Δευτέρα 2 Ιανουαρίου 2017

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 22 


ΤΟΤΕ συνεκάλεσεν ᾿Ιησοῦς τοὺς υἱοὺς Ρουβὴν καὶ τοὺς υἱοὺς Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ 2 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἀκηκόατε πάντα, ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, καὶ ὑπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν. 3 οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας· ἐφυλάξασθε τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ ὑμῶν. 4 νῦν δὲ κατέπαυσε Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου. 5 ἀλλὰ φυλάξασθε σφόδρα ποιεῖν τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Κυρίου, ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. 6 καὶ εὐλόγησεν αὐτοὺς ᾿Ιησοῦς καὶ ἐξαπέστειλεν αὐτούς, καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν. 7 καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ ἔδωκε Μωυσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν ᾿Ιησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου παρὰ τὴν θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς ᾿Ιησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς, 8 καὶ ἐν χρήμασι πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν, καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολὺν διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν. 9 Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπὸ τῶν υἱῶν ᾿Ισραὴλ ἐκ Σηλὼ ἐν γῇ Χαναὰν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ. 10 καὶ ἦλθον εἰς Γάλγαλα τοῦ ᾿Ιορδάνου, ἥ ἐστιν ἐν γῇ Χαναάν, καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐκεῖ βωμὸν ἐπὶ τοῦ ᾿Ιορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν. 11 καὶ ἤκουσαν οἱ υἱοὶ ᾿Ισραὴλ λεγόντων· ἰδοὺ ᾠκοδομήκασιν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ βωμὸν ἐφ’ ὁρίων γῆς Χαναὰν ἐπὶ τοῦ Γαλαὰδ τοῦ ᾿Ιορδάνου ἐν τῷ πέραν υἱῶν ᾿Ισραήλ. 12 καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Σηλώ, ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς. 13 καὶ ἀπέστειλαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς τοὺς υἱοὺς Ρουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ τόν τε Φινεὲς υἱὸν ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν τοῦ ἀρχιερέως 14 καὶ δέκα τῶν ἀρχόντων μετ’ αὐτοῦ, ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν ᾿Ισραήλ· ἄρχοντες οἴκων πατριῶν εἰσι, χιλίαρχοι ᾿Ισραήλ. 15 καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Ρουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες· 16 τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου· τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ ᾿Ισραήλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου; 17 μὴ μικρὸν ὑμῖν τὸ ἁμάρτημα Φογώρ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ’ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου. 18 καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου; καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα ᾿Ισραὴλ ἔσται ἡ ὀργή. 19 καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε καὶ ὑμεῖς μηδ’ ἀπόστητε ἀπὸ Κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν. 20 οὐκ ἰδοὺ ῎Αχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν ᾿Ισραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς αὐτὸς ἀπέθανε τῇ ἑαυτοῦ ἁμαρτίᾳ. 21 Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἐλάλησαν τοῖς χιλιάρχοις ᾿Ισραὴλ λέγοντες· 22 ὁ Θεὸς Θεὸς Κύριός ἐστι, καὶ ὁ Θεὸς Θεὸς αὐτὸς οἶδε, καὶ ᾿Ισραὴλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ Κυρίου, μὴ ρύσαιτο ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ· 23 καὶ εἰ ᾠκοδομήσαμεν ἑαυτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπ’ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ’ αὐτοῦ θυσίαν σωτηρίου, Κύριος ἐκζητήσει. 24 ἀλλ’ ἕνεκεν εὐλαβείας ρήματος ἐποιήσαμεν τοῦτο λέγοντες· ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν, τί ὑμῖν καὶ Κυρίῳ τῷ Θεῷ ᾿Ισραήλ; 25 καὶ ὅρια ἔθηκε Κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν ᾿Ιορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται Κύριον. 26 καὶ εἴπαμεν ποιῆσαι οὕτω, τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, 27 ἀλλ’ ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ’ ἡμᾶς, τοῦ λατρεύειν λατρείαν Κυρίου ἐναντίον αὐτοῦ, ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσι τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον· οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. 28 καὶ εἴπομεν· ἐὰν γένηταί ποτε καὶ λαλήσωσι πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν· ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου Κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν. 29 μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ Κυρίου ἐν τῇ σήμερον ἡμέρᾳ ἀποστῆναι ἀπὸ Κυρίου, ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασι καὶ ταῖς θυσίαις Σαλαμὶν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου Κυρίου, ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ. 30 Καὶ ἀκούσας Φινεὲς ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς ᾿Ισραήλ, οἳ ἦσαν μετ’ αὐτοῦ, τοὺς λόγους, οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤρεσεν αὐτοῖς. 31 καὶ εἶπε Φινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· σήμερον ἐγνώκαμεν ὅτι μεθ’ ἡμῶν Κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον Κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ χειρὸς Κυρίου. 32 καὶ ἀπέστρεψε Φινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ρουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χαναὰν πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους, 33 καὶ ἤρεσε τοῖς υἱοῖς ᾿Ισραήλ. καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ, καὶ εὐλόγησαν τὸν Θεὸν υἱῶν ᾿Ισραὴλ καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολοθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ρουβὴν καὶ τῶν υἱῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ. καὶ κατῴκησαν ἐπ’ αὐτῆς. 34 καὶ ἐπωνόμασεν ᾿Ιησοῦς τὸν βωμὸν τῶν Ρουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ καὶ εἶπεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς αὐτῶν ἐστι.

Σάββατο 31 Δεκεμβρίου 2016

ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

Σήμερον ο του τέκτονος υιός, ο παντεχνήμων Λόγος του δι' αυτού τα πάντα κατασκευάσαντος, ο βραχίων ο ισχυρός του Θεού του υψίστου, ως εαυτού δακτύλω τω Πνεύματι, αμβλυνθέν το σκέπαρνον ακονήσας της φύσεως, κατασκεύασεν εαυτώ έμψυχον κλίμακα, ης η βάσις επί γης εστήρικται, η δε κεφαλή προς αυτόν τον ουρανόν, εφ' ης ο Θεός αναπέπαυται, ης τον τύπον Ιακώβ εθεάσατο, δι' ης ο Θεός καταβάς αμεταβάτως, μάλλον δε συγκαταβάς, επί της γης ώφθη και τοις ανθρώποις συνανεστράφη. Ταύτα γαρ η κατάβασις, η συγκαταβατική ταπείνωσις, η επί γης πολιτεία, η τοις επί γης δοθείσα αυτού επίγνωσις. Επί γης η νοητή κλίμαξ, η παρθένος, εστήρικται εκ γης γαρ έχει την γένεσιν η δε κεφαλή προς τον ουρανόν. Πάσης γαρ γυναικός κεφαλή ο ανήρ, αλλ' αύτη, επεί άνδρα ουκ έγνω, κεφαλή αυτής ο Θεός και Πατήρ εχρημάτισεν, Πνεύματι Αγίω τας συναλλαγάς ποιησάμενος, και οιονεί θείον σπόρον πνευματικόν, τον εαυτού Υιόν και Λόγον την παντοδύναμον δύναμιν εξαποστείλας. Ευδοκία γαρ Πατρός, ουκ εκ συναφείας φυσικής, αλλ' εκ Πνεύματος Αγίου και Μαρίας της παρθένου, υπερφυώς ο Λόγος σαρξ ατρέπτως εγένετο και εσκήνωσεν εν ημίν. Συνάφεια γαρ Θεού προς ανθρώπους διά Πνεύματος Αγίου γίνεται.


Σήμερα ο <<γιός του μαραγκού>>, ο παντεχνίτης Λόγος του Θεού, που χάρη σ' Αυτόν ο Πατέρας έφτιαξε τα πάντα, ο δυνατός βραχίονας του μεγάλου Θεού, έχοντας, με το Άγιο Πνεύμα σα δάχτυλό του, ακονίσει το στομωνένο σκεπάρνι της φύσεως, έφτιξε για τον εαυτό του έμψυχη σκάλα, που η βάση της στηρίζεται πάνω στη γη και το κεφάλι της ακουμπάει στον ουρανό, που πάνω της αναπαύεται ο Θεός, που τον τύπο της αντίκρυσε ο Ιακώβ. Απ' αυτή αφού κατέβηκε, χωρίς να μετακινηθή από την θέση του ο Θεός, πιό σωστά αφού ταπεινώθηκε, <<φανερώθηκε πάνω στη γη>> και συναναστράφηκε με τους ανθρώπους. Αυτά όλα λοιπόν σημαίνουν η κατάβαση, η συγκαταβατική ταπείνωση, η πολιτεία του πάνω στη γη, την πιό βαθιά γνώση, που δόθηκε στους ανθρώπους της γης. Πάνω στη γη στηρίχθηκε η νοητή σκάλα, η Παρθένος γιατί γεννήθηκε από τη γη και η κεφαλή της φθάνει στον ουρανό. Η κεφαλή, βέβαια, κάθε γυναίκας είναι ο άνδρας για την Παρθένο όμως μιά και δεν γνώρισε άνδρα, έγινε κεφαλή της ο Θεός και Πατέρας, αφού με το Άγιο Πνεύμα έκανε συμφωνία με την Παρθένο κι αφού έστειλε σαν κάποιο θεϊκό πνευματικό σπόρο, το Γιό και Λόγο του, την παντοδύναμη δύναμή Του. Πραγματικά με το ευλογημένο θέλημα του Πατέρα, έγινε υπερφυσικά, χωρίς μεταβολή, ο Λόγος σάρκα, όχι με φυσικά ένωση, αλλά ξεπερνώντας τους νόμους της φύσεως, από το Άγιον Πνεύμα και από την Παρθένο Μαρία και <<κατασκήνωσε ανάμεσά μας>>. Γιατί η ένωση του Θεού με τους ανθρώπους γίνεται με το Άγιο Πνεύμα. 

Παρασκευή 30 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 21 

ΚΑΙ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευὶ πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ ᾿Ιησοῦν τὸν τοῦ Ναυὴ καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν ᾿Ισραὴλ 2 καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χαναὰν λέγοντες· ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν. 3 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν. 4 καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ, καὶ ἐγένετο τοῖς υἱοῖς ᾿Ααρὼν τοῖς ἱερεῦσι τοῖς Λευίταις ἀπὸ φυλῆς ᾿Ιούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμὶν κληρωτὶ πόλεις δεκατρεῖς· 5 καὶ τοῖς υἱοῖς Καὰθ καταλελειμμένοις ἐκ τῆς φυλῆς ᾿Εφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ πόλεις δέκα· 6 καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς ᾿Ισσάχαρ καὶ ἀπὸ τῆς φυλῆς ᾿Ασὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις δεκατρεῖς· 7 καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ πόλεις δώδεκα. 8 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, κληρωτί. 9 καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν ᾿Ιούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, καὶ ἐπεκλήθησαν 10 τοῖς υἱοῖς ᾿Ααρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευί, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος. 11 καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβὸκ μητρόπολιν τῶν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρὼν) ἐν τῷ ὄρει ᾿Ιούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς 12 καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν ᾿Ιησοῦς τοῖς υἱοῖς Χάλεβ υἱοῦ ᾿Ιεφοννὴ ἐν κατασχέσει· 13 καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ἔδωκε τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνὰ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ. 14 καὶ τὴν Αἰλὼμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ 15 καὶ τὴν Γελλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβὶρ καὶ τὰ ἀφωρισμένα αὐτῇ 16 καὶ ᾿Ασὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανὺ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμὺς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων. 17 καὶ παρὰ τῆς φυλῆς Βενιαμὶν τὴν Γαβαὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθὲθ καὶ τὰ ἀφωρισμένα αὐτῇ 18 καὶ ᾿Αναθὼθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 19 πᾶσαι αἱ πόλεις υἱῶν ᾿Ααρὼν τῶν ἱερέων δεκατρεῖς. 20 καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς ᾿Εφραίμ, 21 καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ 22 καὶ Βαιθωρὼν καὶ τὰ ἀφωρισμένα τὰ αὐτῇ, πόλεις τέσσαρες. 23 καὶ ἐκ τῆς φυλῆς Δὰν τὴν ᾿Ελκωθαὶμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ 24 καὶ Αἰλὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθερεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 25 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Τανὰχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ᾿Ιεβαθὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 26 πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελειμμένοις. 27 καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσορὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 28 καὶ ἐκ τῆς φυλῆς ᾿Ισσάχαρ τὴν Κισὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δεββὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ 29 καὶ τὴν Ρεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 30 καὶ ἐκ τῆς φυλῆς ᾿Ασὴρ τὴν Βασελλὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαββὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ 31 καὶ Χελκὰτ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ραὰβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 32 καὶ ἐκ τῆς φυλῆς Νεφθαλὶ τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ᾿Εμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς. 33 πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν πόλεις δεκατρεῖς. 34 καὶ τῷ δήμῳ υἱῶν Μεραρὶ τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν τὴν Μαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Κάδης καὶ τὰ περισπόρια αὐτῆς 35 καὶ Σελλὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τρεῖς. 36 καὶ πέραν τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἐκ τῆς φυλῆς Ρουβήν, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ τῇ Μισὼρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς 37 καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες. 38 καὶ ἀπὸ φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Ραμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμὶν καὶ τὰ περισπόρια αὐτῆς 39 καὶ τὴν ᾿Εσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς, πᾶσαι αἱ πόλεις τέσσαρες. 40 πᾶσαι αἱ πόλεις τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς τῆς Λευί· καὶ ἐγενήθη τὰ ὅρια πόλεις δεκαδύο. 41 πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν ᾿Ισραὴλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν κύκλῳ τῶν πόλεων τούτων, 42 πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσι ταύταις. 42α Καὶ συνετέλεσεν ᾿Ιησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν. 42β καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ μερίδα τῷ ᾿Ιησοῖ κατὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν Θαμνασαρὰχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει ᾿Εφραίμ. 42γ καὶ ᾠκοδόμησεν ᾿Ιησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ. 42δ καὶ ἔλαβεν ᾿Ιησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαράχ. 43 Καὶ ἔδωκε Κύριος τῷ ᾿Ισραὴλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ. 44 καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθὰ ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀντέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν. 45 οὐ διέπεσεν ἀπὸ πάντων τῶν ρημάτων τῶν καλῶν, ὧν ἐλάλησε Κύριος τοῖς υἱοῖς ᾿Ισραήλ· πάντα παρεγένετο.

Τετάρτη 28 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 20 


ΚΑΙ ἐλάλησε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 2 λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ. 3 φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως, καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπό τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν*. 7 καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ ᾿Εφραὶμ καὶ τὴν πόλιν ᾿Αρβὸκ (αὕτη ἐστὶ Χεβρών) ἐν τῷ ὄρει τῷ ᾿Ιούδα. 8 καὶ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἔδωκε Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ρουβὴν καὶ ᾿Αρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γάδ, καὶ τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασσῆ. 9 αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. * (᾿Εκ τοῦ κώδ. Α) 4 Καὶ φεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ στήσεται ἐπὶ τὴν θύραν τῆς πόλεως καὶ λαλήσει ἐν τοῖς ὠσὶ τῶν πρεσβυτέρων τῆς πόλεως ἐκείνης τοὺς λόγους τούτους καὶ ἐπιστρέψουσιν αὐτὸν ἡ συναγωγὴ πρὸς αὐτοὺς καὶ δώσουσιν αὐτῷ τόπον καὶ κατοικήσει μετ’ αὐτῶν 5 καὶ ὅτι διώξεται ὁ ἀγχιστεύων τὸ αἷμα ὀπίσω αὐτοῦ καὶ οὐ συγκλείσουσι τὸν φονεύσαντα ἐν τῇ χειρὶ αὐτοῦ, ὅτι οὐκ εἰδὼς ἐπάταξε τὸν πλησίον αὐτοῦ καὶ οὐ μισῶν αὐτὸς αὐτὸν ἀπ’ ἐχθὲς καὶ τῆς τρίτης 6 καὶ κατοικήσει ἐν τῇ πόλει ἐκείνῃ ἕως στῇ κατὰ πρόσωπον τῆς συναγωγῆς εἰς κρίσιν ἕως ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις· τότε ἐπιστρέψει ὁ φονεύσας καὶ ἐλεύσεται εἰς τὴν πόλιν αὐτοῦ καὶ πρὸς τὸν οἶκον αὐτοῦ καὶ πρὸς πόλιν ὅθεν ἔφυγεν ἐκεῖθεν.

Δευτέρα 26 Δεκεμβρίου 2016

ΙΗΣΟΥΣ ΝΑΥΗ

ΚΕΦΑΛΑΙΟΝ 19

ΚΑΙ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεών, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀναμέσον κλήρων υἱῶν ᾿Ιούδα. 2 καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεὲ καὶ Σαμαὰ καὶ Κωλαδὰμ 3 καὶ ᾿Αρσωλὰ καὶ Βωλὰ καὶ ᾿Ασὸμ 4 καὶ ᾿Ελθουλὰ καὶ Βουλὰ καὶ ῾Ερμᾶ 5 καὶ Σικελὰκ καὶ Βαιθμαχερὲβ καὶ Σαρσουσὶν 6 καὶ Βαθαρὼθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν· 7 ᾿Ερεμμὼν καὶ Θαλχὰ καὶ ᾿Εθὲρ καὶ ᾿Ασάν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν 8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρὲκ πορευομένων Βαμὲθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν. 9 ἀπὸ τοῦ κλήρου τοῦ ᾿Ιούδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεών, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν ᾿Ιούδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν. 10 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ᾿Εσεδεκγωλά· ὅρια αὐτῶν 11 ἡ θάλασσα καὶ Μαραγγιλὰ καὶ συνάψει ἐπὶ Βαιθάραβα εἰς τὴν φάραγγα, ἥ ἐστι κατὰ πρόσωπον ᾿Ιεκμάν, 12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Βαιθσαμὺς ἐπὶ τὰ ὅρια Χασελωθαὶθ καὶ διελεύσεται ἐπὶ Δαβιρὼθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαὶ 13 καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεβερέ, ἐπὶ πόλιν Κατασέμ, καὶ διελεύσεται ἐπὶ Ρεμμωνὰ ᾿Αμαθὰρ ᾿Αοζὰ 14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ ᾿Αμώθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ 15 καὶ Κατανὰθ καὶ Ναβαὰλ καὶ Συμοὼν καὶ ῾Ιεριχὼ καὶ Βαιθμάν. 16 αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 17 Καὶ τῷ ᾿Ισσάχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος. 18 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ᾿Ιαζὴλ καὶ Χασαλὼθ καὶ Σουνὰμ 19 καὶ ᾿Αγὶν καὶ Σιωνὰ καὶ Ρεηρὼθ 20 καὶ ᾿Αναχερὲθ καὶ Δαβιρὼν καὶ Κισὼν καὶ Ρεβὲς 21 καὶ Ρεμμὰς καὶ ᾿Ιεὼν καὶ Τομμὰν καὶ Αἰμαρὲκ καὶ Βηρσαφής, 22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν καὶ Βαιθσαμύς, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ ᾿Ιορδάνης. 23 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ισσάχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 24 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος ᾿Ασὴρ κατὰ δήμους αὐτῶν. 25 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ᾿Εξελεκὲθ καὶ ᾿Αλὲφ καὶ Βαιθὸκ καὶ Κεὰφ 26 καὶ ᾿Ελιμελὲχ καὶ ᾿Αμιὴλ καὶ Μαασὰ καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιὼν καὶ Λαβανὰθ 27 καὶ ἐπιστρέψει ἀπὸ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενὲθ καὶ συνάψει τῷ Ζαβουλὼν καὶ ᾿Εκγαῖ καὶ Φθαιὴλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ καὶ ᾿Ιναὴλ καὶ διελεύσεται εἰς Χωβαμασομὲλ 28 καὶ ᾿Ελβὼν καὶ Ραὰβ καὶ ᾿Εμεμαὼν καὶ Κανθὰν ἕως Σιδῶνος τῆς μεγάλης, 29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμὰ καὶ ἕως πηγῆς Μασφασσὰτ καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ ᾿Ιασίφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ᾿Απολὲβ καὶ ᾿Εχοζὸβ 30 καὶ ᾿Αρχὸβ καὶ ᾿Αφὲκ καὶ Ρααῦ. 31 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ασὴρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 32 Καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος. 33 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολὰμ καὶ Μωλὰ καὶ Βεσεμιΐν καὶ ᾿Αρμὲ καὶ Ναβὸκ καὶ ᾿Ιεφθαμαὶ ἕως Δωδάμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ᾿Ιορδάνης· 34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν ᾿Ενὰθ Θαβὼρ καὶ διελεύσεται ἐκεῖθεν ᾿Ιακανὰ καὶ συνάψει τῷΖαβουλὼν ἀπὸ νώτου καὶ ᾿Ασὴρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ ᾿Ιορδάνης ἀπὸ ἀνατολῶν ἡλίου. 35 καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων, Τύρος καὶ ᾿Ωμαθά, Δακὲθ καὶ Κενερὲθ 36 καὶ ᾿Αρμαΐθ καὶ ᾿Αραὴλ καὶ ᾿Ασὼρ 37 καὶ Κάδες καὶ ᾿Ασσαρὶ καὶ πηγὴ ᾿Ασὸρ 38 καὶ Κερωὲ καὶ Μεγαλὰ ᾿Αρὶμ καὶ Βαιθθαμὲ καὶ Θεσσαμύς. 39 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλί. 40 Καὶ τῷ Δὰν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος. 41 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ καὶ ᾿Ασὰ καὶ πόλεις Σαμμάυς 42 καὶ Σαλαμὶν καὶ ᾿Αμμὼν καὶ Σιλαθὰ 43 καὶ ᾿Ελὼν καὶ Θαμναθὰ καὶ ᾿Ακκαρὼν 44 καὶ ᾿Αλκαθὰ καὶ Βεγεθὼν καὶ Γεβεελὰν 45 καὶ ᾿Αζὼρ καὶ Βαναιβακὰτ καὶ Γεθρεμών, 46 καὶ ἀπὸ θαλάσσης ῾Ιεράκων ὅριον πληρίον ᾿Ιόππης. 47 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν. καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν ᾿Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ ᾿Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ’ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν. 48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν καὶ ἐπολέμησαν τὴν Λαχὶς καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδὰκ καὶ ὁ ᾿Αμορραῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν ᾿Ελὼμ καὶ ἐν Σαλαμίν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ ᾿Εφραὶμ ἐπ’ αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον. 49 Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ κλῆρον τῷ ᾿Ιησοῖ τῷ υἱῷ Ναυὴ ἐν αὐτοῖς 50 διὰ προστάγματος τοῦ Θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαράχ, ἥ ἐστιν ἐν τῷ ὄρει ᾿Εφραίμ· καὶ ᾠκοδόμησε τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ. 51 αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς ᾿Ισραὴλ κατὰ κλήρους ἐν Σηλώ, ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.