Τετάρτη 28 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 20 


ΚΑΙ ἐλάλησε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 2 λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ. 3 φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως, καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπό τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν*. 7 καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ ᾿Εφραὶμ καὶ τὴν πόλιν ᾿Αρβὸκ (αὕτη ἐστὶ Χεβρών) ἐν τῷ ὄρει τῷ ᾿Ιούδα. 8 καὶ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἔδωκε Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ρουβὴν καὶ ᾿Αρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γάδ, καὶ τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασσῆ. 9 αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. * (᾿Εκ τοῦ κώδ. Α) 4 Καὶ φεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ στήσεται ἐπὶ τὴν θύραν τῆς πόλεως καὶ λαλήσει ἐν τοῖς ὠσὶ τῶν πρεσβυτέρων τῆς πόλεως ἐκείνης τοὺς λόγους τούτους καὶ ἐπιστρέψουσιν αὐτὸν ἡ συναγωγὴ πρὸς αὐτοὺς καὶ δώσουσιν αὐτῷ τόπον καὶ κατοικήσει μετ’ αὐτῶν 5 καὶ ὅτι διώξεται ὁ ἀγχιστεύων τὸ αἷμα ὀπίσω αὐτοῦ καὶ οὐ συγκλείσουσι τὸν φονεύσαντα ἐν τῇ χειρὶ αὐτοῦ, ὅτι οὐκ εἰδὼς ἐπάταξε τὸν πλησίον αὐτοῦ καὶ οὐ μισῶν αὐτὸς αὐτὸν ἀπ’ ἐχθὲς καὶ τῆς τρίτης 6 καὶ κατοικήσει ἐν τῇ πόλει ἐκείνῃ ἕως στῇ κατὰ πρόσωπον τῆς συναγωγῆς εἰς κρίσιν ἕως ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις· τότε ἐπιστρέψει ὁ φονεύσας καὶ ἐλεύσεται εἰς τὴν πόλιν αὐτοῦ καὶ πρὸς τὸν οἶκον αὐτοῦ καὶ πρὸς πόλιν ὅθεν ἔφυγεν ἐκεῖθεν.

Δευτέρα 26 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 19

ΚΑΙ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεών, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀναμέσον κλήρων υἱῶν ᾿Ιούδα. 2 καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεὲ καὶ Σαμαὰ καὶ Κωλαδὰμ 3 καὶ ᾿Αρσωλὰ καὶ Βωλὰ καὶ ᾿Ασὸμ 4 καὶ ᾿Ελθουλὰ καὶ Βουλὰ καὶ ῾Ερμᾶ 5 καὶ Σικελὰκ καὶ Βαιθμαχερὲβ καὶ Σαρσουσὶν 6 καὶ Βαθαρὼθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν· 7 ᾿Ερεμμὼν καὶ Θαλχὰ καὶ ᾿Εθὲρ καὶ ᾿Ασάν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν 8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρὲκ πορευομένων Βαμὲθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν. 9 ἀπὸ τοῦ κλήρου τοῦ ᾿Ιούδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεών, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν ᾿Ιούδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν. 10 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ᾿Εσεδεκγωλά· ὅρια αὐτῶν 11 ἡ θάλασσα καὶ Μαραγγιλὰ καὶ συνάψει ἐπὶ Βαιθάραβα εἰς τὴν φάραγγα, ἥ ἐστι κατὰ πρόσωπον ᾿Ιεκμάν, 12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Βαιθσαμὺς ἐπὶ τὰ ὅρια Χασελωθαὶθ καὶ διελεύσεται ἐπὶ Δαβιρὼθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαὶ 13 καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεβερέ, ἐπὶ πόλιν Κατασέμ, καὶ διελεύσεται ἐπὶ Ρεμμωνὰ ᾿Αμαθὰρ ᾿Αοζὰ 14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ ᾿Αμώθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ 15 καὶ Κατανὰθ καὶ Ναβαὰλ καὶ Συμοὼν καὶ ῾Ιεριχὼ καὶ Βαιθμάν. 16 αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 17 Καὶ τῷ ᾿Ισσάχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος. 18 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ᾿Ιαζὴλ καὶ Χασαλὼθ καὶ Σουνὰμ 19 καὶ ᾿Αγὶν καὶ Σιωνὰ καὶ Ρεηρὼθ 20 καὶ ᾿Αναχερὲθ καὶ Δαβιρὼν καὶ Κισὼν καὶ Ρεβὲς 21 καὶ Ρεμμὰς καὶ ᾿Ιεὼν καὶ Τομμὰν καὶ Αἰμαρὲκ καὶ Βηρσαφής, 22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν καὶ Βαιθσαμύς, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ ᾿Ιορδάνης. 23 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ισσάχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 24 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος ᾿Ασὴρ κατὰ δήμους αὐτῶν. 25 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ᾿Εξελεκὲθ καὶ ᾿Αλὲφ καὶ Βαιθὸκ καὶ Κεὰφ 26 καὶ ᾿Ελιμελὲχ καὶ ᾿Αμιὴλ καὶ Μαασὰ καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιὼν καὶ Λαβανὰθ 27 καὶ ἐπιστρέψει ἀπὸ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενὲθ καὶ συνάψει τῷ Ζαβουλὼν καὶ ᾿Εκγαῖ καὶ Φθαιὴλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ καὶ ᾿Ιναὴλ καὶ διελεύσεται εἰς Χωβαμασομὲλ 28 καὶ ᾿Ελβὼν καὶ Ραὰβ καὶ ᾿Εμεμαὼν καὶ Κανθὰν ἕως Σιδῶνος τῆς μεγάλης, 29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμὰ καὶ ἕως πηγῆς Μασφασσὰτ καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ ᾿Ιασίφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ᾿Απολὲβ καὶ ᾿Εχοζὸβ 30 καὶ ᾿Αρχὸβ καὶ ᾿Αφὲκ καὶ Ρααῦ. 31 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ασὴρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 32 Καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος. 33 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολὰμ καὶ Μωλὰ καὶ Βεσεμιΐν καὶ ᾿Αρμὲ καὶ Ναβὸκ καὶ ᾿Ιεφθαμαὶ ἕως Δωδάμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ᾿Ιορδάνης· 34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν ᾿Ενὰθ Θαβὼρ καὶ διελεύσεται ἐκεῖθεν ᾿Ιακανὰ καὶ συνάψει τῷΖαβουλὼν ἀπὸ νώτου καὶ ᾿Ασὴρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ ᾿Ιορδάνης ἀπὸ ἀνατολῶν ἡλίου. 35 καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων, Τύρος καὶ ᾿Ωμαθά, Δακὲθ καὶ Κενερὲθ 36 καὶ ᾿Αρμαΐθ καὶ ᾿Αραὴλ καὶ ᾿Ασὼρ 37 καὶ Κάδες καὶ ᾿Ασσαρὶ καὶ πηγὴ ᾿Ασὸρ 38 καὶ Κερωὲ καὶ Μεγαλὰ ᾿Αρὶμ καὶ Βαιθθαμὲ καὶ Θεσσαμύς. 39 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλί. 40 Καὶ τῷ Δὰν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος. 41 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ καὶ ᾿Ασὰ καὶ πόλεις Σαμμάυς 42 καὶ Σαλαμὶν καὶ ᾿Αμμὼν καὶ Σιλαθὰ 43 καὶ ᾿Ελὼν καὶ Θαμναθὰ καὶ ᾿Ακκαρὼν 44 καὶ ᾿Αλκαθὰ καὶ Βεγεθὼν καὶ Γεβεελὰν 45 καὶ ᾿Αζὼρ καὶ Βαναιβακὰτ καὶ Γεθρεμών, 46 καὶ ἀπὸ θαλάσσης ῾Ιεράκων ὅριον πληρίον ᾿Ιόππης. 47 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν. καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν ᾿Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ ᾿Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ’ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν. 48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν καὶ ἐπολέμησαν τὴν Λαχὶς καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδὰκ καὶ ὁ ᾿Αμορραῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν ᾿Ελὼμ καὶ ἐν Σαλαμίν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ ᾿Εφραὶμ ἐπ’ αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον. 49 Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ κλῆρον τῷ ᾿Ιησοῖ τῷ υἱῷ Ναυὴ ἐν αὐτοῖς 50 διὰ προστάγματος τοῦ Θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαράχ, ἥ ἐστιν ἐν τῷ ὄρει ᾿Εφραίμ· καὶ ᾠκοδόμησε τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ. 51 αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς ᾿Ισραὴλ κατὰ κλήρους ἐν Σηλώ, ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.

Παρασκευή 23 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 18 

ΚΑΙ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ εἰς Σηλὼ καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν. 2 καὶ κατελείφθησαν οἱ υἱοὶ ᾿Ισραήλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί. 3 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν; 4 δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν (καὶ διήλθοσαν πρὸς αὐτόν, 5 καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας). ᾿Ιούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ ᾿Ιωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ. 6 ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε ὧδε πρός με, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν. 7 οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ρουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἐπ’ ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου. 8 καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν, καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων· πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ. 9 καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις, ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς ᾿Ιησοῦν. 10 καὶ ἐνέβαλεν αὐτοῖς ᾿Ιησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου. 11 Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον υἱῶν ᾿Ιούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν ᾿Ιωσήφ. 12 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ, ἀπὸ τοῦ ᾿Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου ῾Ιεριχὼ ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρῖτις Βαιθών, 13 καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβὸς (αὕτη ἐστὶ Βαιθήλ), καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστι πρὸς λίβα Βαιθωρὼν ἡ κάτω, 14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ (αὕτη ἐστὶ Καριαθιαρίν, πόλις υἱῶν ᾿Ιούδα)· τοῦτό ἐστι τὸ μέρος τὸ πρὸς θάλασσαν. 15 καὶ μέρος τὸ πρὸς λίβα ἀπό μέρους Καριαθβάαλ, καὶ διελεύσεται ὅρια εἰς Γασὶν ἐπὶ πηγὴν ὕδατος Ναφθώ, 16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστι κατὰ πρόσωπον νάπης ᾿Οννάμ, ὅ ἐστιν ἐκ μέρους ᾿Εμεκραφαΐν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον ᾿Ιεβουσαὶ ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγὴλ 17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμὺς καὶ παρελεύσεται ἐπὶ Γαλιλώθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασαιν Αἰθαμίν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ρουβὴν 18 καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ βορρᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ, 19 καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ ᾿Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός. 20 καὶ ὁ ᾿Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμίν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους. 21 καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν ῾Ιεριχὼ καὶ Βεθεγαιὼ καὶ ᾿Αμεκασίς, 22 καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ Βησανὰ 23 καὶ Αἰεὶν καὶ Φαρὰ καὶ ᾿Εφραθὰ 24 καὶ Καραφὰ καὶ Κεφιρὰ καὶ Μονὶ καὶ Γαβαά, πόλεις δώδεκα καὶ αἱ κῶμαι αὐτῶν· 25 Γαβαὼν καὶ Ραμὰ καὶ Βεηρωθὰ 26 καὶ Μασσημὰ καὶ Μιρὼν καὶ ᾿Αμωκὴ 27 καὶ Φιρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ 28 καὶ ᾿Ιεβοῦς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ Γαβαωθιαρίμ, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.

Τετάρτη 21 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 17 

ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσῆ, ὅτι οὗτος πρωτότοκος τῷ ᾿Ιωσήφ· τῷ Μαχὶρ πρωτοτόκῳ Μανασσῆ πατρὶ Γαλαάδ (ἀνὴρ γὰρ πολεμιστὴς ἦν) ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι. 2 καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς ᾿Ιεζὲρ καὶ τοῖς υἱοῖς Κελὲζ καὶ τοῖς υἱοῖς ῾Ιεζιὴλ καὶ τοῖς υἱοῖς Συχὲμ καὶ τοῖς υἱοῖς Συμαρὶμ καὶ τοῖς υἱοῖς ᾿Οφέρ· οὗτοι ἄρσενες κατὰ δήμους αὐτῶν. 3 καὶ τῷ Σαλπαὰδ υἱῷ ᾿Οφὲρ οὐκ ἦσαν αὐτῷ υἱοί, ἀλλ’ ἢ θυγατέρες. καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νουὰ καὶ ᾿Εγλὰ καὶ Μελχὰ καὶ Θερσά. 4 καὶ ἔστησαν ἐναντίον ᾿Ελεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον ᾿Ιησοῦ, καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι· ὁ Θεὸς ἐνετείλατο διά χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν. 5 καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ ᾿Ανάσσα καὶ πεδίον Λαβὲκ ἐκ τῆς γῆς Γαλαάδ, ἥ ἐστι πέραν τοῦ ᾿Ιορδάνου· 6 ὅτι θυγατέρες υἱῶν Μανασσῆ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς καταλελειμμένοις. 7 καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσῆ Δηλανάθ, ἥ ἐστι κατὰ πρόσωπον υἱῶν ᾿Ανάθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ ᾿Ιαμὶν καὶ ᾿Ιασσὶβ ἐπὶ πηγὴν Θαφθώθ· 8 τῷ Μανασσῇ ἔσται, καὶ Θαφὲθ ἐπὶ τῶν ὁρίων Μανασσῆ, τοῖς υἱοῖς ᾿Εφραίμ. 9 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ λίβα κατὰ φάραγγα ᾿Ιαριήλ, τερέβινθος τῷ ᾿Εφραὶμ ἀνὰ μέσον πόλεως Μανασσῆ· καὶ ὅρια Μανασσῆ ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα. 10 ἀπὸ λιβὸς τῷ ᾿Εφραίμ, καὶ ἐπὶ βορρᾶν Μανασσῆ, καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ ᾿Ασὴβ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ ᾿Ισσάχαρ ἀπὸ ἀνατολῶν. 11 καὶ ἔσται Μανασσῆ ἐν ᾿Ισσάχαρ καὶ ἐν ᾿Ασὴρ Βαιθσὰν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδώ, καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Ναφετὰ καὶ τὰς κώμας αὐτῆς. 12 καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσῆ ἐξολοθρεῦσαι τὰς πόλεις ταύτας, καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ· 13 καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολοθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλόθρευσαν. 14 ἀντεῖπαν δὲ οἱ υἱοὶ ᾿Ιωσὴφ τῷ ᾿Ιησοῖ λέγοντες· διατί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ Θεὸς εὐλόγησέ με. 15 καὶ εἶπεν αὐτοῖς ᾿Ιησοῦς· εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ ᾿Εφραίμ. 16 καὶ εἶπαν· οὐκ ἀρέσκει ἡμῖν τὸ ὄρος τὸ ᾿Εφραίμ, καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσὰν καὶ ἐν ταῖς κώμαις αὐτῆς, ἐν τῇ κοιλάδι ᾿Ιεσραέλ. 17 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ιωσήφ· εἰ λαὸς πολὺς εἶ, καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς· 18 ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστι καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἔσται σοι· καὶ ὅταν ἐξολοθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτος αὐτῷ ἐστι, σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.

Δευτέρα 19 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 16 

ΚΑΙ ἐγένετο τὰ ὅρια υἱῶν ᾿Ιωσὴφ ἀπὸ τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ ῾Ιεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά, 2 καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ ᾿Αχαταρωθὶ 3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια ᾿Απταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν. 4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ ᾿Ιωσὴφ ᾿Εφραὶμ καὶ Μανασσῆ· 5 καὶ ἐγενήθη ὅρια υἱῶν ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ’ ἀνατολῶν ᾿Αταρὼθ καὶ ᾿Ερὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά, 6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς ᾿Ικασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ’ ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ’ ἀνατολῶν εἰς ᾿Ιανωκὰ 7 καὶ εἰς Μαχώ, καὶ ᾿Αταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ ῾Ιεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν ᾿Ιορδάνην. 8 καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν. 9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς ᾿Εφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 10 καὶ οὐκ ἀπώλεσεν ᾿Εφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ ᾿Εφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.