Παρασκευή 23 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 18 

ΚΑΙ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ εἰς Σηλὼ καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν. 2 καὶ κατελείφθησαν οἱ υἱοὶ ᾿Ισραήλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί. 3 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν; 4 δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν (καὶ διήλθοσαν πρὸς αὐτόν, 5 καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας). ᾿Ιούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ ᾿Ιωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ. 6 ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε ὧδε πρός με, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν. 7 οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ρουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἐπ’ ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου. 8 καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν, καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων· πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ. 9 καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις, ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς ᾿Ιησοῦν. 10 καὶ ἐνέβαλεν αὐτοῖς ᾿Ιησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου. 11 Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον υἱῶν ᾿Ιούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν ᾿Ιωσήφ. 12 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ, ἀπὸ τοῦ ᾿Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου ῾Ιεριχὼ ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρῖτις Βαιθών, 13 καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβὸς (αὕτη ἐστὶ Βαιθήλ), καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστι πρὸς λίβα Βαιθωρὼν ἡ κάτω, 14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ (αὕτη ἐστὶ Καριαθιαρίν, πόλις υἱῶν ᾿Ιούδα)· τοῦτό ἐστι τὸ μέρος τὸ πρὸς θάλασσαν. 15 καὶ μέρος τὸ πρὸς λίβα ἀπό μέρους Καριαθβάαλ, καὶ διελεύσεται ὅρια εἰς Γασὶν ἐπὶ πηγὴν ὕδατος Ναφθώ, 16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστι κατὰ πρόσωπον νάπης ᾿Οννάμ, ὅ ἐστιν ἐκ μέρους ᾿Εμεκραφαΐν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον ᾿Ιεβουσαὶ ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγὴλ 17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμὺς καὶ παρελεύσεται ἐπὶ Γαλιλώθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασαιν Αἰθαμίν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ρουβὴν 18 καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ βορρᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ, 19 καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ ᾿Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός. 20 καὶ ὁ ᾿Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμίν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους. 21 καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν ῾Ιεριχὼ καὶ Βεθεγαιὼ καὶ ᾿Αμεκασίς, 22 καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ Βησανὰ 23 καὶ Αἰεὶν καὶ Φαρὰ καὶ ᾿Εφραθὰ 24 καὶ Καραφὰ καὶ Κεφιρὰ καὶ Μονὶ καὶ Γαβαά, πόλεις δώδεκα καὶ αἱ κῶμαι αὐτῶν· 25 Γαβαὼν καὶ Ραμὰ καὶ Βεηρωθὰ 26 καὶ Μασσημὰ καὶ Μιρὼν καὶ ᾿Αμωκὴ 27 καὶ Φιρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ 28 καὶ ᾿Ιεβοῦς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ Γαβαωθιαρίμ, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.

Τετάρτη 21 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 17 

ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσῆ, ὅτι οὗτος πρωτότοκος τῷ ᾿Ιωσήφ· τῷ Μαχὶρ πρωτοτόκῳ Μανασσῆ πατρὶ Γαλαάδ (ἀνὴρ γὰρ πολεμιστὴς ἦν) ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι. 2 καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς ᾿Ιεζὲρ καὶ τοῖς υἱοῖς Κελὲζ καὶ τοῖς υἱοῖς ῾Ιεζιὴλ καὶ τοῖς υἱοῖς Συχὲμ καὶ τοῖς υἱοῖς Συμαρὶμ καὶ τοῖς υἱοῖς ᾿Οφέρ· οὗτοι ἄρσενες κατὰ δήμους αὐτῶν. 3 καὶ τῷ Σαλπαὰδ υἱῷ ᾿Οφὲρ οὐκ ἦσαν αὐτῷ υἱοί, ἀλλ’ ἢ θυγατέρες. καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νουὰ καὶ ᾿Εγλὰ καὶ Μελχὰ καὶ Θερσά. 4 καὶ ἔστησαν ἐναντίον ᾿Ελεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον ᾿Ιησοῦ, καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι· ὁ Θεὸς ἐνετείλατο διά χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν. 5 καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ ᾿Ανάσσα καὶ πεδίον Λαβὲκ ἐκ τῆς γῆς Γαλαάδ, ἥ ἐστι πέραν τοῦ ᾿Ιορδάνου· 6 ὅτι θυγατέρες υἱῶν Μανασσῆ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς καταλελειμμένοις. 7 καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσῆ Δηλανάθ, ἥ ἐστι κατὰ πρόσωπον υἱῶν ᾿Ανάθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ ᾿Ιαμὶν καὶ ᾿Ιασσὶβ ἐπὶ πηγὴν Θαφθώθ· 8 τῷ Μανασσῇ ἔσται, καὶ Θαφὲθ ἐπὶ τῶν ὁρίων Μανασσῆ, τοῖς υἱοῖς ᾿Εφραίμ. 9 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ λίβα κατὰ φάραγγα ᾿Ιαριήλ, τερέβινθος τῷ ᾿Εφραὶμ ἀνὰ μέσον πόλεως Μανασσῆ· καὶ ὅρια Μανασσῆ ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα. 10 ἀπὸ λιβὸς τῷ ᾿Εφραίμ, καὶ ἐπὶ βορρᾶν Μανασσῆ, καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ ᾿Ασὴβ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ ᾿Ισσάχαρ ἀπὸ ἀνατολῶν. 11 καὶ ἔσται Μανασσῆ ἐν ᾿Ισσάχαρ καὶ ἐν ᾿Ασὴρ Βαιθσὰν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδώ, καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Ναφετὰ καὶ τὰς κώμας αὐτῆς. 12 καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσῆ ἐξολοθρεῦσαι τὰς πόλεις ταύτας, καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ· 13 καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολοθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλόθρευσαν. 14 ἀντεῖπαν δὲ οἱ υἱοὶ ᾿Ιωσὴφ τῷ ᾿Ιησοῖ λέγοντες· διατί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ Θεὸς εὐλόγησέ με. 15 καὶ εἶπεν αὐτοῖς ᾿Ιησοῦς· εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ ᾿Εφραίμ. 16 καὶ εἶπαν· οὐκ ἀρέσκει ἡμῖν τὸ ὄρος τὸ ᾿Εφραίμ, καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσὰν καὶ ἐν ταῖς κώμαις αὐτῆς, ἐν τῇ κοιλάδι ᾿Ιεσραέλ. 17 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ιωσήφ· εἰ λαὸς πολὺς εἶ, καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς· 18 ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστι καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἔσται σοι· καὶ ὅταν ἐξολοθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτος αὐτῷ ἐστι, σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.

Δευτέρα 19 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 16 

ΚΑΙ ἐγένετο τὰ ὅρια υἱῶν ᾿Ιωσὴφ ἀπὸ τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ ῾Ιεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά, 2 καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ ᾿Αχαταρωθὶ 3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια ᾿Απταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν. 4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ ᾿Ιωσὴφ ᾿Εφραὶμ καὶ Μανασσῆ· 5 καὶ ἐγενήθη ὅρια υἱῶν ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ’ ἀνατολῶν ᾿Αταρὼθ καὶ ᾿Ερὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά, 6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς ᾿Ικασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ’ ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ’ ἀνατολῶν εἰς ᾿Ιανωκὰ 7 καὶ εἰς Μαχώ, καὶ ᾿Αταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ ῾Ιεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν ᾿Ιορδάνην. 8 καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν. 9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς ᾿Εφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 10 καὶ οὐκ ἀπώλεσεν ᾿Εφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ ᾿Εφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.

Τετάρτη 14 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 15 

ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς ᾿Ιούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς ᾿Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς λίβα. 2 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα 3 καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως ᾿Ακραβὶν καὶ ἐκπεριπορεύεται Σενὰ καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Κάδης Βαρνὴ καὶ ἐκπορεύεται ᾿Ασωρὼν καὶ προσαναβαίνει εἰς Σάραδα καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Κάδης 4 καὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός. 5 καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ ᾿Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ ᾿Ιορδάνου· 6 ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλὰ καὶ παραπορεύεται ἀπὸ Βορρᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ρουβήν, 7 καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος ᾿Αχὼρ καὶ καταβαίνει ἐπὶ Γαλγάλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως ᾿Αδδαμίν, ἥ ἐστι κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβάλλει ἐπὶ τὸ ὕδωρ πηγῆς τοῦ ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγήλ, 8 καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ᾿Ονὸμ ἐπὶ νώτου ᾿Ιεβοῦς ἀπὸ λιβὸς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαΐν ἐπὶ βορρᾶ, 9 καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ καὶ διεκβάλλει εἰς τὸ ὄρος ᾿Εφρών, καὶ ἄξει τὸ ὅριον εἰς Βαὰλ (αὕτη ἐστὶ πόλις ᾿Ιαρίμ), 10 καὶ περιελεύσεται ὅριον ἀπὸ Βαὰλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος ᾿Ασσὰρ ἐπὶ νώτου, Πόλιν ᾿Ιαρὶν ἀπὸ βορρᾶ (αὕτη ἐστὶ Χασλὼν) καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα, 11 καὶ διεκβάλλει τὸ ὅριον κατὰ νώτου ᾿Ακκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχὼθ καὶ παρελεύσεται ὅρια ἐπὶ λίβα καὶ διεκβαλεῖ ἐπὶ Λεβνά, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. 12 ταῦτα τὰ ὅρια υἱῶν ᾿Ιούδα κύκλῳ κατὰ δήμους αὐτῶν. 13 καὶ τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν ᾿Ιούδα διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκεν αὐτῷ ᾿Ιησοῦς τὴν πόλιν ᾿Αρβὸκ μητρόπολιν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρών). 14 καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς ᾿Ιεφονὴ τοὺς τρεῖς υἱοὺς ᾿Ενάκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν ᾿Αχιμᾶ. 15 καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων. 16 καὶ εἶπε Χάλεβ· ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα μου εἰς γυναῖκα· 17 καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφὸς Χάλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα αὐτοῦ γυναῖκα. 18 καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα· αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι; 19 καὶ εἶπεν αὐτῷ· δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Γολαθμαίν. καὶ ἔδωκεν αὐτῇ Χάλεβ τὴν Γολαθμαὶν τὴν ἄνω καὶ τὴν Γολαθμαὶν τὴν κάτω. 20 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ιούδα. 21 ᾿Εγενήθησαν δὲ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν ᾿Ιούδα ἐφ’ ὁρίων ᾿Εδὼμ ἐπὶ τῆς ἐρήμου, 22 καὶ Βαισελεὴλ καὶ ᾿Αρὰ καὶ ᾿Ασὼρ καὶ ᾿Ικὰμ καὶ Ρεγμὰ καὶ ᾿Αρουὴλ 23 καὶ Κάδης καὶ ᾿Ασοριωναὶν καὶ Μαινὰμ 24 καὶ Βαλμαινὰν καὶ αἱ κῶμαι αὐτῶν 25 καὶ αἱ πόλεις ᾿Ασερὼν (αὕτη ᾿Ασὼρ) 26 καὶ Σὴν καὶ Σαλμαὰ καὶ Μωλαδᾶ 27 καὶ Σερὶ καὶ Βαιφαλὰδ 28 καὶ Χολασεωλὰ καὶ Βηρσαβεὲ καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν, 29 Βαλὰ καὶ Βακὼκ καὶ ᾿Ασὸμ 30 καὶ ᾿Ελβωϋδὰδ καὶ Βαιθὴλ καὶ ῾Ερμᾶ 31 καὶ Σεκελὰκ καὶ Μαχαρὶμ καὶ Σεθεννὰκ 32 καὶ Λαβὼς καὶ Σαλὴ καὶ ᾿Ερωμώθ, πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν. 33 ἐν τῇ πεδινῇ· ᾿Ασταὼλ καὶ Ράα καὶ ῎Ασσα 34 καὶ Ράμεν καὶ Τανὼ καὶ ᾿Ιλουθὼθ καὶ Μαιανὶ 35 καὶ ῾Ιερμοὺθ καὶ ᾿Οδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ ᾿Αζηκὰ 36 καὶ Σακαρὶμ καὶ Γάδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δεκατέσσαρες καὶ αἱ κῶμαι αὐτῶν· 37 Σεννὰ καὶ ᾿Αδασὰν καὶ Μαγαδαλγὰδ 38 καὶ Δαλὰλ καὶ Μασφὰ καὶ ᾿Ιαχαρεὴλ καὶ Λαχὶς 39 καὶ Βασηδὼθ καὶ ᾿Ιδεαδαλέα 40 καὶ Χαβρὰ καὶ Μαχὲς καὶ Μααχὼς 41 καὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμὰν καὶ Μαχηδάν, πόλεις ἑκκαίδεκα καὶ αἱ κῶμαι αὐτῶν· 42 Λεβνὰ καὶ ᾿Ιθὰκ καὶ ᾿Ανὼχ 43 καὶ ᾿Ιανὰ καὶ Νασὶβ 44 καὶ Κεϊλὰμ καὶ ᾿Ακιεζὶ καὶ Κεζὶβ καὶ Βαθησὰρ καὶ Αἰλώμ, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν· 45 ᾿Ακκαρὼν καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν· 46 ἀπὸ ᾿Ακκαρὼν Γεμνὰ καὶ πᾶσαι, ὅσαι εἰσὶ πλησίον ᾿Ασηδώθ, καὶ αἱ κῶμαι αὐτῶν· 47 ᾿Ασιεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει. 48 καὶ ἐν τῇ ὀρεινῇ· Σαμὶρ καὶ ᾿Ιεθὲρ καὶ Σωχὰ 49 καὶ Ρεννὰ καὶ Πόλις γραμμάτων (αὕτη Δαβὶρ) 50 καὶ ᾿Ανὼν καὶ ᾿Εσκαιμὰν καὶ Αἰσὰμ 51 καὶ Γοσὸμ καὶ Χαλοὺ καὶ Χαννά, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· 52 Αἰρὲμ καὶ Ρεμνὰ καὶ Σομὰ 53 καὶ ᾿Ιεμαΐν καὶ Βαιθαχοὺ καὶ Φακουὰ 54 καὶ Εὐμὰ καὶ πόλις ᾿Αρβὸκ (αὕτη ἐστὶ Χεβρὼν) καὶ Σωραίθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν· 55 Μαὼρ καὶ Χερμὲλ καὶ ᾿Οζὶβ καὶ ᾿Ιτὰν 56 καὶ ᾿Ιαριὴλ καὶ ᾿Αρικὰμ καὶ Ζακαναΐμ 57 καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν· 58 ᾿Αλουὰ καὶ Βαιθσοὺρ καὶ Γεδδὼν 59 καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ Θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· Θεκὼ καὶ ᾿Εφραθὰ (αὕτη ἐστὶ Βηθλεὲμ) καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Θωβὴς καὶ Καρὲμ καὶ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχώ, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· 60 Καριαθβαὰλ (αὕτη ἡ πόλις ᾿Ιαρὶμ) καὶ Σωθηβᾶ, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν 61 καὶ Βαδδαργεὶς καὶ Θαραβαὰμ καὶ Αἰνὼν 62 καὶ Αἰχιοζὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σαδὼν καὶ ᾿Αγκάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν. 63 καὶ ὁ ᾿Ιεβουσαῖος κατῴκει ἐν ῾Ιερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ ᾿Ιούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ ᾿Ιεβουσαῖοι ἐν ῾Ιερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.

Δευτέρα 12 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 14 


ΚΑΙ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν ᾿Ισραὴλ ἐν τῇ γῇ Χαναάν, οἷς κατεκληρονόμησαν αὐτοῖς ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν ᾿Ισραήλ. 2 κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ ᾿Ιησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου, 3 καὶ τοῖς Λευίταις οὐκ ἔδωκε κλῆρον ἐν αὐτοῖς, 4 ὅτι ἦσαν οἱ υἱοὶ ᾿Ιωσὴφ δύο φυλαὶ Μανασσῆ καὶ ᾿Εφραίμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσι καὶ τὰ κτήνη αὐτῶν. 5 ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐμέρισαν τὴν γῆν. 6 Καὶ προσήλθοσαν οἱ υἱοὶ ᾿Ιούδα πρὸς ᾿Ιησοῦν ἐν Γαλγάλ, καὶ εἶπε πρὸς αὐτὸν Χάλεβ ὁ τοῦ ᾿Ιεφονὴ ὁ Κενεζαῖος· σὺ ἐπίστῃ τὸ ρῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ Θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Κάδης Βαρνή· 7 τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέ με Μωυσῆς ὁ παῖς τοῦ Θεοῦ ἐκ Κάδης Βαρνὴ κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ, 8 οἱ ἀδελφοί μου οἱ ἀναβάντες μετ’ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ Θεῷ μου, 9 καὶ ὤμοσε Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων· ἡ γῆ, ἐφ’ ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ Θεοῦ ἡμῶν. 10 καὶ νῦν διέθρεψέ με Κύριος, ὃν τρόπον εἶπε, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος, ἀφ’ οὗ ἐλάλησε Κύριος τὸ ρῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν· 11 ἔτι εἰμὶ σήμερον ἰσχύων, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον. 12 καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπε Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ρῆμα τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. νῦν δὲ οἱ ᾿Ενακὶμ ἐκεῖ εἰσι, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετ’ ἐμοῦ ᾖ, ἐξολοθρεύσω αὐτούς, ὃν τρόπον εἰπέ μοι Κύριος. 13 καὶ εὐλόγησεν αὐτὸν ᾿Ιησοῦς καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ υἱῷ Κενὲζ ἐν κλήρῳ. 14 διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χάλεβ τῷ τοῦ ᾿Ιεφονὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι Κυρίου Θεοῦ ᾿Ισραήλ. 15 τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις ᾿Αρβόκ· μητρόπολις τῶν ᾿Ενακὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασε τοῦ πολέμου.