ΚΕΦΑΛΑΙΟΝ 3
ΚΑΙ ἐκάθισε μετὰ τῆς πενθερᾶς αὐτῆς. εἶπε δὲ αὐτῇ Νωεμὶν ἡ πενθερὰ αὐτῆς· θύγατερ, οὐ μὴ ζητήσω σοι ἀνάπαυσιν, ἵνα εὖ γένηταί σοι; 2 καὶ νῦν οὐχὶ Βοὸζ γνώριμος ἡμῶν, οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ; ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί. 3 σὺ δὲ λούσῃ καὶ ἀλείψῃ καὶ περιθήσεις τὸν ἱματισμόν σου ἐπί σεαυτῇ καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω· μὴ γνωρισθῇς τῷ ἀνδρὶ ἕως τοῦ συντελέσαι αὐτὸν τοῦ φαγεῖν καὶ πιεῖν· 4 καὶ ἔσται ἐν τῷ κοιμηθῆναι αὐτόν, καὶ γνώσῃ τὸν τόπον ὅπου κοιμᾶται ἐκεῖ, καὶ ἐλεύσῃ καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ καὶ κοιμηθήσῃ, καὶ αὐτὸς ἀπαγγελεῖ σοι ἃ ποιήσεις. 5 εἶπε δὲ Ροὺθ πρὸς αὐτήν· πάντα ὅσα ἂν εἴπῃς, ποιήσω. 6 καὶ κατέβη εἰς τὸν ἅλω καὶ ἐποίησε κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῇ ἡ πενθερὰ αὐτῆς. 7 καὶ ἔφαγε Βοὸζ καὶ ἔπιε καὶ ἠγαθύνθη ἡ καρδία αὐτοῦ, καὶ ἦλθε κοιμηθῆναι ἐν μερίδι τῆς στοιβῆς· ἡ δὲ ἦλθε κρυφῇ καὶ ἀπεκάλυψε τὰ πρὸς ποδῶν αὐτοῦ. 8 ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ καὶ ἐξέστη ὁἀνὴρ καὶ ἐταράχθη, καὶ ἰδοὺ γυνὴ κοιμᾶται πρὸς ποδῶν αὐτοῦ. 9 εἶπε δέ· τίς εἶ σύ; ἡ δὲ εἶπεν· ἐγώ εἰμι Ροὺθ ἡ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ. 10 καὶ εἶπε Βοόζ· εὐλογημένη σὺ τῷ Κυρίῳ Θεῷ, θύγατερ, ὅτι ἠγάθυνας τὸ ἔλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον, μὴ πορευθῆναί σε ὀπίσω νεανιῶν, εἴτοι πτωχὸς εἴτοι πλούσιος. 11 καὶ νῦν, θύγατερ, μὴ φοβοῦ· πάντα, ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· οἶδε γὰρ πᾶσα φυλὴ λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἶ σύ. 12 καὶ νῦν ὁ ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι. καί γέ ἐστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ. 13 αὐλίσθητι τὴν νύκτα, καὶ ἔσται τὸ πρωΐ, ἐὰν ἀγχιστεύσῃ σε, ἀγαθόν, ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ, ζῇ Κύριος· κοιμήθητι ἕως τὸ πρωΐ. 14 καὶ ἐκοιμήθη πρὸς ποδῶν αὐτοῦ ἕως πρωΐ. ἡ δὲ ἀνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ· καὶ εἶπε Βοόζ· μὴ γνωσθήτω ὅτι ἦλθε γυνὴ εἰς τὸν ἅλω. 15 καὶ εἶπεν αὐτῇ· φέρε τὸ περίζωμα τὸ ἐπάνω σου. καὶ ἐκράτησεν αὐτό, καὶ ἐμέτρησεν ἓξ κριθῶν καὶ ἐπέθηκεν ἐπ᾿ αὐτήν· καὶ εἰσῆλθεν εἰς τὴν πόλιν. 16 καὶ Ροὺθ εἰσῆλθε πρὸς τὴν πενθερὰν αὐτῆς· ἡ δὲ εἶπεν αὐτῇ· θύγατερ· καὶ εἶπεν αὐτῇ πάντα, ὅσα ἐποίησεν αὐτῇ ὁ ἀνήρ. 17 καὶ εἶπεν αὐτῇ· τὰ ἓξ τῶν κριθῶν ταῦτα ἔδωκέ μοι, ὅτι εἶπε πρός με· μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου. 18 ἡ δὲ εἶπε· κάθου, θύγατερ, ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ρῆμα· οὐ γὰρ μὴ ἡσυχάσῃ ὁ ἀνήρ, ἕως ἂν τελεσθῇ τὸ ρῆμα σήμερον.
Πέμπτη 2 Μαρτίου 2017
ΡΟΥΘ
ΚΕΦΑΛΑΙΟΝ 2
ΚΑΙ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας ᾿Ελιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ. 2 καὶ εἶπε Ροὺθ ἡ Μωαβῖτις πρὸς Νωεμίν· πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ· πορεύου, θύγατερ. 3 καὶ ἐπορεύθη καὶ ἐλθοῦσα συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων· καὶ περιέπεσε περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοὸζ τοῦ ἐκ τῆς συγγενείας ᾿Ελιμέλεχ. 4 καὶ ἰδοὺ Βοὸζ ἦλθεν ἐκ Βηθλεὲμ καὶ εἶπε τοῖς θερίζουσι· Κύριος μεθ᾿ ὑμῶν· καὶ εἶπον αὐτῷ· εὐλογήσαι σε Κύριος. 5 καὶ εἶπε Βοὸζ τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας· τίνος ἡ νεᾶνις αὕτη; 6 καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὼς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν· ἡ παῖς ἡ Μωαβῖτίς ἐστιν ἡ ἀποστραφεῖσα μετὰ Νωεμὶν ἐξ ἀγροῦ Μωὰβ 7 καὶ εἶπε· συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθε καὶ ἔστη ἀπὸ πρωΐθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν. 8 καὶ εἶπε Βοὸζ πρὸς Ρούθ· οὐκ ἤκουσας, θύγατερ; μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ, καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν· ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου· 9 οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρόν, οὗ ἐὰν θερίζωσι, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψαισθαί σου· καὶ ὅτε διψήσεις καὶ πορευθήσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἐὰν ὑδρεύωνται τὰ παιδάρια. 10 καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπε πρὸς αὐτόν· τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με, καὶ ἐγώ εἰμι ξένη; 11 καὶ ἀπεκρίθη Βοὸζ καὶ εἶπεν αὐτῇ· ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ ἐπορεύθης πρὸς λαόν, ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης· 12 ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ ᾿Ισραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸτὰς πτέρυγας αὐτοῦ. 13 ἡ δὲ εἶπεν· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου. 14 καὶ εἶπεν αὐτῇ Βοόζ· ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. καὶ ἐκάθισε Ροὺθ ἐκ πλαγίων τῶν θεριζόντων, καὶ ἐβούνισεν αὐτῇ Βοὸζ ἄλφιτον, καὶ ἔφαγε καὶ ἐνεπλήσθη καὶ κατέλιπε. 15 καὶ ἀνέστη τοῦ συλλέγειν, καὶ ἐνετείλατο Βοὸζ τοῖς παιδαρίοις αὐτοῦ λέγων· καί γε ἀνὰ μέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν· 16 καὶ βαστάζοντες βαστάσατε αὐτῇ καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων· καὶ φάγεται καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ. 17 καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας· καὶ ἐρράβδισεν ἃ συνέλεξε, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν. 18 καὶ ᾖρε καὶ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξε, καὶ ἐξενέγκασα Ροὺθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν, ἐξ ὧν ἐνεπλήσθη. 19 καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς· ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος. καὶ ἀνήγγειλε Ροὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησε, καὶ εἶπε· τὸ ὄνομα τοῦ ἀνδρός, μεθ᾿ οὗ ἐποίησα σήμερον, Βοόζ. 20 εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς· εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμίν· ἐγγίζει ἡμῖν ὁ ἀνήρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι. 21 καὶ εἶπε Ροὺθ πρὸς τὴν πενθερὰν αὐτῆς· καί γε ὅτι εἶπε πρός με· μετὰ τῶν κορασίων τῶν ἐμῶν προσκολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν, ὃς ὑπάρχει μοι. 22 καὶ εἶπε Νωεμὶν πρὸς Ροὺθ τὴν νύμφην αὐτῆς· ἀγαθόν, θύγατερ, ὅτι ἐξῆλθες μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ. 23 καὶ προσεκολλήθη Ροὺθ τοῖς κορασίοις τοῦ Βοὸζ τοῦ συλλέγειν ἕως τοῦ συντελέσαι τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν.
Τρίτη 28 Φεβρουαρίου 2017
ΡΟΥΘ
ΚΕΦΑΛΑΙΟΝ 1
ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς ᾿Ιούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ. 2 καὶ ὄνομα τῷ ἀνδρὶ ᾿Ελιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νεωμίν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Χελαιών, ᾿Εφραθαῖοι ἐκ Βηθλεὲμ τῆς ᾿Ιούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ. 3 και ἀπέθανεν ᾿Ελιμέλεχ ὁ ἀνὴρ τῆς Νεωμίν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς. 4 καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ ᾿Ορφά, καὶ ὄνομα τῇ δευτέρᾳ Ρούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη. 5 καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών, καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς. 6 καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους, 7 καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾿ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν ᾿Ιούδα. 8 καὶ εἶπε Νωεμὶν ταῖς δυσὶ νύμφαις αὐτῆς· πορεύεσθαι δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μετ᾿ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκόταν καὶ μετ᾿ ἐμοῦ· 9 δῴη Κύριος ὑμῖν καΙ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς· καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. 10 καὶ εἶπαν αὐτῇ· μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου. 11 καὶ εἶπε Νωεμίν· ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἱνατί πορεύεσθε μετ᾿ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας; 12 ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα, ὅτι ἔστι μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς, 13 μὴ αὐτοὺς προσδέξεσθαι ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δή, θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου. 14 καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν ᾿Ορφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ροὺθ δὲ ἠκολούθησεν αὐτῇ. 15 καὶ εἶπε Νωεμὶν πρὸς Ρούθ· ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου. 16 εἶπε δὲ Ρούθ· μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ Θεός σου Θεός μου· 17 καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείῃ, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ. 18 ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾿ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι. 19 ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βηθλεέμ. καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτάς εἰς Βηθλεέμ, καὶ ἤχησε πᾶσα ἡ πόλις ἐπ᾿ αὐταῖς καὶ εἶπον· εἰ αὕτη ἐστὶ Νωεμίν; 20 καὶ εἶπε πρὸς αὐτάς· μὴ δὴ καλεῖτέ με Νωεμίν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα· 21 ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέ με ὁ Κύριος· καὶ ἱνατί καλεῖτέ με Νωεμίν; καὶ Κύριος ἐταπείνωσέ με, καὶ ὁ ἱκανὸς ἐκάκωσέ με. 22 καὶ ἐπέστρεψε Νωεμὶν καὶ Ροὺθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσαι ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.

Δευτέρα 27 Φεβρουαρίου 2017
ΚΡΙΤΑΙ
ΚΕΦΑΛΑΙΟΝ 21
ΚΑΙ οἱ υἱοὶ ᾿Ισραὴλ ὤμοσαν ἐν Μασσηφὰθ λέγοντες· ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμὶν εἰς γυναῖκα. 2 καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθὴλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ Θεοῦ καὶ ᾖραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν 3 καὶ εἶπαν· εἰς τί, Κύριε Θεὲ ᾿Ισραήλ, ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ ᾿Ισραὴλ φυλὴν μίαν; 4 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας. 5 καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν ᾿Ισραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσι πρὸς Κύριον εἰς Μασσηφὰθ λέγοντες· θανάτῳ θανατωθήσεται. 6 καὶ παρεκλήθησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Βενιαμὶν ἀδελφὸν αὐτῶν καὶ εἶπαν· ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ ᾿Ισραήλ· 7 τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν Κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας. 8 καὶ εἶπαν· τίς εἷς ἀπὸ φυλῶν ᾿Ισραήλ, ὃς οὐκ ἀνέβη πρὸς Κύριον εἰς Μασσηφάθ; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ᾿Ιαβὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν. 9 καὶ ἐπεσκέπη ὁ λαός, καί οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ᾿Ιαβὶς Γαλαάδ. 10 καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλατο αὐτοῖς λέγοντες· πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ᾿Ιαβὶς Γαλαὰδ ἐν στόματι ρομφαίας. 11 καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εὐδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως. 12 καὶ εὗρον ἀπὸ οἰκούντων ᾿Ιαβὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼμ τὴν ἐν γῇ Χαναάν. 13 καὶ ἀπέστειλαν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμὶν ἐν τῇ πέτρᾳ Ρεμμὼν καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην. 14 καὶ ἐπέστρεψε Βενιαμὶν πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ τὰς γυναῖκας, ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων ᾿Ιαβὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτω. 15 Καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμίν, ὅτι ἐποίησε Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς ᾿Ισραήλ. 16 καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς· τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμὶν γυνή. 17 καὶ εἶπαν· Κληρονομία διασωζομένων τῶν Βενιαμίν, καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ ᾿Ισραήλ· 18 ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς ᾿Ισραὴλ λέγοντες· ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμίν. 19 καὶ εἶπαν· ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼμ ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθὴλ κατ᾿ ἀνατολάς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπό Βαιθὴλ εἰς Συχέμ καὶ ἀπὸ νότου τῆς Λεβωνά. 20 καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμὶν λέγοντες· πορεύεσθε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσι· 21 καὶ ὄψεσθε καὶ ἰδού, ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼ χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα, ἀπὸ τῶν θυγατέρων Σηλὼμ καὶ πορεύεσθε εἰς γῆν Βενιαμίν. 22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ἡμᾶς, καὶ ἐροῦμεν αὐτοῖς· ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς κλῆροςπλημμελήσατε. 23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμὶν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς. 24 καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ. 25 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.

Παρασκευή 24 Φεβρουαρίου 2017
ΚΡΙΤΑΙ
ΚΕΦΑΛΑΙΟΝ 20
ΚΑΙ ἐξῆλθον πάντες οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ γῆ τοῦ Γαλαὰδ πρὸς Κύριον εἰς Μασσηφά. 2 καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ ᾿Ισραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ Θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ρομφαίαν. 3 καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμὶν ὅτι ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφά. καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· λαλήσατε, ποῦ ἐγένετο ἡ πονηρία αὕτη; 4 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν· εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι. 5 καὶ ἀνέστησαν ἐπ᾿ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ καὶ ἐκύκλωσαν ἐπ᾿ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανε. 6 καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν ᾿Ισραήλ, ὅτι ἐποίησαν ζέμα καὶ ἀπόπτωμα ἐν ᾿Ισραήλ. 7 ἰδοὺ πάντες ὑμεῖς, υἱοὶ ᾿Ισραήλ, δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ. 8 καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες· οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ. 9 καὶ νῦν τοῦτο τὸ ρῆμα, ὃ ποιηθήσεται τῇ Γαβαά· ἀναβησόμεθα ἐπ᾿ αὐτὴν ἐν κλήρῳ, 10 πλὴν ληψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς ᾿Ισραὴλ καὶ ἑκατὸν τοῖς χιλίοις καὶχιλίους τοῖς μυρίοις, λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαὰ Βενιαμίν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα, ὃ ἐποίησεν ἐν ᾿Ισραήλ. 11 καὶ συνήχθη πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς. 12 Καὶ ἀπέστειλαν αἱ φυλαὶ ᾿Ισραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμὶν λέγοντες· τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν; 13 καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαά, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ ᾿Ισραήλ. καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμὶν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν ᾿Ισραήλ. 14 καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς ᾿Ισραήλ. 15 καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ρομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες 16 ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες. 17 καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμίν, τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ρομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως. 18 καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ καὶ ἠρώτησαν ἐν τῷ Θεῷ καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος· ᾿Ιούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος. 19 καὶ ἀνέστησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πρωΐ καὶ παρενέβαλον ἐπὶ Γαβαά. 20 καὶ ἐξῆλθον πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰς παράταξιν πρὸς Βενιαμὶν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά. 21 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῆς Γαβαὰ καὶ διέφθειραν ἐν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν. 22 καὶ ἐνίσχυσαν ἀνὴρ ᾿Ισραὴλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ, ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ. 23 καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν Κυρίῳ λέγοντες· εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος· ἀνάβητε πρὸς αὐτούς. 24 καὶ προσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ. 25 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειραν ἀπὸ υἱῶν ᾿Ισραὴλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπί τὴν γῆν· πάντες οὗτοι ἕλκοντες ρομφαίαν. 26 καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθὴλ καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου· 27 ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ, 28 καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐπηρώτησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν Κυρίῳ λέγοντες· εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν; καὶ εἶπε Κύριος· ἀνάβητε, ὅτι αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν. 29 Καὶ ἔθηκαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ. 30 καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ συνῆψαν πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ. 31 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστι μία ἀναβαίνουσα εἰς Βαιθὴλ καὶ μία εἰς Γαβαὰ ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν ᾿Ισραήλ. 32 καὶ εἶπαν οἱ υἱοὶ Βενιαμίν· πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ ᾿Ισραὴλ εἶπαν· φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς· καὶ ἐποίησαν οὕτω. 33 καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτῶν καὶ συνῆψαν ἐν Βααλθαμάρ, καὶ τό ἔνεδρον ᾿Ισραὴλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μαοραγαβέ. 34 καὶ ἦλθον ἐξ ἐναντίας Γαβαὰ δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς ᾿Ισραὴλ καὶ παράταξις βαρεῖα· καὶ αὐτοὶ οὐ ἔγνωσαν, ὅτι φθάνει ἐπ᾿ αὐτοὺς ἡ κακία. 35 καὶ ἐπάταξε Κύριος τὸν Βενιαμὶν ἐνώπιον υἱῶν ᾿Ισραήλ, καὶ διέφθειραν οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ τοῦ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἷλκον ρομφαίαν. 36 καὶ εἶδον οἱ υἱοὶ Βενιαμὶν ὅτι ἐπλήγησαν· καὶ ἔδωκεν ἀνὴρ ᾿Ισραὴλ τῷ Βενιαμὶν τόπον, ὅτι ἤλπισαν πρὸς τό ἔνεδρον, ὃ ἔθηκαν ἐπὶ τῇ Γαβαά. 37 καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι καὶ τὸ ἔνεδρον ἐκινήθη καί ἐξέτειναν ἐπὶ τὴν Γαβαά, καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας. 38 καὶ σημεῖον ἦν τοῖς υἱοῖς ᾿Ισραὴλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως. 39 καὶ εἶδον οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαά, καὶ ἔστησαν ἐν τῇ παρατάξει, καὶ Βενιαμὶν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν ᾿Ισραὴλ ὡς τριάκοντα ἄνδρας, ὅτι εἶπαν· πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη. 40 καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ· καὶ ἐπέβλεψε Βενιαμὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ. 41 καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπέστρεψε, καὶ ἔσπευσαν ἄνδρες Βενιαμίν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπ᾿ αὐτούς ἡ πονηρία. 42 καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν ᾿Ισραὴλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον, καὶ ἡ παράταξις ἔφθασεν ἐπ᾿ αὐτούς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν. 43 καὶ κατέκοπτον τὸν Βενιαμὶν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουὰ κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαὰ πρὸς ἀνατολὰς ἡλίου. 44 καὶ ἔπεσον ἀπὸ Βενιαμὶν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. 45 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμών, καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ ᾿Ισραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ ᾿Ισραὴλ ἕως Γεδᾶν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας. 46 καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἀπὸ Βενιαμὶν εἰκοσιπέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ρομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. 47 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμών, ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ Ρεμμὼν τέσσαρας μῆνας. 48 καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμὶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας ἀπὸ πόλεως Μεθλὰ καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί.
Εγγραφή σε:
Σχόλια (Atom)