Τετάρτη 2 Αυγούστου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 7


ΚΑΙ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ ἔλαβε τὸν Χιρὰμ ἐκ Τύρου, 2 υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς τῆς Νεφθαλίμ, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμὼν καὶ ἐποίησε πάντα τὰ ἔργα. 3 καὶ ἐχώνευσε τοὺς δύο στήλους τῷ αἰλὰμ τοῦ οἴκου, ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου, καὶ περίμετρον τεσσαρεσκαίδεκα πήχεις ἐκύκλου αὐτόν, καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα, καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος. 4 καὶ δύο ἐπιθέματα ἐποίησε δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτὰ χαλκᾶ· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου. 5 καὶ ἐποίησε δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ. 6 καὶ ἔργον κρεμαστόν, δύο στίχοι ροῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησε τῷ ἐπιθέματι τῷ δευτέρῳ. 7 καὶ ἔστησε τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ· καὶ ἔστησε τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιαχούμ· καὶ ἔστησε τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Βαάς. 8 καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν. 9 καὶ μέλαθρον ἐπ᾿ ἀμφοτέρων τῶν στύλων, καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει. 10 καὶ ἐποίησε τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν. 11 καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν, δέκα ἐν πήχει κυκλόθεν 12 καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής. 13 καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν, καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπ᾿ αὐτῶν ἐπάνωθεν. 14 καὶ ἐποίησε δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις τὸ πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει τὸ ὕψος αὐτῆς. 15 καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνὼθ συγκλειστὸν αὐτοῖς, καὶ συγκλειστὸν ἀνὰ μέσον τῶν ἐξεχομένων. 16 καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ Χερουβίμ, καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως· καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως 17 καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων. 18 καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνώθ, καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους. 19 καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν, τὰ πάντα χωνευτά. 20 αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνὼθ τῆς μιᾶς, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς. 21 καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μέγεθος αὐτῆς στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ, καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς, καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς. 22 καὶ τὰ συγκλείσματα αὐτῆς Χερουβὶμ καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόθεν. 23 κατ᾿ αὐτὴν ἐποίησε πάσας τὰς δέκα μεχωνώθ, τάξιν μίαν καὶ μέτρον ἐν πάσαις. 24 καὶ ἐποίησε δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν ἕνα χυτρόκαυλον μετρήσει τεσσάρων πηχῶν· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆς μεχωνὼθ τῆς μιᾶς ταῖς δέκα μεχωνώθ. 25 καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ᾿ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου. 26 καὶ ἐποίησε Χιρὰμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας, καὶ συνετέλεσε Χιρὰμ ποιῶν πάντα τὰ ἔργα, ἃ ἐποίησε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου, 27 στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων, 28 τὰς ροὰς τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ροῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπτὰ τῆς μεχωνὼθ ἐπ᾿ ἀμφοτέροις τοῖς στύλοις, 29 καὶ τὰ μεχωνὼθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνὼθ 30 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης 31 καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησε Χιρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῳ Κυρίου· καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου. πάντα τὰ ἔργα τοῦ βασιλέως, ἃ ἐποίησε Χιράμ, χαλκᾶ ἄρδην· 32 οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ, οὗ ἐποίησε πάντα τὰ ἔργα ταῦτα, ἐκ πλήθους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν τοῦ χαλκοῦ. 33 ἐν τῷ περιοίκῳ τοῦ ᾿Ιορδάνου ἐχώνευσεν αὐτὰ ἐν τῷ πάχει τῆς γῆς ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Σειρά. 34 καὶ ἔδωκεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη, ἃ ἐποίησεν, ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν τράπεζαν, ἐφ᾿ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς, χρυσῆν, 35 καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβίρ, χρυσᾶς συγκλειομένας, καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσᾶς 36 καὶ τὰ πρόθυρα καὶ οἱ ἧλοι καὶ αἱ φιάλαι καὶ τὰ τρυβλία καὶ αἱ θυΐσκαι χρυσαῖ, σύγκλειστα, καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου, ἁγίου τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυσᾶς. 37 καὶ ἀνεπληρώθη πᾶν τὸ ἔργον, ὃ ἐποίησε Σαλωμὼν οἴκου Κυρίου, καὶ εἰσήνεγκε Σαλωμὼν τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμών, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη, ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου. 38 Καὶ τὸν οἶκον ἑαυτῷ ᾠκοδόμησε Σαλωμὼν τρισκαίδεκα ἔτεσι. 39 καὶ ᾠκοδόμησε τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις. 40 καὶ ἐφάτνωσε τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων, καὶ ὁ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε ὁ στίχος· 41 καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς· 42 καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς. 43 καὶ τὸ αἰλὰμ τῶν στύλων πεντήκοντα μῆκος καὶ πεντήκοντα ἐν πλάτει, ἐζυγωμένα, αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν, καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμμίμ. 44 καὶ τὸ αἰλὰμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου. 45 καὶ ὁ οἶκος αὐτῶν, ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραώ, ἣν ἔλαβε Σαλωμών, κατὰ τὸ αἰλὰμ τοῦτο. 46 πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην 47 τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσι καὶ τοῖς ὀκταπήχεσι, 48 καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις. 49 τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου. καὶ συνετέλεσε Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.

Δευτέρα 31 Ιουλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 6 


ΚΑΙ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ τὸν ᾿Ισραήλ, (Κεφ. Ε´ 31 ) 1α καὶ ἐνετείλατο ὁ βασιλεὺς ἵνα αἴρωσι λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου, καὶ λίθους ἀπελεκήτους. (Κεφ. Ε´ 32 ) 1β καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν καὶ οἱ υἱοὶ Χιρὰμ καὶ ἔβαλαν αὐτούς. 1γ ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσε τὸν οἶκον Κυρίου ἐν μηνὶ Νισώ, καὶ τῷ δευτέρῳ μηνὶ 1δ ἐν ἑνδεκάτῳ ἐνιαυτῷ, ἐν μηνὶ Βαὰλ (οὗτος ὁ μὴν ὁ ὄγδοος) συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ. 2 καὶ ὁ οἶκος, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ Κυρίῳ, τεσσαράκοντα ἐν πήχει μῆκος αὐτοῦ καὶ εἴκοσιν ἐν πήχει πλάτος αὐτοῦ καὶ πέντε καὶ εἴκοσιν ἐν πήχει τὸ ὕψος αὐτοῦ. 3 καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσιν ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτοῦ κατὰ πρόσωπον τοῦ οἴκου. καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν. 4 καὶ ἐποίησε τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς. 5 καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβὶρ καὶ ἐποίησε πλευρὰς κυκλόθεν. 6 ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκε τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου. 7 καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη, καὶ σφῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν. 8 καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα, 9 καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησε τὸν οἶκον κέδροις. 10 καὶ ᾠκοδόμησε τοὺς ἐνδέσμους δι᾿ ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχε τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις.* 15 καὶ ᾠκοδόμησε τοὺς τοίχους τοῦ οἴκου ἔσωθεν διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν τοίχων καὶ ἕως τῶν δοκῶν· ἐκοιλοστάθμησε συνεχόμενα ξύλοις ἔσωθεν καὶ περιέσχε τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις. 16 καὶ ᾠκοδόμησε τοὺς εἴκοσι πήχεις ἀπ᾿ ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν, καὶ ἐποίησε ἐκ τοῦ δαβὶρ εἰς τὸ ἅγιον τῶν ἁγίων. 17 καὶ τεσσαράκοντα πήχεων ἦν ὁ ναὸς** 19 κατὰ πρόσωπον τοῦ δαβὶρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης Κυρίου. 20 εἴκοσι πήχεις μῆκος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ, καὶ παριέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένῳ. καὶ ἐποίησε θυσιαστήριον* 21 κατὰ πρόσωπον τοῦ δαβίρ, καὶ περιέσχεν αὐτὸ χρυσίῳ. 22 καὶ ὅλον τὸν οἶκον περιέσχε χρυσίῳ ἕως συντελείας παντὸς τοῦ οἴκου** 23 καὶ ἐποίησεν ἐν τῷ δαβὶρ δύο Χερουβὶμ δέκα πήχεων μέγεθος ἐσταθμωμένον. 24 καὶ πέντε πήχεων πτερύγιον τοῦ Χερουβὶμ τοῦ ἑνὸς καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ· 25 οὕτως τῷ Χερουβὶμ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις. 26 καὶ τὸ ὕψος τοῦ Χεροὺβ τοῦ ἑνὸς δέκα ἐν πήχει, καὶ οὕτω τῷ Χεροὺβ τῷ δευτέρῳ. 27 καὶ ἀμφότερα τὰ Χερουβὶμ ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασε τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ Χεροὺβ τοῦ δευτέρου ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου, καὶ αἱ πτέρυγες αὐτῶν ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος. 28 καὶ περιέσχε τὰ Χερουβὶμ χρυσίῳ. 29 καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψε γραφίδι Χερουβίμ, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ. 30 καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχε χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου. 31 καὶ τῷ θυρώματι τοῦ δαβὶρ ἐποίησε θύρας ξύλων ἀρκευθίνων εἰς φλιὰς πενταπλᾶς 32 καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὸν ἐπ᾿ αὐτῶν ἐγκεκολαμμένα Χερουβὶμ καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα· καὶ περιέσχε χρυσίῳ καὶ κατέβαινεν ἐπὶ τὰ Χερουβὶμ καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον. 33 καὶ οὕτως ἐποίησε τῷ πυλῶνι τοῦ ναοῦ, φλιαὶ ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς. 34 καὶ ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα, στρεφόμενα· 35 ἐγκεκολαμμένα Χερουβὶμ καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν. 36 καὶ ᾠκοδόμησε τὴν αὐλὴν τὴν ἐσωτάτην τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν. 36α καὶ ᾠκοδόμησε τὸ καταπέτασμα τῆς αὐλῆς τοῦ αἰλὰμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ.

——————————————

* 11 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαλωμὼν λέγων· 12 ὁ οἶκος οὗτος, ὃν σὺ οἰκοδομεῖς, ἐὰν ὁδεύῃς τοῖς προστάγμασί μου καὶ τὰ κρίματά μου ποιῇς καὶ φυλάσσῃς πάσας τὰς ἐντολάς μου ἀναστρέφεσθαι ἐν αὐταῖς, στήσω τὸν λόγον μου, ὃν ἐλάλησα πρὸς Δαυὶδ τὸν πατέρα σου 13 καὶ κατασκηνώσω ἐν μέσῳ υἱῶν ᾿Ισραὴλ καὶ οὐκ ἐγκαταλείψω τὸν λαόν μου ᾿Ισραήλ. 14 καὶ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον καὶ συνετέλεσε αὐτόν.
** ὁ ἐσώτατος 18 καὶ διὰ κέδρου πρὸς τὸν οἶκον ἔσω πλοκὴν ἐπαναστήσεις καὶ πέταλον καὶ ἀνάγλυφα πάντα κέδρινα οὐκ ἐφαίνετο λίθος.
* κέδρου 21 καὶ περιεπύλωσε Σαλωμὼν τὸν οἶκον ἔνδοθεν χρυσίῳ ἀποκλειστῷ καὶ παρήγαγεν ἐν καθηλώμασι χρυσίου.
** καὶ ὅλον τὸ ἔσω τοῦ δαβὶρ ἐπετάλωσε χρυσίῳ.

Σάββατο 29 Ιουλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 5 


*ΚΑΙ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμὼν καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον· 2 καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμὼν ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου. 3 καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων ἐκλεκτῶν, σιτευτά· 4 ὅτι ἦν ἄρχων πέραν ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν. 5 Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 10 καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου 11 καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰν τὸν Ζαρείτην καὶ τὸν Αἰνὰν καὶ τὸν Χαλκὰλ καὶ Δαρδὰ υἱοὺς Μάλ. 12 καὶ ἐλάλησε Σαλωμὼν τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι. 13 καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. 14 καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμὼν καὶ ἐλάμβανε δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ. 14α Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὐτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος ῾Ιερουσαλήμ. 14β τότε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζὲρ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ, καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών, καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ. 15 Καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμὼν ἀντὶ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιρὰμ τὸν Δαυὶδ πάσας τὰς ἡμέρας. 16 καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ λέγων· 17 σὺ οἶδας τὸν πατέρα μου Δαυὶδ ὅτι οὐκ ἠδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι Κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ. 18 καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν. 19 καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, καθὼς ἐλάλησε Κύριος ὁ Θεὸς πρὸς Δαυὶδ τὸν πατέρα μου, λέγων· ὁ υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἴκον τῷ ὀνόματί μου. 20 καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἂν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι. 21 καὶ ἐγενήθη καθὼς ἤκουσε Χιρὰμ τῶν λόγων Σαλωμών, ἐχάρη σφόδρα καὶ εἶπεν· εὐλογητὸς ὁ Θεὸς σήμερον, ὃς ἔδωκε τῷ Δαυὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον 22 καὶ ἀπέστειλε πρὸς Σαλωμὼν λέγων· ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα· 23 οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου, τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου. 24 καὶ ἦν Χιρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πεύκας καὶ πᾶν θέλημα αὐτοῦ. 25 καὶ Σαλωμὼν ἔδωκε τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χιρὰμ κατ᾿ ἐνιαυτόν. 26 καὶ Κύριος ἔδωκε σοφίαν τῷ Σαλωμών, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιρὰμ καὶ ἀνὰ μέσον Σαλωμών, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον αὐτῶν. 27 καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς ᾿Ισραήλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν. 28 καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ ᾿Αδωνιρὰμ ἐπὶ τοῦ φόρου. 29 καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει, 30 χωρὶς τῶν ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῷ Σαλωμών, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα. 32 καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.

——————————————

* 1 Καὶ Σαλωμὼν ἦν ἐξουσιάζων ἐν πᾶσι τοῖς βασιλείοις ἀπὸ τοῦ ποταμοῦ γῆς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου προσεγγίζοντες δῶρα καὶ δουλεύοντες τῷ Σαλωμὼν πάσας ἡμέρας ζωῆς αὐτοῦ.

Τετάρτη 26 Ιουλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 4 


ΚΑΙ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ ᾿Ισραήλ. 2 καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ. ᾿Αζαρίας υἱὸς Σαδὼκ 3 καὶ ᾿Ελιαρὲφ καὶ ᾿Αχιὰ υἱὸς Σαβὰ γραμματεῖς. καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλὶδ ἀναμιμνήσκων 4 καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς δυνάμεως καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς 5 καὶ ᾿Ορνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως 6 καὶ ᾿Αχιὴλ ἦν οἰκονόμος καὶ ᾿Ελιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ ᾿Αδωνιρὰμ υἱὸς ᾿Εφρὰ ἐπὶ τῶν φόρων. 7 καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα ᾿Ισραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. 8 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει ᾿Εφραίμ, εἷς· 9 υἱὸς Δακὰρ ἐν Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βηθανάν, εἷς· 10 υἱὸς ᾿Εσδὶ ἐν ᾿Αραβώθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ ᾿Οφέρ· 11 Χαναδὰβ καὶ ᾿Αναφαθέ, ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς· 12 Βαανὰ υἱὸς ᾿Αχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ ᾿Εσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς· 13 υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα ᾿Ερεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς· 14 ᾿Αχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ, εἷς· 15 ᾿Αχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς· 16 Βαανᾶ υἱὸς Χουσὶ ἐν ᾿Ασὴρ καὶ ἐν Βααλώθ, εἷς· 17 Σαμαὰ υἱὸς ᾿Ηλὰ ἐν τῷ Βενιαμίν· 18 Γαβὲρ υἱὸς ᾿Αδαΐ ἐν τῇ γῇ Γάδ, καὶ Σηὼν βασιλέως τοῦ ᾿Εσεβὼν καὶ ῍Ωγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ ᾿Ιούδα· 19 ᾿Ιωσαφὰτ υἱὸς Φουασοὺδ ἐν ᾿Ισσάχαρ.*


——————————————

* 20 Καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.

Δευτέρα 24 Ιουλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 3 


* 2 ΠΛΗΝ ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ Κυρίῳ ἕως τοῦ νῦν. 3 καὶ ἠγάπησε Σαλωμὼν τὸν Κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασι Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία. 4 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών. 5 καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπε Κύριος πρὸς Σαλωμών· αἴτησαί τι αἴτημα σεαυτῷ. 6 καὶ εἶπεν Σαλωμών· σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη· 7 καὶ νῦν, Κύριε ὁ Θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυὶδ τοῦ πατρός μου, καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου, 8 ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολύν, ὃς οὐκ ἀριθμηθήσεται. 9 καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοῦ συνιεῖν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνηθήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον; 10 καὶ ἤρεσεν ἐνώπιον Κυρίου, ὅτι ᾐτήσατο Σαλωμὼν τὸ ρῆμα τοῦτο, 11 καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνθ᾿ ὧν ᾐτήσω παρ᾿ ἐμοῦ τὸ ρῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σεαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον, οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ᾿ ᾐτήσω σεαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα, 12 ἰδοὺ πεποίηκα κατὰ τὸ ρῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι. 13 καὶ ἃ οὐκ ᾐτήσω, δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσι· 14 καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου. 15 καὶ ἐξυπνίσθη Σαλωμών, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς ῾Ιερουσαλὴμ καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σιὼν καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησε πότον μέγα ἑαυτῷ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ. 16 Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. 17 καὶ εἶπεν ἡ γυνὴ μία· ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη ᾠκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ. 18 καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, ἔτεκε καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ᾿ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. 19 καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾿ αὐτόν· 20 καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου. 21 καὶ ἀνέστην τὸ πρωΐ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον. 22 καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς. καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως. 23 καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· σὺ λέγεις· οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς. καὶ σὺ λέγεις· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς. 24 καὶ εἶπεν ὁ βασιλεύς· λάβετέ μοι μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. 25 καὶ εἶπεν ὁ βασιλεύς· διέλετε τὸ παιδίον τὸ ζῶν τὸ θηλάζον εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ. 26 καὶ ἀπεκρίθη ἡ γυνή, ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· καὶ αὕτη εἶπε· μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω, διέλετε. 27 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε· δότε τὸ παιδίον τῇ εἰπούσῃ· δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη ἡ μήτηρ αὐτοῦ. 28 καὶ ἤκουσαν πᾶς ᾿Ισραὴλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.

——————————————

* 1 Τῆς δὲ βασιλείας ἑδρασθείσης ἐν χειρὶ Σαλωμὼν ἐπιγαμίαν ἐποιήσατο Σαλωμὼν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυίδ, ἕως οὗ συνετέλεσεν οἰκοδομῶν τὸν οἶκον ἑαυτοῦ καὶ τὸν οἶκον Κυρίου καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ.