Πέμπτη 23 Φεβρουαρίου 2017

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ 19 

ΚΑΙ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους ᾿Εφραὶμ καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλεὲμ ᾿Ιούδα. 2 καὶ ἐπορεύθη ἀπ᾿ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθε παρ᾿ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς Βηθλεὲμ ᾿Ιούδα καὶ ἦν ἐκεῖ ἡμέρας μηνῶν τεσσάρων. 3 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ, καὶ νεανίας αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ζεῦγος ὄνων· ἡ δὲ εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αὐτῆς, καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ. 4 καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισε μετ᾿ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκεῖ. 5 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωΐ καὶ ἀνέστη τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ· στήρισον τὴν καρδίαν σου ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε. 6 καὶ ἐκάθισαν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα· ἄγε δὴ αὐλίσθητι, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου. 7 καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι αὐτός· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ ἐκάθισε καὶ ηὐλίσθη ἐκεῖ. 8 καὶ ὤρθρισε τὸ πρωΐ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος· στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον οἱ δύο. 9 καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος· ἰδοὺ δὴ ἠσθένησενἡμέρα εἰς τὴν ἑσπέραν· αὐλίσθητι ὧδε, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου. 10 καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἦλθεν ἕως ἀπέναντι ᾿Ιεβοὺς (αὕτη ἐστὶν ῾Ιερουσαλήμ), καὶ μετ᾿ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾿ αὐτοῦ. 11 καὶ ἤλθοσαν ἕως ᾿Ιεβούς, καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα· καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ· δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ ᾿Ιεβουσὶ ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ. 12 καὶ εἶπε πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ· οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν, ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν ᾿Ισραὴλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαά. 13 καὶ εἶπε τῷ νεανίᾳ αὐτοῦ· δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων καὶ αὐλισθησόμεθα ἐν Γαβαὰ ἢ ἐν Ραμά. 14 καὶ παρῆλθον καὶ ἐπορεύθησαν, καὶ ἔδυ αὐτοῖς ὁ ἥλιος ἐχόμενα τῆς Γαβαά, ἥ ἐστι τῷ Βενιαμίν. 15 καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι ἐν Γαβαά· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι. 16 καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ· καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους ᾿Εφραίμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαά, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμίν. 17 καὶ ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης· ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ; 18 καὶ εἶπεν πρὸς αὐτόν· παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεὲμ ᾿Ιούδα ἕως μηρῶν ὄρους ᾿Εφραίμ· ἐκεῖθεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεὲμ ᾿Ιούδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν· 19 καί γε ἄχυρα καὶ χορτάσματά ἐστι τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτος καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παίδων σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος. 20 καὶ εἶπεν ὁ ἀνὴρ πρεσβύτης· εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ᾿ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ. 21 καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ τόπον ἐποίησε τοῖς ὄνοις, καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον. 22 αὐτοὶ δὲ ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν. καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες· ἐξένεγκε τὸν ἄνδρα, ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν. 23 καὶ ἐξῆλθε πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπε· μὴ ἀδελφοί, μὴ κακοποιήσητε δὴ μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου, μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην· 24 ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ, ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ρῆμα τῆς ἀφροσύνης ταύτης. 25 καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὄλην τὴν νύκτα ἕως τὸ πρωΐ· καὶ ἐξαπέστειλαν αὐτήν, ὡς ἀνέβη τὸ πρωΐ. 26 καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσε παρὰ τὴν θύραν τοῦ οἴκου, οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως οὗ διέφαυσε. 27 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθε τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ, καί ἰδοὺ ἡ γυνὴ αὐτοῦ ἡ παλλακὴ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον. 28 καὶεἶπε πρὸς αὐτήν· ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ. 29 καὶ ἔλαβε τὴν ρομφαίαν καὶ ἐκράτησε τὴν παλλακὴν αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ. 30 καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν· οὐκ ἐγένετο καὶ οὐχ ἑώραται ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης θέσθε ὑμῖν αὐτοῖς βουλὴν ἐπ᾿ αὐτὴν καὶ λαλήσατε.

Δευτέρα 20 Φεβρουαρίου 2017

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ 18  

ΕΝ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει ἑαυτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν υἱῶν ᾿Ισραὴλ κληρονομία. 2 καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραὰ καὶ ἀπὸ ᾿Εσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς· πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους ᾿Εφραὶμ ἕως οἴκου Μιχαία καὶ ηὐλίσθησαν αὐτοὶ ἐκεῖ 3 ἐν οἴκῳ Μιχαία, καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ· τίς ἤνεγκέ σε ὧδε, καὶ σὺ τί ποιεῖς ἐν τῷ τόπῳ τούτῳ, καὶ τί σοι ὧδε; 4 καὶ εἶπε πρὸς αὐτούς· οὕτω καὶ οὕτως ἐποίησέ μοι Μιχαίας καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα. 5 καὶ εἶπαν αὐτῷ· ἐπερώτησον δὴ ἐν τῷ Θεῷ, καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ. 6 καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς· πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον Κυρίου ἡ ὁδὸς ὑμῶν, ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ. 7 καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισά· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ᾿ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστι διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυρούς, καὶ μακράν εἰσι Σιδωνίων καὶ λόγον οὐκ ἔχουσι πρὸς ἄνθρωπον. 8 καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ ᾿Εσθαὸλ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν· τί ὑμεῖς κάθησθε; 9 καὶ εἶπαν· ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾿ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν. 10 καὶ ἡνίκα ἐὰν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ᾿ ἐλπίδι, καὶ ἡ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν ὁ Θεός ἐν χειρὶ ὑμῶν, τόπος, ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ρήματος τῶν ἐν τῇ γῇ. 11 Καὶ ἀπῇραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δὰν ἀπὸ Σαραὰ καὶ ἀπὸ ᾿Εσθαὸλ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως. 12 καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρὶμ ἐν ᾿Ιούδα· διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δὰν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ ὀπίσω Καριαθιαρίμ. 13 καὶ παρῆλθον ἐκεῖθεν ὄρος ᾿Εφραὶμ καὶ ἦλθον ἕως οἴκου Μιχαία. 14 καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν Λαισὰ καὶ εἶπαν πρὸς τοὺς ἀδελφούς· ἔγνωτε ὅτι ἐστὶν ἐν τῷ οἴκῳ τούτῳ ἐφὼδ καὶ θεραφὶν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε ὅ,τι ποιήσετε. 15 καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τόν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου, εἰς τὸν οἶκον Μιχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην. 16 καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν. 17 καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαία, καὶ ὁ ἱερεὺς ἑστώς· 18 καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ χωνευτόν. καὶ εἶπε πρὸς αὐτοὺς ὁ ἱερεύς· τί ὑμεῖς ποιεῖτε; 19 καὶ εἶπαν αὐτῷ· κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ᾿ ἡμῶν καὶ γένου ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον ᾿Ισραήλ; 20 καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβε τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ. 21 καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν. 22 αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαία καὶ ἰδοὺ Μιχαίας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαία ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν. 23 καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δὰν τὸ πρόσωπον αὐτῶν καὶ εἶπαν τῷ Μιχαίᾳ· τί ἐστί σοι, ὅτι ἐβόησας; 24 καὶ εἶπε Μιχαίας· ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε· καὶ τί μοι ἔτι; καὶ τί τοῦτο λέγετε πρός με· τί κράζεις; 25 καὶ εἶπαν πρὸς αὐτὸν οἱ υἱοὶ Δάν· μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ᾿ ἡμῶν, μή ποτε συναντήσωσιν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσι ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου. 26 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδε Μιχαίας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. 27 καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ὃ ἐποίησε Μιχαίας, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λαισά, ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ᾿ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί· 28 καὶ οὐκ ἦν ὁ ρυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ραάβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ 29 καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ ᾿Ισραήλ· καὶ ἦν Οὐλαμαΐς ὄνομα τῆς πόλεως τὸ πρότερον. 30 καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτόν· καὶ ᾿Ιωνάθαν υἱὸς Γηρσὼν υἱὸς Μανασσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως ἡμέρας τῆς ἀποικίας τῆς γῆς. 31 καὶ ἔθηκαν ἑαυτοῖς τὸ γλυπτόν, ὃ ἐποίησε Μιχαίας πάσας τὰς ἡμέρας, ἃς ἦν ὁ οἶκος τοῦ Θεοῦ ἐν Σηλώμ.

Παρασκευή 17 Φεβρουαρίου 2017

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ 17 

ΚΑΙ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους ᾿Εφραίμ, καὶ ὄνομα αὐτῷ Μιχαίας. 2 καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· οἱ χίλιοι καὶ ἑκατόν, οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ᾿ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ· εὐλογητὸς ὁ υἱός μου τῷ Κυρίῳ. 3 καὶ ἀπέδωκε τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ· ἁγιάζουσα ἡγίασα τὸ ἀργύριον τῷ Κυρίῳ ἐκ τῆς χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω αὐτό σοι. 4 καὶ ἀπέδωκε τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαία. 5 καὶ ὁ οἶκος Μιχαία, αὐτῷ οἶκος Θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θεραφὶν καὶ ἐπλήρωσε τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα. 6 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. 7 Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεὲμ δήμου ᾿Ιούδα, καὶ αὐτὸς Λευίτης, καὶ οὗτος παρῴκει ἐκεῖ. 8 καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς πόλεως ᾿Ιούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους ᾿Εφραὶμ καὶ ἕως οἴκου Μιχαία τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ. 9 καὶ εἶπεν αὐτῷ Μιχαίας· πόθεν ἔρχῃ; καὶ εἶπε πρὸς αὐτόν· Λευίτης εἰμὶ ἐκ Βηθλεὲμ ᾿Ιούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ. 10 καὶ εἶπεν αὐτῷ Μιχαίας· κάθου μετ᾿ ἐμοῦ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. 11 καὶ ἐπορεύθη ὁ Λευίτης καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη ὁ νεανίας αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ. 12 καὶ ἐπλήρωσε Μιχαίας τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχαία. 13 καὶ εἶπε Μιχαίας· νῦν ἔγνων ὅτι ἀγαθυνεῖ μοι Κύριος, ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα.

Πέμπτη 16 Φεβρουαρίου 2017

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ 16 

ΚΑΙ ἐπορεύθη Σαμψὼν εἰς Γάζαν· καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθε πρὸς αὐτήν. 2 καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες· ἥκει Σαμψὼν ὧδε. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ᾿ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες· ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν. 3 καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου· καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάσταζεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου τοῦ Χεβρὼν καὶ ἔθηκεν αὐτὰ ἐκεῖ. 4 Καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησε γυναῖκα ἐν ᾿Αλσωρήχ, καὶ ὄνομα αὐτῇ Δαλιδά. 5 καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ· ἀπάτησον αὐτόν, καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν, καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου. 6 καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε. 7 καὶ εἶπε πρὸς αὐτὴν Σαμψών· ἐὰν δήσωσί με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ διεφθαρμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων. 8 καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς· 9 καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν αὐτῷ· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπασε τὰς νευράς, ὡς εἴ τις ἀποσπάσοι στρέμμα στυπίου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός· καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ. 10 καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ· νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ. 11 καὶ εἶπε πρὸς αὐτήν· ἐὰν δεσμεύοντες δήσωσί με ἐν καλωδίοις καινοῖς, οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων. 12 καὶ ἔλαβε Δαλιδὰ καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς· καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου· καὶ εἶπεν· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡσεὶ σπαρτίον. 13 καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπε πρὸς αὐτήν· ἐὰν ὑφάνης τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής. 14 καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβε Δαλιδὰ τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ διάσματι καὶ ἔπηξε τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ εἶπεν· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ ἐξυπνίσθη ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξῇρε τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου. 15 καὶ εἶπε πρὸς Σαμψὼν Δαλιδά· πῶς λέγεις, ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστι μετ᾿ ἐμοῦ; τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη. 16 καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν· 17 καὶ ἀνήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ· σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι ἅγιος Θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου· ἐὰν οὖν ξυρήσωμαι, ἀποστήσεται ἀπ᾿ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι. 18 καὶ εἶδε Δαλιδά, ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ ἀπέστειλε καὶ ἐκάλεσε τοὺς ἄρχοντας τῶν ἀλλοφύλων, λέγουσα· ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέ μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν. 19 καὶ ἐκοίμισε Δαλιδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς· καὶ ἐκάλεσεν ἄνδρα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινῶσαι αὐτόν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ᾿ αὐτοῦ. 20 καὶ εἶπε Δαλιδά· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ὁ Κύριος ἀπέστη ἀπάνωθεν αὐτοῦ. 21 καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ· καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου. 22 Καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν, καθὼς ἐξυρήσατο. 23 καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θυσιάσαι θυσίασμα μέγα τῷ Δαγὼν θεῷ αὐτῶν καὶ εὐφρανθῆναι καὶ εἶπαν· ἔδωκεν ὁ Θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψὼν τὸν ἐχθρὸν ἡμῶν. 24 καὶ εἶδον αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν, ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν, τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν, καὶ ὃς ἐπλήθυνε τοὺς τραυματίας ἡμῶν. 25 καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν· καλέσατε τὸν Σαμψὼν ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψὼν ἐξ οἴκου δεσμωτηρίου, και ἔπαιζεν ἐνώπιον αὐτῶν, καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων. 26 καὶ εἶπε Σαμψὼν πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ· ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας, ἐφ᾿ οἷς ὁ οἶκος ἐπ᾿ αὐτούς, καὶ ἐπιστηριχθήσομαι ἐπ᾿ αὐτούς. 27 καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παγνίαις Σαμψών. 28 καὶ ἔκλαυσε Σαμψὼν πρὸς Κύριον, καὶ εἶπεν· ᾿Αδωναϊὲ Κύριε, μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο, Θεέ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις. 29 καὶ περιέλαβε Σαμψὼν τοὺς δύο κίονας τοῦ οἴκου, ἐφ᾿ οὓς ὁ οἶκος εἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ᾿ αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ. 30 καὶ εἶπε Σαμψών· ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύϊ, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες, οὓς ἐθανάτωσε Σαμψὼν ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ. 31 καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον ᾿Εσθαὸλ ἐν τῷ τάφῳ Μανωὲ τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσιν ἔτη.

Τετάρτη 15 Φεβρουαρίου 2017

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ 15 

ΚΑΙ ἐγένετο μεθ᾿ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν καὶ εἶπεν· εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου καὶ εἰς τὸ ταμιεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν. 2 καὶ εἶπεν ὁ πατὴρ αὐτῆς λέγων· εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου· μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα ἀγαθωτέρα ὑπὲρ αὐτήν; ἔστω δή σοι ἀντὶ αὐτῆς. 3 καὶ εἶπεν αὐτοῖς Σαμψών· ἠθώωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων, ὅτι ποιῶ ἐγὼ μετ᾿ αὐτῶν πονηρίαν. 4 καὶ ἐπορεύθη Σαμψὼν καὶ συνέλαβε τριακοσίας ἀλώπεκας καὶ ἔλαβε λαμπάδας καὶ ἐπέστρεψε κέρκον πρὸς κέρκον καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων καὶ ἔδησε· 5 καὶ ἐξέκαυσε πῦρ ἐν ταῖς λαμπάσι καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσι τῶν ἀλλοφύλων, καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας. 6 καὶ εἶπαν οἱ ἀλλόφυλοι· τίς ἐποίησε ταῦτα; καὶ εἶπαν· Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνί, ὅτι ἔλαβε τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτῆς ἐν πυρί. 7 καὶ εἶπεν αὐτοῖς Σαμψών· ἐὰν ποιήσητε οὕτως ταύτην, ὅτι ἦ μὴν ἐκδικήσω ἐν ὑμῖν καὶ ἔσχατον κοπάσω. 8 καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας ᾿Ητάμ. 9 Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν ᾿Ιούδᾳ καὶ ἐξερρίφησαν ἐν Λεχί. 10 καὶ εἶπαν ἀνὴρ ᾿Ιούδα· εἰς τί ἀνέβητε ἐφ᾿ ἡμᾶς; καὶ εἶπον οἱ ἀλλόφυλοι· δῆσαι τὸν Σαμψὼν ἀνέβημεν καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν. 11 καὶ κατέβησαν τρισχίλιοι ἀπὸ ᾿Ιούδα ἄνδρες εἰς τρυμαλιὰν πέτρας ᾿Ητὰμ καὶ εἶπαν πρὸς Σαμψών· οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν, καὶ τί τοῦτο ἐποίησας ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψών· ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς. 12 καὶ εἶπαν αὐτῷ· δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψών· ὀμόσατέ μοι μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς. 13 καὶ εἶπον αὐτῷ λέγοντες· οὐχί, ὅτι ἀλλ᾿ ἢ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν καὶ θανάτῳ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης. 14 καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στυππίον, ὃ ἐξεκαύθη ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ. 15 καὶ εὗρε σιαγόνα ὄνου ἐξερριμένη καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας. 16 καὶ εἶπε Σαμψών· ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας. 17 καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔρριψε τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον ᾿Αναίρεσις σιαγόνος. 18 καὶ ἐδίψησε σφόδρα, καὶ ἔκλαυσε πρὸς Κύριον καὶ εἶπε· σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων. 19 καὶ ἔρρηξεν ὁ Θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ, καὶ ἔπιε, καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησε. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν Σιαγόνι, ἕως τῆς ἡμέρας ταύτης. 20 καὶ ἔκρινε τὸν ᾿Ισραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσιν ἔτη.