Τετάρτη 3 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 24 

ΚΑΙ ἀνέστη Δαυὶδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς ᾿Εγγαδδί. 2 καὶ ἐγενήθη ὡς ἐνέστρεψε Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων, ὅτι Δαυὶδ ἐν τῇ ἐρήμῳ ᾿Εγγαδδί. 3 καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς ᾿Ισραὴλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιέμ. 4 καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο. 5 καὶ εἶπον οἱ ἄνδρες Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρός σε παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυὶδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος τοῦ Σαοὺλ λαθραίως. 6 καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτόν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ, 7 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ᾿ αὐτόν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος· 8 καὶ ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν. 9 καὶ ἀνέστη Δαυὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησε Δαυὶδ ὀπίσω Σαοὺλ λέγων· κύριε βασιλεῦ· καὶ ἐπέβλεψε Σαοὺλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 10 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων· ἰδοὺ Δαυὶδ ζητεῖ τὴν ψυχήν σου; 11 ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα· οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι. 12 καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν. 13 δικάσαι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με Κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί, 14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία· ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. 15 καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ ᾿Ισραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός; 16 γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου. 17 καὶ ἐγένετο ὡς συνετέλεσε Δαυὶδ τὰ ρήματα ταῦτα λαλῶν πρὸς Σαούλ, καὶ εἶπε Σαούλ· ἡ φωνή σου αὕτη τέκνον Δαυίδ; καὶ ᾖρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε. 18 καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. 19 καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέ με Κύριος εἰς χεῖράς σου σήμερον καὶ οὐκ ἀπέκτεινάς με· 20 καὶ ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀποτίσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον. 21 καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χειρί σου ἡ βασιλεία ᾿Ισραήλ. 22 καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. 23 καὶ ὤμοσε Δαυὶδ τῷ Σαούλ. καὶ ἀπῆλθε Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρὰ στενήν.

Τρίτη 2 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 23 

ΚΑΙ ἀπηγγέλη τῷ Δαυὶδ λέγοντες· ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλά, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω. 2 καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου λέγων· εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος· πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά. 3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ ᾿Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα; 4 καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου, καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. 5 καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ εἰς Κεϊλὰ καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τούς κατοικοῦντας Κεϊλά. 6 Καὶ ἐγένετο ἐν τῷ φεύγειν ᾿Αβιάθαρ υἱὸν ᾿Αβιμέλεχ πρὸς Δαυὶδ καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ. 7 καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά, καὶ εἶπε Σαούλ· πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. 8 καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. 9 καὶ ἔγνω Δαυὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιάθαρ τὸν ἱερέα· προσάγαγε τὸ ἐφοὺδ Κυρίου. 10 καὶ εἶπε Δαυίδ· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν δι᾿ ἐμέ. 11 εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαούλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπε Κύριος· ἀποκλεισθήσεται.* 13 καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλὰ καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι, διασέσωσται Δαυὶδ ἐκ Κεϊλά, καὶ ἀνῆκε τοῦ ἐλθεῖν. 14 Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ ἐρήμῳ, ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζίφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ. 15 καὶ εἶδε Δαυὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ· καὶ Δαυὶδ ἦν ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ. 16 καὶ ἀνέστη ᾿Ιωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ. 17 καὶ εἶπε πρὸς αὐτόν· μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ ᾿Ισραήλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. 18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου. καὶ ἀκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ ᾿Ιωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ. 19 Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ᾿ ἡμῖν ἐν Μεσσαρά, ἐν τοῖς στενοῖς, ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τοῦ ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν; 20 καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς χεῖρας τοῦ βασιλέως. 21 καὶ εἶπεν αὐτοῖς Σαούλ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· 22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ, οὗ εἴπατε, μή ποτε πανουργεύσηται· 23 καὶ ἴδετε καὶ γνῶτε, καὶ πορεύσομαι μεθ᾿ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν ᾿Ιούδα. 24 καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ᾿ ἑσπέραν ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν. 25 καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυίδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν. καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαάν. 26 καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς. 27 καὶ πρὸς Σαοὺλ ἦλθεν ἄγγελος λέγων· σπεῦδε καὶ δεῦρο, ὅτι ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὴν γῆν. 28 καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.

Τετάρτη 26 Απριλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 22

ΚΑΙ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ ᾿Οδολλάμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσι πρὸς αὐτὸν ἐκεῖ. 2 καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾿ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες. 3 καὶ ἀπῆλθε Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰθ τῆς Μωὰβ καὶ εἶπε πρὸς βασιλέα Μωάβ· γινέσθωσαν δὴ ὁ πατὴρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ Θεός. 4 καὶ παρεκάλεσε τὸ πρόσωπον τοῦβασιλέως Μωάβ, καὶ κατῴκουν μετ᾿ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ. 5 καὶ εἶπε Γὰδ ὁ προφήτης πρὸς Δαυίδ· μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν ᾿Ιούδα. καὶ ἐπορεύθη Δαυὶδ καὶ ἦλθε καὶ ἐκάθισεν ἐν πόλει Σαρίχ. 6 Καὶ ἤκουσε Σαούλ, ὅτι ἔγνωσται Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμά, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ. 7 καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· ἀκούσατε δὴ υἱοὶ Βενιαμίν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς ᾿Ιεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους; 8 ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ ᾿Ιεσσαί, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη. 9 καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν· ἑώρακα τὸν υἱὸν ᾿Ιεσσαὶ παραγινόμενον εἰς Νομβὰ πρὸς ᾿Αβιμέλεχ υἱὸν ᾿Αχιτὼβ τὸν ἱερέα, 10 καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ρομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ. 11 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν ᾿Αβιμέλεχ υἱὸν ᾿Αχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβά, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα. 12 καὶ εἶπε Σαούλ· ἄκουε δή, υἱὲ ᾿Αχιτώβ· καὶ εἶπεν· ἰδοὺ ἐγώ, λάλει κύριε. 13 καὶ εἶπεν αὐτῷ Σαούλ· ἱνατί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ ὁ υἱὸς ᾿Ιεσσαὶ δοῦναί σε αὐτῷ ἄρτον καὶ ρομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη; 14 καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπε· καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου; 15 ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ρῆμα μικρὸν ἢ μέγα. 16 καὶ εἶπεν ὁ βασιλεὺς Σαούλ· θανάτῳ ἀποθανῇ, ᾿Αβιμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου. 17 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτόν· προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυίδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου. 18 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ· ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ. 19 καὶ τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ρομφαίας ἀπ᾿ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. 20 καὶ διασώζεται υἱὸς εἷς τῷ ᾿Αβιμέλεχ υἱῷ ᾿Αχιτώβ, καὶ ὄνομα αὐτῷ ᾿Αβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ. 21 καὶ ἀπήγγειλεν ᾿Αβιάθαρ τῷ Δαυίδ, ὅτι ἐθανάτωσε Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου. 22 καὶ εἶπε Δαυὶδ τῷ ᾿Αβιάθαρ· ᾔδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου· 23 κάθου μετ᾿ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ᾿ ἐμοί.

Δευτέρα 24 Απριλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 21 

ΚΑΙ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ ᾿Ιωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν. 2 καὶ ἔρχεται Δαυὶδ εἰς Νομβὰ πρὸς ᾿Αβιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη ᾿Αβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ; 3 καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ· ὁ βασιλεὺς ἐντέταλταί μοι ρῆμα σήμερον καὶ εἶπέ μοι· μηδεὶς γνώτω τὸ ρῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανὶ ᾿Αλεμωνί· καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. 4 καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυίδ, καὶ εἶπεν· οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾿ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται. 5 καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ· ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου. 6 καὶ ἔδωκεν αὐτῷ ᾿Αβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος, ἀλλ᾿ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. 7 καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαούλ. 8 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιμέλεχ· ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ρομφαία, ὅτι τὴν ρομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ρῆμα τοῦ βασιλέως κατὰ σπουδήν. 9 καὶ εἶπεν ὁ ἱερεύς· ἰδοὺ ἡ ρομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι ᾿Ηλά, καὶ αὐτὴν ἐνειλημμένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπε Δαυίδ· ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν. 10 καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. Καὶ ἦλθε Δαυὶδ πρὸς ᾿Αγχοῦς βασιλέα Γέθ. 11 καὶ εἶπον οἱ παῖδες ᾿Αγχοῦς πρὸς αὐτόν· οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ; 12 καὶ ἔθετο Δαυὶδ τὰ ρήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου ᾿Αγχοῦς βασιλέως Γέθ. 13 καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ. 14 καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρός με; 15 μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγώ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

Παρασκευή 21 Απριλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 20 

ΚΑΙ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ραμὰ καὶ ἔρχεται ἐνώπιον ᾿Ιωνάθαν καὶ εἶπε· τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου; 2 καὶ εἶπεν αὐτῷ ᾿Ιωνάθαν· μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσει ὁ πατήρ μου ρῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπ᾿ ἐμοῦ τὸ ρῆμα τοῦτο; οὐκ ἔστι τοῦτο. 3 καὶ ἀπεκρίθη Δαυὶδ τῷ ᾿Ιωνάθαν καὶ εἶπε· γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε· μὴ γνώτω τοῦτο ᾿Ιωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι, καθὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ θανάτου. 4 καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς Δαυίδ· τὶ ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι; 5 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ιωνάθαν· ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης. 6 καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατὴρ σου, καὶ ἐρεῖς· παραιτούμενος παρῃτήσατο ἀπ᾿ ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ. 7 ἐὰν τάδε εἴπῃ· ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ᾿ αὐτοῦ. 8 καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με; 9 καὶ εἶπεν ᾿Ιωνάθαν· μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι. 10 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ιωνάθαν· τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς; 11 καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς Δαυίδ· πορεύου καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν. 12 καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς Δαυίδ· Κύριος ὁ Θεὸς ᾿Ισραὴλ εἶδεν, ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυίδ, καὶ οὐ μὴ ἀποστείλω πρός σε εἰς ἀγρόν· 13 τάδε ποιήσαι ὁ Θεὸς τῷ ᾿Ιωνάθαν καὶ τάδε προσθείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην· καὶ ἔσται Κύριος μετὰ σοῦ, καθὼς ἦν μετὰ τοῦ πατρός μου. 14 καὶ ἐὰν μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ᾿ ἐμοῦ, καὶ ἐὰν θανάτῳ ἀποθάνω, 15 οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἕκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς εὑρεθῆναι τὸ ὄνομα τοῦ ᾿Ιωνάθαν ἀπὸ τοῦ οἴκου Δαυίδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ. 17 καὶ προσέθετο ἔτι ᾿Ιωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν. 18 καὶ εἶπεν ᾿Ιωνάθαν· αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου. 19 καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο. 20 καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ἀματταρί. 21 καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον λέγων· δεῦρο εὑρέ μοι τὴν σχίζαν· 22 ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος· ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου ὅτι ἐξαπέσταλκέ σε Κύριος. 23 καὶ τὸ ρῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ Κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος. 24 Καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μήν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν. 25 καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ, ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν ᾿Ιωνάθαν, καὶ ἐκάθισεν ᾿Αβεννὴρ ἐκ πλαγίων Σαούλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυίδ. 26 καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκε· σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται. 27 καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ, καὶ εἶπε Σαοὺλ πρὸς ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ· τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς ᾿Ιεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν; 28 καὶ ἀπεκρίθη ᾿Ιωνάθαν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ· παρῄτηται παρ᾿ ἐμοῦ Δαυὶδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι. 29 καὶ εἶπεν· ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου, καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διαβήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως. 30 καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ ᾿Ιωνάθαν σφόδρα καὶ εἶπεν αὐτῷ· υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ ᾿Ιεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου; 31 ὅτι πάσας τὰς ἡμέρας, ἃς ὁ υἱὸς ᾿Ιεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος. 32 καὶ ἀπεκρίθη ᾿Ιωνάθαν τῷ Σαούλ· ἱνατί ἀποθνήσκει; τί πεποίηκε; 33 καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ ᾿Ιωνάθαν τοῦ θανατῶσαι αὐτόν. καὶ ἔγνω ᾿Ιωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ, 34 καὶ ἀνεπήδησεν ᾿Ιωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυίδ, ὅτι συνετέλεσεν ἐπ᾿ αὐτὸν ὁ πατὴρ αὐτοῦ. 35 Καὶ ἐγενήθη πρωΐ καὶ ἐξῆλθεν ᾿Ιωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυίδ, καὶ παιδάριον μικρὸν μετ᾿ αὐτοῦ. 36 καὶ εἶπε τῷ παιδαρίῳ· δράμε, εὑρέ μοι τὰς σχίζας, ἐν αἷς ἐγὼ ἀκοντίζω. καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν. 37 καὶ ἦλθε τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης, οὗ ἠκόντιζεν ᾿Ιωνάθαν, καὶ ἀνεβόησεν ᾿Ιωνάθαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν· ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· 38 καὶ ἀνεβόησεν ᾿Ιωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων· ταχύνας σπεῦσον καὶ μὴ στῇς. καὶ ἀνέλεξε τὸ παιδάριον ᾿Ιωνάθαν τὰς σχίζας καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ. 39 καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν, πάρεξ ᾿Ιωνάθαν καὶ Δαυὶδ ἔγνωσαν τὸ ρῆμα. 40 καὶ ᾿Ιωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ· πορεύου, εἴσελθε εἰς τὴν πόλιν. 41 καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ ἐργὰβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης. 42 καὶ εἶπεν ᾿Ιωνάθαν τῷ Δαυίδ· πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου λέγοντες· Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καί σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.