Σάββατο 20 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 30 

ΚΑΙ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἄνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ᾿Αμαλὴκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ τὴν Σεκελὰκ καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί· 2 καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ᾿ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν. 3 καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι. 4 καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καί ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν. 5 καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, ᾿Αχινόομ ἡ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 6 καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ. 7 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιάθαρ τὸν ἱερέα υἱὸν ᾿Αβιμέλεχ· προσάγαγε τὸ ἐφούδ. 8 καὶ ἐπηρώτησε Δαυὶδ διά τοῦ Κυρίου λέγων· εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ· καταδίωκε, ὅτι καταλαμβάνων καταλήψῃ αὐτοὺς καὶ ἐξαιρούμενος ἐξελῇ. 9 καὶ ἐπορεύθη Δαυίδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσόρ, καὶ οἱ περισσοὶ ἔστησαν. 10 καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσόρ. 11 καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ· 12 καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης, καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 13 καὶ εἶπεν αὐτῷ Δαυίδ· τίνος σὺ εἶ καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον· ἐγώ εἰμι δοῦλος ἀνδρὸς ᾿Αμαληκίτου, καὶ κατέλιπέ με ὁ Κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος. 14 καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν νότον τοῦ Χολθὶ καὶ ἐπὶ τὰ τῆς ᾿Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελοὺβ καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί. 15 καὶ εἶπεν αὐτῷ Δαυίδ· εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν· ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο. 16 καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς ᾿Ιούδα. 17 καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς Δαυὶδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾿ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον. 18 καὶ ἀφείλατο Δαυὶδ πάντα, ἃ ἔλαβον οἱ ᾿Αμαληκῖται, καὶ ἀμφοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο. 19 καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων, ὧν ἔλαβον αὐτῶν· τὰ πάντα ἐπέστρεψε Δαυίδ. 20 καὶ ἔλαβε πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων, καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο· ταῦτα τὰ σκῦλα Δαυίδ. 21 καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ καί ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τοῦ Βοσόρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ᾿ αὐτοῦ, καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην. 22 καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθ᾿ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων, ὧν ἐξειλόμεθα, ὅτι ἀλλ᾿ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν. 23 καὶ εἶπε Δαυίδ· οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφ᾿ ἡμᾶς εἰς χεῖρας ἡμῶν. 24 καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ἡμῶν εἰσι· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ μεριοῦνται. 25 καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ ᾿Ισραὴλ ἕως τῆς σήμερον. 26 Καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων ᾿Ιούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων· ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου· 27 τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ραμὰ νότου καὶ τοῖς ἐν ᾿Ιεθθὸρ 28 καὶ τοῖς ἐν ᾿Αροὴρ καὶ τοῖς ἐν ᾿Αμμαδὶ καὶ τοῖς ἐν Σαφὶ καὶ τοῖς ἐν ᾿Εσθιὲ 29 καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κινὰν καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θιμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ ῾Ιεραμηλὶ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ 30 καὶ τοῖς ἐν ῾Ιεριμοὺθ καὶ τοῖς ἐν Βηρσαβεὲ καὶ τοῖς ἐν Νομβὲ 31 καὶ τοῖς ἐν Χεβρὼν καὶ εἰς πάντας τοὺς τόπους, οὓς διῆλθε Δαυὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.

Τρίτη 16 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 29 

ΚΑΙ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς ᾿Αφέκ, καὶ ᾿Ισραὴλ παρενέβαλεν ἐν ᾿Αενδὼρ τὴν ἐν ᾿Ιεζραέλ. 2 καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾿ ἐσχάτων μετὰ ᾿Αγχοῦς. 3 καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων· τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων· οὐχ οὗτος Δαυὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως ᾿Ισραήλ; γέγονε μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσε πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης. 4 καὶ ἐλυπήθησαν ἐπ᾿ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ· ἀπόστρεψον τὸν ἄνδρα καὶ ἀποστραφήτω εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ᾿ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων; 5 οὐχ οὗτος Δαυίδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ; 6 καὶ ἐκάλεσεν ᾿Αγχοῦς τὸν Δαυὶδ καὶ εἶπεν αὐτῷ· ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου και ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ· 7 καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων. 8 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾿ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμήσας τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως; 9 καὶ ἀπεκρίθη ᾿Αγχοῦς πρὸς Δαυίδ· οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾿ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν· οὐχ ἥξει μεθ᾿ ἡμῶν εἰς πόλεμον. 10 καὶ νῦν ὄρθρισον τὸ πρωΐ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε. 11 καὶ ὤρθρισε Δαυὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ ᾿Ισραήλ.

Παρασκευή 12 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 28 

ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ ᾿Ισραήλ, καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· γινώσκων γνώσῃ ὅτι μετ᾿ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου. 2 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας. 3 Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ καὶ θάπτουσιν αὐτὸν ἐν ᾿Αρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. 4 καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν, καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα ᾿Ισραήλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ. 5 καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. 6 καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις. 7 καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν ᾿Αενδώρ. 8 καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ· μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. 9 καὶ εἶπεν αὐτῷ ἡ γυνή· ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαούλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν; 10 καὶ ὤμοσεν αὐτῇ Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. 11 καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπε· τὸν Σαμουὴλ ἀνάγαγέ μοι. 12 καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ· ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. 13 καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· μὴ φοβοῦ, εἰπὸν τίνα ἑώρακας. καὶ εἶπεν αὐτῷ ἡ γυνή· θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. 14 καὶ εἶπεν αὐτῇ· τί ἔγνως; καὶ εἶπεν αὐτῷ· ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος. καὶ ἔγνω Σαούλ, ὅτι οὗτος Σαμουήλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 15 καὶ εἶπε Σαμουήλ· ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαούλ· θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. 16 καὶ εἶπε Σαμουήλ· ἱνατί ἐπερωτᾷς με; καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονε μετὰ τοῦ πλησίον σου· 17 καὶ πεποίηκε Κύριός σοι καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυίδ. 18 διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν ᾿Αμαλήκ, διὰ τοῦτο τὸ ρῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ. 19 καὶ παραδώσει Κύριος τὸν ᾿Ισραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν ᾿Ισραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων. 20 καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ· καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην. 21 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι· 22 καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοι ἰσχύς, ὅτι πορεύῃ ἐν ὁδῷ. 23 καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καί ἐκάθισεν ἐπὶ τὸν δίφρον. 24 καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε καὶ ἔπεψεν ἄζυμα 25 καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ καὶ ἐνώπιον τῶν παιδῶν αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

Τετάρτη 10 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 27 

ΚΑΙ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων· νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστι μοι ἀγαθόν, ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον ᾿Ισραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ. 2 καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ καὶ ἐπορεύθη πρὸς ᾿Αγχοῦς υἱὸν ᾿Αμμὰχ βασιλέα Γέθ. 3 καὶ ἐκάθισε Δαυὶδ μετὰ ᾿Αγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, ᾿Αχινὰαχ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 4 καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γέθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν. 5 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· εἰ δή εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾿ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἱνατί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένη μετὰ σοῦ; 6 καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς ᾿Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης. 7 καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας. 8 καὶἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν ᾿Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. 9 καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς ᾿Αγχοῦς. 10 καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· κατὰ νότον τῆς ᾿Ιουδαίας καὶ κατὰ νότον ᾿Ιεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζί. 11 καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ λέγων· μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ᾿ ἡμῶν λέγοντες· τάδε Δαυὶδ ποιεῖ, καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. 12 καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ ᾿Αγχοῦς σφόδρα λέγων· ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν ᾿Ισραὴλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

Δευτέρα 8 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 26 

ΚΑΙ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν λέγοντες· ἰδοὺ Δαυὶδ σκεπάζεται μεθ᾿ ἡμῶν ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τοῦ κατὰ πρόσωπον τοῦ ᾿Ιεσσαιμοῦν. 2 καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζίφ καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ ᾿Ισραὴλ ζητεῖν τὸν Δαυὶδ ἐν τῇ ἐρήμῳ Ζίφ. 3 καὶ παρενέβαλε Σαοὺλ ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τῷ ἐπὶ προσώπου τοῦ ᾿Ιεσσαιμοῦν ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ. καὶ εἶδε Δαυὶδ ὅτι ἥκει Σαοὺλ ὀπίσω αὐτοῦ εἰς τήν ἔρημον, 4 καὶ ἀπέστειλε Δαυὶδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεϊλά. 5 καὶ ἀνέστη Δαυὶδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον, οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ ᾿Αβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ. 6 καὶ ἀπεκρίθη Δαυὶδ και εἶπε πρὸς ᾿Αβιμέλεχ τὸν Χετταῖον καὶ πρὸς ᾿Αβεσσὰ υἱὸν Σαρουΐας ἀδελφὸν ᾿Ιωὰβ λέγων· τίς εἰσελεύσεται μετ᾿ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν ᾿Αβεσσά· ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ. 7 καὶ εἰσπορεύεται Δαυὶδ καὶ ᾿Αβεσσὰ εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καί ᾿Αβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδε κύκλῳ αὐτοῦ. 8 καὶ εἶπεν ᾿Αβεσσὰ πρὸς Δαυίδ· ἀπέκλεισε Κύριος σήμερον τὸν ἐχθρόν σου εἰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ. 9 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεσσά· μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου καὶ ἀθωωθήσεται; 10 καὶ εἶπε Δαυίδ· ζῇ Κύριος, ἐὰν μὴ Κύριος παίσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ· 11 μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ προσκεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν ἡμεῖς καθ᾿ ἑαυτούς. 12 καὶ ἔλαβε Δαυὶδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ᾿ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι θάμβος Κυρίου ἐπέπεσεν ἐπ᾿ αὐτούς. 13 καὶ διέβη Δαυὶδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν. 14 καὶ προσεκαλέσατο Δαυὶδ τὸν λαὸν καὶ τῷ ᾿Αβεννὴρ ἐλάλησε λέγων· οὐκ ἀποκριθήσῃ ᾿Αβεννήρ; καὶ ἀπεκρίθη ᾿Αβεννὴρ καὶ εἶπε· τίς εἶ σὺ ὁ καλῶν με; 15 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεννήρ· οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν ᾿Ισραήλ; καὶ διατί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαθφεῖραι τὸν κύριόν σου τὸν βασιλέα. 16 καὶ οὐκ ἀγαθὸν τὸ ρῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα τὸν κύριον ὑμῶν τὸν χριστὸν Κυρίου. καὶ νῦν ἰδὲ δή· τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστι τὰ πρὸς κεφαλῆς αὐτοῦ; 17 καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν Δαυὶδ καὶ εἶπεν· ἡ φωνή σου αὕτη, τέκνον Δαυίδ; καὶ εἶπε Δαυίδ· δοῦλός σου, κύριε βασιλεῦ. 18 καὶ εἶπεν· ἱνατί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα; 19 καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ρῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ Θεὸς ἐπισείει σε ἐπ᾿ ἐμέ, ὀσφανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίχθαι ἐν κληρονομίᾳ Κυρίου λέγοντες· πορεύου, δούλευε θεοῖς ἑτέροις. 20 καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξεναντίας προσώπου Κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς ᾿Ισραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσι. 21 καὶ εἶπε Σαούλ· ἡμάρτηκα· ἐπίστρεφε τέκνον Δαυίδ, ὅτι οὐ κακοποιήσω σε ἀνθ᾿ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου καὶ ἐν τῇ σήμερον· μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα. 22 καὶ ἀπεκρίθη Δαυὶδ καὶ εἶπεν· ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό. 23 καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ κατὰ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· 24 καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον Κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως. 25 καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσῃ. καὶ ἀπῆλθε Δαυὶδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαοὺλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.