12 βασιλέα Αἰλάμ, βασιλέα Γαζέρ, 13 βασιλέα Δαβίρ, βασιλέα Γαδέρ, 14 βασιλέα ῾Ερμάθ, βασιλέα ᾿Αράθ, 15 βασιλέα Λεβνά, βασιλέα ᾿Οδολλάμ, 16 βασιλέα ᾿Ηλάθ, 17 βασιλέα Ταφούγ, βασιλέα ᾿Οφέρ, 18-22 βασιλέα ᾿Αφὲκ τῆς Σαρών, βασιλέα ᾿Ασώρ, βασιλέα Συμοών, βασιλέα Μαρών, βασιλέα ᾿Αζίφ, βασιλέα Κάδης, βασιλέα Τανάχ, βασιλέα Μαγεδών, βασιλέα ᾿Ιεκονὰμ τοῦ Χερμέλ, 23 βασιλέα Δὼρ τοῦ Ναφεδδώρ, βασιλέα Γωΐμ τῆς Γαλιλαίας, 24 βασιλέα Θαρσά· πάντες οὗτοι βασιλεῖς εἴκοσιν ἐννέα.

Δευτέρα 5 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 11 

ΩΣ δὲ ἤκουσεν ᾿Ιαβὶν βασιλεὺς ᾿Ασώρ, ἀπέστειλε πρὸς ᾿Ιαβὰβ βασιλέα Μαρὼν καὶ πρὸς βασιλέα Συμοὼν καὶ πρὸς βασιλέα ᾿Αζίφ 2 καὶ πρὸς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς ῎Αραβα ἀπέναντι Κενερὼθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Φεναεδδὼρ 3 καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους ᾿Αμορραίους καὶ τοὺς Χετταίους καὶ Φερεζαίους καὶ ᾿Ιεβουσαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς Εὐαίους καὶ τοὺς ὑπὸ τὴν ᾿Αερμὼν εἰς γῆν Μασσηφά. 4 καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ’ αὐτῶν, ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει, καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα. 5 καὶ συνῆλθον πάντες οἱ βασιλεῖς αὐτοὶ καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρὼν πολεμῆσαι τὸν ᾿Ισραήλ. 6 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ ᾿Ισραήλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί. 7 καὶ ἦλθεν ᾿Ιησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ’ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρὼν ἐξάπινα καὶ ἐπέπεσαν ἐπ’ αὐτοὺς ἐν τῇ ὀρεινῇ. 8 καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑποχειρίους ᾿Ισραήλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερὼν καὶ ἕως τῶν πεδίων Μασσὼχ κατ’ ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσωσμένον. 9 καὶ ἐποίησεν αὐτοῖς ᾿Ιησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησε πυρί. 10 Καὶ ἀπεστράφη ᾿Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο ᾿Ασὼρ καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ ᾿Ασὼρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων. 11 καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλόθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν ᾿Ασὼρ ἐνέπρησαν ἐν πυρί. 12 καὶ πάσας τὰς πόλεις τῶν βασιλειῶν καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν ᾿Ιησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτούς, ὃν τρόπον συνέταξε Μωυσῆς ὁ παῖς Κυρίου. 13 ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν ᾿Ισραήλ, πλὴν ᾿Ασὼρ μόνην ἐνέπρησεν ᾿Ισραὴλ 14 καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὺς δὲ πάντας ἐξωλόθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτούς, οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲν ἐμπνέον. 15 ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ ᾿Ιησοῖ, καὶ οὕτως ἐποίησεν ᾿Ιησοῦς· οὐ παρέβη οὐδὲν ἀπὸ πάντων, ὧν συνέταξεν αὐτῷ Μωυσῆς. 16 Καὶ ἔλαβεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν γῆν Ναγὲβ καὶ πᾶσαν τὴν γῆν Γοσὸμ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος ᾿Ισραὴλ καὶ τὰ ταπεινὰ τὰ πρὸς τῷ ὄρει 17 ἀπὸ ὄρους Χελχὰ καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ καὶ ἕως Βααλγὰδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ ᾿Αερμὼν καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε καὶ ἀνεῖλε καὶ ἀπέκτεινε. 18 καὶ ἡμέρας πλείους ἐποίησεν ᾿Ιησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον, 19 καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν ᾿Ισραήλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ. 20 ὅτι διὰ Κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς ᾿Ισραήλ, ἵνα ἐξολοθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ’ ἵνα ἐξολοθρευθῶσιν, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωυσῆν. 21 Καὶ ἦλθεν ᾿Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλόθρευσε τοὺς ᾿Ενακὶμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρὼν καὶ ἐκ Δαβὶρ καὶ ἐξ ᾿Αναβὼθ καὶ ἐκ παντὸς γένους ᾿Ισραὴλ καὶ ἐκ παντὸς ὄρους ᾿Ιούδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλόθρευσεν αὐτοὺς ᾿Ιησοῦς. 22 οὐ κατελείφθη τῶν ᾿Ενακὶμ ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἀλλὰ πλὴν ἐν Γάζῃ καὶ ἐν Γὲθ καὶ ἐν ᾿Ασεδὼθ κατελείφθη. 23 καὶ ἔλαβεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς ᾿Ιησοῦς ἐν κληρονομίᾳ ᾿Ισραὴλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν. καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη.

Παρασκευή 2 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 10 

ΩΣ δὲ ἤκουσεν ᾿Αδωνιβεζὲκ βασιλεὺς ῾Ιερουσαλὴμ ὅτι ἔλαβεν ᾿Ιησοῦς τὴν Γαὶ καὶ ἐξωλόθρευσεν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν ῾Ιεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς ᾿Ιησοῦν καὶ πρὸς ᾿Ισραήλ, 2 καὶ ἐφοβήθησαν ἀπ’ αὐτῶν σφόδρα· ἤδει γὰρ ὅτι πόλις μεγάλη Γαβαών, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί· 3 καὶ ἀπέστειλεν ᾿Αδωνιβεζὲκ βασιλεὺς ῾Ιερουσαλὴμ πρὸς ᾿Ελὰμ βασιλέα Χεβρὼν καὶ πρὸς Φιδὼν βασιλέα ῾Ιεριμοὺθ καὶ πρὸς ᾿Ιεφθὰ βασιλέα Λαχὶς καὶ πρὸς Δαβὶν βασιλέα ᾿Οδολλὰμ λέγων· 4 δεῦτε, ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς ᾿Ιησοῦν καὶ πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ. 5 καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν ᾿Ιεβουσαίων, βασιλεὺς ῾Ιερουσαλὴμ καὶ βασιλεὺς Χεβρὼν καὶ βασιλεὺς ῾Ιεριμοὺθ καὶ βασιλεὺς Λαχὶς καὶ βασιλεὺς ᾿Οδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν Γαβαὼν καὶ ἐξεπολιόρκουν αὐτήν. 6 καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς ᾿Ιησοῦν εἰς τὴν παρεμβολὴν ᾿Ισραὴλ εἰς Γάλγαλα λέγοντες· μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ βοήθησον ἡμῖν καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφ’ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οἱ κατοικοῦντες τὴν ὀρεινήν. 7 καὶ ἀνέβη ᾿Ιησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ. 8 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν. 9 καὶ ἐπεὶ παρεγένετο ᾿Ιησοῦς ἐπ’ αὐτοὺςἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων. 10 καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ, καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως ᾿Ωρωνὶν καὶ κατέκοπτον αὐτοὺς ἕως ᾿Αζηκὰ καὶ ἕως Μακηδά. 11 ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραὴλ ἐπὶ τῆς καταβάσεως ᾿Ωρωνὶν καὶ Κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως ᾿Αζηκά, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ ᾿Ισραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ. 12 Τότε ἐλάλησεν ᾿Ιησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν ᾿Αμορραῖον ὑποχείριον ᾿Ισραήλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ, καὶ εἶπεν ᾿Ιησοῦς· στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών. 13 καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν. καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς. 14 καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ ᾿Ισραήλ. 16 Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά. 17 καὶ ἀπηγγέλη τῷ ᾿Ιησοῦ λέγοντες· εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά. 18 καὶ εἶπεν ᾿Ιησοῦς· κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ’ αὐτούς, 19 ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. 20 καὶ ἐγένετο ὡς κατέπαυσεν ᾿Ιησοῦς καὶ πᾶς υἱὸς ᾿Ισραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς, 21 καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς ᾿Ιησοῦν εἰς Μακηδὰ ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐδεὶς τῶν υἱῶν ᾿Ισραὴλ τῇ γλώσσῃ αὐτοῦ. 22 καὶ εἶπεν ᾿Ιησοῦς· ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου. 23 καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα ῾Ιερουσαλὴμ καὶ τὸν βασιλέα Χεβρὼν καὶ τὸν βασιλέα ῾Ιεριμοὺθ καὶ τὸν βασιλέα Λαχὶς καὶ τὸν βασιλέα ᾿Οδολλάμ. 24 καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς ᾿Ιησοῦν, καὶ συνεκάλεσεν ᾿Ιησοῦς πάντα ᾿Ισραήλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς· προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. 25 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς αὐτούς· μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς. 26 καὶ ἀπέκτεινεν αὐτοὺς ᾿Ιησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων, καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας. 27 καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο ᾿Ιησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας. 28 Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον, ὃ ἦν ἐν αὐτῇ, καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ ῾Ιεριχώ. 29 καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ’ αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ καὶ ἐπολιόρκει Λεβνά. 30 καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας ᾿Ισραήλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ ῾Ιεριχώ. 31 καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ’ αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν. 32 καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας ᾿Ισραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά. 33 τότε ἀνέβη ᾿Ελὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχίς, καὶ ἐπάταξεν αὐτὸν ᾿Ιησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα. 34 καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ’ αὐτοῦ ἐκ Λαχὶς εἰς ᾿Οδολλὰμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν. 35 καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ ᾿Ισραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς. 36 καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ’ αὐτοῦ εἰς Χεβρὼν καὶ περιεκάθισεν αὐτήν. 37 καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν τὸ ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν ᾿Οδολλάμ, ἐξωλόθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ. 38 καὶ ἀπέστρεψεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ εἰς Δαβὶρ καὶ περικαθίσαντες αὐτὴν 39 ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς. 40 καὶ ἐπάταξεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγὲβ καὶ τὴν πεδινὴν καὶ τὴν ᾿Ασηδὼθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ, 41ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης, πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών, 42 καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν ᾿Ιησοῦς εἰσάπαξ, ὅτι Κύριος ὁ Θεὸς ᾿Ισραὴλ συνεπολέμει τῷ ᾿Ισραήλ.