Τετάρτη 12 Απριλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 16 

ΚΑΙ εἶπε Κύριος πρὸς Σαμουήλ· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ ᾿Ισραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς ᾿Ιεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα. 2 καὶ εἶπε Σαμουήλ· πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπε Κύριος· δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς· θῦσαι τῷ Κυρίῳ ἥκω· 3 καὶ καλέσεις τὸν ᾿Ιεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἂν εἴπω πρός σε. 4 καὶ ἐποίησε Σαμουὴλ πάντα, ἃ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ἦλθεν εἰς Βηθλεέμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν· εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων; 5 καὶ εἶπεν· εἰρήνη· θῦσαι τῷ Κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾿ ἐμοῦ σήμερον, καὶ ἡγίασε τὸν ᾿Ιεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν. 6 καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς καὶ εἶδε τὸν ᾿Ελιὰβ καὶ εἶπεν· ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ. 7 καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν. 8 καὶ ἐκάλεσεν ᾿Ιεσσαὶ τὸν ᾿Αμιναδάβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν· οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός. 9 καὶ παρήγαγεν ᾿Ιεσσαὶ τὸν Σαμά· καὶ εἶπε· καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος. 10 καὶ παρήγαγεν ᾿Ιεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπε Σαμουήλ· οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις. 11 καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Ιεσσαί· ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν· ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Ιεσσαί· ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν. 12 καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ, ὅτι οὗτός ἐστιν ἀγαθός. 13 καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς ᾿Αρμαθαίμ. 14 Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου. 15 καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν· ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε· 16 εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ Κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπί σοι καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε. 17 καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ· ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρός με. 18 καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν· ἰδοὺ ἑώρακα υἱὸν τῷ ᾿Ιεσσαὶ Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετὸς καὶ πολεμιστὴς καὶ σοφὸς λόγῳ, καὶ ὁ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετ᾿ αὐτοῦ. 19 καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς ᾿Ιεσσαὶ λέγων· ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου. 20 καὶ ἔλαβεν ᾿Ιεσσαὶ γομὸρ ἄρτων καὶ ἀσκὸν οἶνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ. 21 καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ. 22 καὶ ἀπέστειλε Σαοὺλ πρὸς ᾿Ιεσσαὶ λέγων· παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου. 33 καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ. καὶ ἀνέψυχε Σαούλ, καὶ ἀγαθὸν αὐτῷ. καὶ ἀφίστατο ἀπ᾿ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.

Δευτέρα 10 Απριλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 15 


ΚΑΙ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἐμὲ ἀπέστειλε Κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου· 2 τάδε εἶπε Κύριος Σαβαώθ· νῦν ἐκδικήσω ἃ ἐποίησεν ᾿Αμαλὴκ τῷ ᾿Ισραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου· 3 καὶ νῦν πορεύου καὶ πατάξεις τὸν ᾿Αμαλὴκ καὶ ῾Ιερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾿ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου. 4 καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν ᾿Ιούδαν τριάκοντα χιλιάδας ταγμάτων. 5 καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων ᾿Αμαλὴκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ. 6 καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον· ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ ᾿Αμαληκίτου, μὴ προσθῶ σε μετ᾿ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου ᾿Αμαλήκ. 7 καὶ ἐπάταξε Σαοὺλ τὸν ᾿Αμαλὴκ ἀπὸ Εὐιλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου. 8 καὶ συνέλαβε τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλὴκ ζῶντα καὶ πάντα τὸν λαὸν καὶ ῾Ιερὶμ ἀπέκτεινεν ἐν στόματι ρομφαίας. 9 καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν ᾿Αγὰγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν. 10 Καὶ ἐγενήθη ρῆμα Κυρίου πρὸς Σαμουὴλ λέγων· 11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε. καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα. 12 καὶ ὤρθρισε Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν ᾿Ισραὴλ τὸ πρωΐ. καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἥκει Σαμουὴλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψε τὸ ἅρμα. καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ ᾿Αμαλήκ. 13 καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ· εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησε Κύριος. 14 καὶ εἶπε Σαμουήλ· καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω; 15 καὶ εἶπε Σαούλ· ἐξ ᾿Αμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαὸς τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα. 16 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ· λάλησον. 17 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς ᾿Ισραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ. 18 καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ καὶ εἶπέ σοι· πορεύθητι καὶ ἐξολόθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν ᾿Αμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς. 19 καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλ᾿ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου; 20 καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ, ᾗ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλὴκ καὶ τὸν ᾿Αμαλὴκ ἐξωλόθρευσα· 21 καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις. 22 καὶ εἶπε Σαμουήλ· εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν· 23 ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ ᾿Ισραήλ. 24 καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ρῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν· 25 καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. 26 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καί ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν ᾿Ισραήλ. 27 καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό· 28 καὶ εἶπε πρὸς αὐτὸν Σαμουήλ· διέρρηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ ᾿Ισραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ· 29 καὶ διαιρεθήσεται ᾿Ισραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός. 30 καὶ εἶπε Σαούλ· ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων ᾿Ισραὴλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. 31 καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ καὶ προσεκύνησε τῷ Κυρίῳ. 32 καὶ εἶπε Σαμουήλ· προσαγάγετέ μοι τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλήκ. καὶ προσῆλθε πρὸς αὐτὸν ᾿Αγὰγ τρέμων, καὶ εἶπεν ᾿Αγάγ· εἰ οὕτω πικρὸς ὁ θάνατος; 33 καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Αγάγ· καθότι ἠτέκνωσε γυναῖκας ἡ ρομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου, καὶ ἔσφαξε Σαμουὴλ τὸν ᾿Αγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ. 34 καὶ ἀπῆλθε Σαμουὴλ εἰς ᾿Αρμαθαίμ, καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά. 35 καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἠμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ· καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ ᾿Ισραήλ.

Παρασκευή 7 Απριλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 14 

ΚΑΙ γίνεται ἡ ἡμέρα καὶ εἶπεν ᾿Ιωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε. 2 καὶ Σαοὺλ ἐκάθητο ἐπ᾿ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ροὰν τὴν ἐν Μαγδών, καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες· 3 καὶ ᾿Αχιὰ υἱὸς ᾿Αχιτὼβ ἀδελφοῦ ᾿Ιωχαβὴδ υἱοῦ Φινεὲς υἱοῦ ῾Ηλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται ᾿Ιωνάθαν. 4 καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει ᾿Ιωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ὁδοὺς πέτρας ἐκ τούτου καὶ ὁδοὺς πέτρας ἐκ τούτου, ὄνομα τῷ ἑνὶ Βασὲς καὶ ὄνομα τῷ ἄλλῳ Σεννά· 5 ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμὰς καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβαέ. 6 καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ· δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴτι ποιήσαι Κύριος ἡμῖν· ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις. 7 καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ· ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκλίνῃ, ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σου καρδία μου. 8 καὶ εἶπεν ᾿Ιωνάθαν· ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς· 9 ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ᾿ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾿ αὐτούς· 10 ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον. 11 καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι· ἰδοὺ ῾Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ. 12 καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς ᾿Ιωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν· ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ρῆμα. καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ᾿Ισραήλ. 13 καὶ ἀνέβη ᾿Ιωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον ᾿Ιωνάθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ. 14 καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν ᾿Ιωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσιν ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου. 15 καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαὸς ὁ ἐν Μεσσὰβ καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου. 16 καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν. 17 καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ· ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο ᾿Ιωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ. 18 καὶ εἶπε Σαοὺλ τῷ ᾿Αχιᾷ· προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον ᾿Ισραήλ. 19 καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε· καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα· συνάγαγε τὰς χεῖράς σου. 20 καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ρομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα. 21 καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ ᾿Ισραὴλ τῶν μετὰ Σαοὺλ καὶ ᾿Ιωνάθαν. 22 καὶ πᾶς ᾿Ισραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει ᾿Εφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον. 23 καὶ ἔσωσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν ᾿Ισραήλ. Καὶ ὁ πόλεμος διῆλθε τὴν Βαμώθ, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει ᾿Εφραίμ. 24 καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου. καὶ πᾶσα ἡ γῆ ἠρίστα. 25 καὶ ᾿Ιάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ, 26 καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον Κυρίου. 27 καὶ ᾿Ιωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. 28 καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν· ὁρκίσας ὥρκισε τὸν λαὸν ὁ πατήρ σου λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη ὁ λαός. 29 καὶ ἔγνω ᾿Ιωνάθαν καὶ εἶπεν· ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχύ τι τοῦ μέλιτος τούτου· 30 ἀλλ᾿ ὅτι εἰ ἔφαγεν ἔσθων σήμερον ὁ λαὸς τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις. 31 καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχμάς, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα. 32 καὶ ἐκλήθη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι. 33 καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες· ἡμάρτηκεν ὁ λαὸς τῷ Κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπε Σαοὺλ ἐκ Γεθθαίμ· κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν. 34 καὶ εἶπε Σαούλ· διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ Κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν ὁ λαὸς ἕκαστος τὸἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ. 35 καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ Κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ. 36 Καὶ εἶπε Σαούλ· καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν· πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς· προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν. 37 καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας ᾿Ισραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 38 καὶ εἶπε Σαούλ· προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ ᾿Ισραὴλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον· 39 ὅτι ζῇ Κύριος ὁ σώσας τὸν ᾿Ισραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ ᾿Ιωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ. 40 καὶ εἶπε παντὶ ἀνδρὶ ᾿Ισραήλ· ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ ᾿Ιωνάθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. 41 καὶ εἶπε Σαούλ· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν ᾿Ιωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ Θεὸς ᾿Ισραὴλ δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς, ἐν τῷ λαῷ σου ᾿Ισραήλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται ᾿Ιωνάθαν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθε. 42 καὶ εἶπε Σαούλ· βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον ᾿Ιωνάθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται Κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· οὐκ ἔστι τὸ ρῆμα τοῦτο. καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται ᾿Ιωνάθαν. 43 καὶ εἶπε Σαοὺλ πρὸς ᾿Ιωνάθαν· ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ ᾿Ιωνάθαν καὶ εἶπε· γευόμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. 44 καὶ εἶπεν αὐτῷ Σαούλ· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. 45 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν ᾿Ισραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ ᾿Ιωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε. 46 καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν. 47 Καὶ Σαοὺλ κατακληροῦται ἔργον ἐπὶ ᾿Ισραήλ. καὶ ἐπολέμει κύκλῳ πάντας τούς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωὰβ καὶ εἰς τοὺς υἱοὺς ᾿Αμμὼν καὶ εἰς τοὺς υἱοὺς ᾿Εδὼμ καὶ εἰς τὸν Βαιθεὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσώζετο. 48 καὶ ἐποίησε δύναμιν καὶ ἐπάταξε τὸν ᾿Αμαλὴκ καὶ ἐξείλατο τὸν ᾿Ισραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν. 49 καὶ ἦσαν οἱ υἱοὶ Σαοὺλ ᾿Ιωνάθαν καὶ ᾿Ιεσσιοὺ καὶ Μελχισά· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχόλ· 50 καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ ᾿Αχινοὸμ θυγάτηρ ᾿Αχιμάας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αὐτοῦ ᾿Αβεννήρ, υἱὸς Νήρ, υἱοῦ οἰκείου Σαούλ· 51 καὶ Κὶς πατὴρ Σαοὺλ καὶ Νὴρ πατὴρ ᾿Αβεννὴρ υἱὸς ᾿Ιαμὶν υἱοῦ ᾿Αβιήλ. 52 καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ. καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.

Τετάρτη 5 Απριλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 13 

ΚΑΙ ἐκλέγεται ἑαυτῷ Σαοὺλ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν ᾿Ισραήλ, καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι οἱ ἐν Μαχμάς, καὶ ἐν τῷ ὄρει Βαιθήλ, καὶ χίλιοι ἦσαν μετὰ ᾿Ιωνάθαν ἐν Γαβαὰ τοῦ Βενιαμίν, καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ. 3 καὶ ἐπάταξεν ᾿Ιωνάθαν τὸν Νασὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι. καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων· ἠθετήκασιν οἱ δοῦλοι. 4 καὶ πᾶς ᾿Ισραὴλ ἤκουσε λεγόντων· πέπαικε Σαοὺλ τὸν Νασὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν ᾿Ισραὴλ ἐν τοῖς ἀλλοφύλοις. καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις. 5 καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ, καὶ ἀναβαίνουσιν ἐπὶ ᾿Ισραὴλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσι καὶ παρεμβάλλουσιν ἐν Μαχμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ νότου. 6 καὶ ἀνὴρ ᾿Ισραὴλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις, 7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν ᾿Ιορδάνην εἰς γῆν Γὰδ καὶ Γαλαάδ. καὶ Σαοὺλ ἔτι ἦν ἐν Γαλγάλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ. 8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπε Σαμουὴλ, καὶ οὐ παρεγένετο Σαμουὴλ εἰς Γάλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ᾿ αὐτοῦ. 9 καὶ εἶπε Σαούλ· προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκε τὴν ὁλοκαύτωσιν. 10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουὴλ παραγίνεται· καὶ ἐξῆλθε Σαοὺλ εἰς ἀπάντησιν αὐτοῦ εὐλογῆσαι αὐτόν. 11 καὶ εἶπε Σαμουήλ· τί πεποίηκας; καὶ εἶπε Σαούλ· ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ᾿ ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχμάς, 12 καὶ εἶπα· νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γάλγαλα καὶ τοῦ προσώπου τοῦ Κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν. 13 καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι Κύριος, ὡς νῦν ἡτοίμασε Κύριος τὴν βασιλείαν σου ἐπὶ ᾿Ισραὴλ ἕως αἰῶνος· 14 καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος. 15 καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν ἐκ Γαλγάλων εἰς ὁδὸν αὐτοῦ, καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμὶν καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετ᾿ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας. 16 καὶ Σαοὺλ καὶ ᾿Ιωνάθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ᾿ αὐτῶν ἐκάθισαν ἐν Γαβαὰ Βενιαμὶν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν ἐν Μαχμάς. 17 καὶ ἐξῆλθε διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερὰ ἐπὶ γῆν Σωγάλ, 18 καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Βαιθωρών, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβαὲ τὴν εἰσκύπτουσαν ἐπὶ Γαὶ τὴν Σαβίμ. 19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ ᾿Ισραήλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι· μὴ ποιήσωσιν οἱ ῾Εβραῖοι ρομφαίαν καὶ δόρυ. 20 καὶ κατέβαινον πᾶς ᾿Ισραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ. 21 καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή. 22 καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς καὶ οὐχ εὑρέθη ρομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ ᾿Ιωνάθαν, καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ ᾿Ιωνάθαν υἱῷ αὐτοῦ. 23 καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχμάς.

Δευτέρα 3 Απριλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 12 

ΚΑΙ εἶπε Σαμουὴλ πρὸς πάντα ᾿Ισραήλ· ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα, ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφ᾿ ὑμᾶς βασιλέα. 2 καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης. 3 ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ᾿ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ᾿ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν. 4 καὶ εἶπαν πρὸς Σαμουήλ· οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας ἡμᾶς καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν. 5 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μάρτυς Κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐδέν. καὶ εἶπαν· μάρτυς. 6 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· μάρτυς Κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν ᾿Ααρών, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου. 7 καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν· 8 ὡς εἰσῆλθεν ᾿Ιακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν ᾿Ααρὼν καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ. 9 καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισάρᾳ ἀρχιστρατήγῳ ᾿Ιαβὶν βασιλέως ᾿Ασὼρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωάβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς. 10 καὶ ἐβόησαν πρὸς Κύριον καὶ ἔλεγον· ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν Κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι. 11 καὶ ἀπέστειλε Κύριος τὸν ῾Ιεροβάαλ καὶ τὸν Βαρὰκ καὶ τὸν ᾿Ιεφθάε καὶ τὸν Σαμουὴλ καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες. 12 καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν ᾿Αμμὼν ἦλθεν ἐφ᾿ ὑμᾶς, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ᾿ ἡμῶν· καὶ Κύριος ὁ Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν. 13 καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκε Κύριος ἐφ᾿ ὑμᾶς βασιλέα. 14 ἐὰν φοβηθῆτε τὸν Κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ᾿ ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι· 15 ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφ᾿ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν. 16 καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ρῆμα τό μέγα τοῦτο, ὃ ὁ Κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν. 17 οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι Κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον Κυρίου, αἰτήσαντες ἑαυτοῖς βασιλέα. 18 καὶ ἐπεκαλέσατο Σαμουὴλ τὸν Κύριον, καὶ ἔδωκε Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν Κύριον σφόδρα καὶ τὸν Σαμουήλ. 19 καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουήλ· πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον Θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα. 20 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπό ὄπισθεν Κυρίου καὶ δουλεύσατε τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν 21 καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν. 22 ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς εἰς λαόν. 23 καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ Κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν· 24 πλὴν φοβεῖσθε τὸν Κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι ἴδετε ἃ ἐμεγάλυνε μεθ᾿ ὑμῶν, 25 καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.