Δευτέρα 14 Αυγούστου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 12 


ΚΑΙ πορεύεται βασιλεὺς Ροβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς ᾿Ισραὴλ βασιλεῦσαι αὐτόν.* 3 καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοὰμ λέγοντες· 4 ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως, οὗ ἔδωκεν ἐφ᾿ ἡμᾶς, καὶ δουλεύσομέν σοι. 5 καὶ εἶπεν πρὸς αὐτούς· ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλθον. 6 καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ λέγων· πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον; 7 καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες· εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσεις αὐτοῖς καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας. 8 καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ᾿ αὐτοῦ τῶν παρεστηκότων πρὸς προσώπου αὐτοῦ 9 καὶ εἶπεν αὐτοῖς· τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρός με λεγόντων· κούφισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾿ ἡμᾶς; 10 καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾿ αὐτοῦ, οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες· τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρός σε λέγοντες· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ᾿ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς· ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου· 11 καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 12 καὶ παρεγένοντο πᾶς ᾿Ισραὴλ πρὸς τὸν βασιλέα Ροβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων· ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ. 13 καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπε Ροβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, 14 καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων· ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Αχιὰ τοῦ Σηλωνίτου περὶ ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ. 16 καὶ εἶδον πᾶς ᾿Ισραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων· τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί· ἀπότρεχε, ᾿Ισραήλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἀπῆλθεν ᾿Ισραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ. 18 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Αδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ροβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς ῾Ιερουσαλήμ. 19 καὶ ἠθέτησεν ᾿Ισραὴλ εἰς τὸν οἶκον Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης. 20 καὶ ἐγένετο ὡς ἤκουσε πᾶς ᾿Ισραὴλ ὅτι ἀνέκαμψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ ᾿Ισραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου ᾿Ιούδα καὶ Βενιαμὶν μόνοι. 21 καὶ Ροβοὰμ εἰσῆλθεν εἰς ῾Ιερουσαλὴμ καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ᾿Ιούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον ᾿Ισραήλ, ἐπιστρέψαι τὴν βασιλείαν Ροβοὰμ υἱῷ Σαλωμών. 22 καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· 23 εἰπὸν τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ ᾿Ιούδα καὶ πρὸς πάντα οἶκον ᾿Ιούδα καὶ Βενιαμὶν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων· 24 τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου. 24α Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ. καὶ ἐβασίλευσε Ροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν ῾Ιερουσαλὴμ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανάν, θυγάτηρ ᾿Ανὰν υἱοῦ Ναὰς βασιλέως υἱῶν ᾿Αμμών· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 24β καὶ ἦν ἄνθρωπος ἐξ ὄρους ᾿Εφραὶμ δοῦλος τῷ Σαλωμών, καὶ ὄνομα αὐτῷ ῾Ιεροβοάμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρά, γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ ἄρσεις οἴκου ᾿Ιωσήφ, καὶ ᾠκοδόμησε τῷ Σαλωμὼν τὴν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ, καὶ ἦσαν αὐτῶ τριακόσια ἅρματα ἵππων· οὗτος ᾠκοδόμησε τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου ᾿Εφραὶμ, οὗτος συνέκλεισε τὴν πόλιν Δαυὶδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν. 24γ καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν, καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ᾿ αὐτοῦ ἕως ἀπέθανε Σαλωμών. 24δ καὶ ἤκουσεν ῾Ιεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκε Σαλωμών, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακὶμ βασιλέως Αἰγύπτου λέγων· ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακίμ· αἴτησαί τι αἴτημα καὶ δώσω σοι. 24ε καὶ Σουσακὶμ ἔδωκε τῷ ῾Ιεροβοὰμ τὴν ᾿Ανώ, ἀδελφὴν Θεκεμίνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκε τῷ ῾Ιεροβοὰμ τὸν ᾿Αβιὰ υἱὸν αὐτοῦ. 24ζ καὶ εἶπεν ῾Ιεροβοὰμ πρὸς Σουσακίμ· ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον ᾿Εφραίμ· καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Ιεροβοὰμ χάρακα. 24η Καὶ ἠρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα, καὶ ἐπορεύθη ῾Ιεροβοὰμ ἐρωτῆσαι περὶ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς ᾿Ανὼ τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ πορεύου, ἐπερώτησον τὸν Θεὸν περὶ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. 24θ καὶ ἄνθρωπος ἦν ἐν Σηλὼμ καὶ ὄνομα αὐτῷ ᾿Αχιά, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ρῆμα Κυρίου μετ᾿ αὐτοῦ. καὶ εἶπεν ῾Ιεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος. καὶ ἀνέστη ἡ γυνὴ 24ι καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ ᾿Αχιά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν, 24κ καὶ ἀνέστη ἐκ Σαριρὰ καὶ πορεύεται, καὶ ἐγένετο ἐλθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς ᾿Αχιὰ τὸν Σηλωνίτην καὶ εἶπεν ᾿Αχιὰ τῷ παιδαρίῳ αὐτοῦ· ἔξελθε δὴ εἰς ἀπαντὴν ᾿Ανὼ τῇ γυναικὶ ῾Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῇ· εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος· σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ. 24λ καὶ εἰσῆλθεν ᾿Ανὼ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, καὶ εἶπεν αὐτῇ ᾿Αχιά· ἱνατί ἐνήνοχάς μοι ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει Κύριος· ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾿ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πόλιν εἰς Σαριρὰ καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσί σοι· τὸ παιδάριον τέθνηκεν. 24μ ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ ῾Ιεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ ῾Ιεροβοὰμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὸ παιδάριον κόψονται· οὐαὶ Κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ρῆμα καλὸν περὶ τοῦ Κυρίου. 24ν καὶ ἀπῆλθεν ἡ γυνή, ὡς ἤκουσε, καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρά, καὶ τὸ παιδάριον ἀπέθανε, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν. 24ξ Καὶ ἐπορεύθη ῾Ιεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει ᾿Εφραὶμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ ᾿Ισραήλ, καὶ ἀνέβη ἐκεῖ Ροβοὰμ υἱὸς Σαλωμών. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν ᾿Ελαμὶ λέγων· λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ρῆξον αὐτὸ δώδεκα ρήγματα καὶ δώσεις τῷ ῾Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος· λάβε σεαυτῷ δέκα ρήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν ῾Ιεροβοάμ· καὶ εἶπε Σαμαίας· τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ ᾿Ισραήλ. 24ο Καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοὰμ υἱὸν Σαλωμών· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐβάρυνε τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν εἰ κουφιεῖς ἐφ᾿ ἡμᾶς καὶ δουλεύσομέν σοι. καὶ εἶπε Ροβοὰμ πρὸς τὸν λαόν· ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ρῆμα. 24π καὶ εἶπε Ροβοάμ· εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ᾿ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ρῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησε Ροβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ· οὕτως ἐλάλησε πρός σε ὁ λαός. 24ρ καὶ διεσκέδασε Ροβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλε καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς· ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρός με λέγων. καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ· οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων· ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις. 24σ καὶ ἤρεσε τὸ ρῆμα ἐνώπιον Ροβοάμ, καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τά παιδάρια. 24τ καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες· οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ οὐδὲ κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί· ἕκαστος εἰς τὰ σκηνώματά σου ᾿Ισραήλ, ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. 24υ καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθον ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησε Ροβοὰμ καὶ ἀπῆλθε καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς ῾Ιερουσαλήμ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον ᾿Ιούδα καὶ πᾶν σκῆπτρον Βενιαμίν. 24φ καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισε Ροβοὰμ πάντα ἄνδρα ᾿Ιούδα καὶ Βενιαμὶν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς ῾Ιεροβοὰμ εἰς Σίκιμα. 24χ καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· εἰπὸν τῷ Ροβοὰμ βασιλεῖ ᾿Ιούδα καὶ πρὸς πάντα οἶκον ᾿Ιούδα καὶ Βενιαμὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων· τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς ᾿Ισραήλ· ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. 24ψ καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου. 25 Καὶ ᾠκοδόμησεν ῾Ιεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει ᾿Εφραὶμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ. 26 καὶ εἶπεν ῾Ιεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ· ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυίδ· 27 ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς ῾Ιερουσαλήμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοὰμ βασιλέα ᾿Ιούδα, καὶ ἀποκτενοῦσί με. 28 καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς· καὶ εἶπε πρὸς τὸν λαόν· ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς ῾Ιερουσαλήμ· ἰδοὺ θεοί σου, ᾿Ισραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 29 καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν. 30 καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δάν. καὶ εἴασαν τὸν οἶκον Κυρίου. 31 καὶ ἐποίησεν οἴκους ἐφ᾿ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί. 32 καὶ ἐποίησεν ῾Ιεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ ᾿Ιούδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν ἐν Βαιθήλ, τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, ὧν ἐποίησε. 33 καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.

--------------------------------

* 2 Καὶ ἐγένετο ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, καὶ ἔφυγεν ἐκ προσώπου τοῦ βασιλέως Σαλωμὼν καὶ ἐπέστρεψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου, 3 καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν καὶ ἦλθεν ῾Ιεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία ᾿Ισραήλ.

Παρασκευή 11 Αυγούστου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 11 


ΚΑΙ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, ᾿Αμμανίτιδας, Σύρας καὶ ᾿Ιδουμαίας, Χετταίας καὶ ᾿Αμορραίας, 2 ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς ᾿Ισραήλ· οὐκ εἰσελεύσεσθε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι*. 4 καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. 5 τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμώς, εἰδώλῳ Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν ᾿Αμμὼν 6 καὶ τῇ ᾿Αστάρτῃ βδελύγματι Σιδωνίων, 7 καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. 8 καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 9 καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμών, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ ᾿Ισραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς 10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι, ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὐδ᾿ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 11 καὶ εἶπε Κύριος πρὸς Σαλωμών· ἀνθ᾿ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. 12 πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν. 13 πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ διὰ ῾Ιερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην. 14 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν ῎Αδερ τὸν ᾿Ιδουμαῖον καὶ τὸν ᾿Εσρὼμ υἱὸν ᾿Ελιαδαέ, τὸν ἐν Ραεμμὰθ ᾿Αδραζὰρ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ ᾿Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών. καὶ ῎Αδερ ὁ ᾿Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν ᾿Ιδουμαίᾳ· 15 καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν ᾿Εδὼμ ἐν τῷ πορευθῆναι ᾿Ιωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ ᾿Ιδουμαίᾳ —16 ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ ᾿Ιωὰβ καὶ πᾶς ᾿Ισραὴλ ἐν τῇ ᾿Ιδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ ᾿Ιδουμαίᾳ— 17 καὶ ἀπέδρα ῎Αδερ, αὐτὸς καὶ πάντες ἄνδρες ᾿Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ ῎Αδερ παιδάριον μικρόν. 18 καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἔρχονται εἰς Φαρὰν καὶ λαμβάνουσιν ἄνδρας μεθ᾿ ἑαυτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ εἰσῆλθεν ῎Αδερ πρὸς Φαραώ, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ. 19 καὶ εὗρεν ῎Αδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας τὴν μείζω. 20 καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ ῎Αδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς, καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ. 21 καὶ ῎Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν ᾿Ιωὰβ ὁ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν ῎Αδερ πρὸς Φαραώ· ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου. 22 καὶ εἶπε Φαραὼ τῷ ῎Αδερ· τίνι σὺ ἐλαττονῇ μετ᾿ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ ῎Αδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν ῎Αδερ εἰς τὴν γῆν αὐτοῦ. αὕτη ἡ κακία, ἣν ἐποίησεν ῎Αδερ· καὶ ἐβαρυθύμησεν ἐν ᾿Ισραὴλ καὶ ἐβασίλευσεν ἐν γῇ ᾿Εδώμ*. 26 Καὶ ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ ὁ ᾿Εφραθὶ ἐκ τῆς Σαριρὰ υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμών. 27 καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῄρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών. καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 28 καὶ ὁ ἄνθρωπος ῾Ιεροβοὰμ ἰσχυρὸς δυνάμει, καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστί, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου ᾿Ιωσήφ. 29 καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ῾Ιεροβοὰμ ἐξῆλθεν ἐξ ῾Ιερουσαλὴμ καὶ εὗρεν αὐτὸν ᾿Αχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ᾿Αχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ. 30 καὶ ἐπελάβετο ᾿Αχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾿ αὐτῷ καὶ διέρρηξεν αὐτὸν δώδεκα ρήγματα 31 καὶ εἶπε τῷ ῾Ιεροβοάμ· λάβε σεαυτῷ δέκα ρήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ρήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν καὶ δώσω σοι δέκα σκῆπτρα. 32 καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ καὶ διὰ ῾Ιερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν ᾿Ισραήλ, 33 καὶ ἀνθ᾿ ὧν ἐγκατέλιπέ με καὶ ἐποίησε τῇ ᾿Αστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν ᾿Αμμὼν καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 34 καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν. 35 καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, 36 τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν ῾Ιερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ. 37 καὶ σὲ λήψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν ᾿Ισραήλ. 38 καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυὶδ. 40 καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν ῾Ιεροβοάμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέθανε Σαλωμών. 41 Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ρημάτων Σαλωμών; 42 καὶ αἱ ἡμέραι, ἅς ἐβασίλευε Σαλωμὼν ἐν ῾Ιερουσαλὴμ ἐπὶ πάντα ᾿Ισραὴλ τεσσαράκοντα ἔτη. 43 καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβάτ, —καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ— κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ. 44 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ροβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

——————————————

* 3 Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἐξέκλιναν γυναῖκες αὐτοῦ τὴν καρδίαν αὐτοῦ.
* 23 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ραζὼν υἱὸν ᾿Ελιαδαὲ τὸν Βαραμεὲθ ᾿Αδαδεζὲρ βασιλέα Σουβὰ κύριον αὐτοῦ. 24 καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος ἐν τῷ ἀποκτείνειν Δαυὶδ αὐτούς, καὶ ἐπορεύθησαν εἰς Δαμασκὸν καὶ ἐκάθισαν ἐν αὐτῷ καὶ ἐβασίλευσεν ἐν Δαμασκῷ 25 καὶ ἐγένετο ἀντικείμενος τῷ ᾿Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών.

Τετάρτη 9 Αυγούστου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 10 

ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι· 2 καὶ ἦλθεν εἰς ῾Ιερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον, καὶ εἰσῆλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς. 3 καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. 4 καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν τὴν φρόνησιν Σαλωμὼν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησε, 5 καὶ τὰ βρώματα Σαλωμὼν καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ, ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο. 6 καὶ εἶπε πρὸς τὸν βασιλέα Σαλωμών· ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου, 7 καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ εἰσὶ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι· προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν, ἣν ἤκουσα ἐν τῇ γῇ μου· 8 μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου διόλου, οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου· 9 γένοιτο Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνον ᾿Ισραήλ· διὰ τὸ ἀγαπᾶν Κύριον τὸν ᾿Ισραὴλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σε βασιλέα ἐπ᾿ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν. 10 καὶ ἔδωκε τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών. (11 καὶ ἡ ναῦς Χιρὰμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶρ ἤνεγκε ξύλα πελεκητὰ πολλὰ σφόδρα καὶ λίθον τίμιον· 12 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα τοῦ οἴκου Κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς, οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης). 13 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα, ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων ὧν ἐδεδόκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών· καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς, αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς. 14 Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἐξηκονταὲξ τάλαντα χρυσίου, 15 χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς. 16 καὶ ἐποίησε Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά. —τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἓν— 17 καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατὰ —καὶ τρεῖς μναῖ ἐνῆσαν χρυσοῦ εἰς τὸ ὅπλον τὸ ἓν— καὶ ἔδωκεν αὐτὰ ὁ βασιλεὺς εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου. 18 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ· 19 ἓξ ἀναβαθμοὶ ἐν θρόνῳ καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας, 20 καὶ δώδεκα λέοντες ἑστῶτες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ. 21 καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυσᾶ καὶ λουτῆρες χρυσοῖ, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα, οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών· 22 ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ, μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν. 22α Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς, ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ καὶ τὴν ᾿Ασσοὺρ καὶ τὴν Μαγδὰλ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω καὶ τὴν ᾿Ιεθαρμὰθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμών, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν ῾Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ, τοῦ μὴ κατάρξαι αὐτοῦ. 22β πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ ᾿Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ ᾿Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾿ αὐτοῦ ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ ᾿Ισραὴλ ἐξολοθρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. 22γ καὶ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ. 23 Καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. 24 καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκε Κύριος τῇ καρδίᾳ αὐτοῦ. 25 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα, σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ᾿ ἐνιαυτὸν ἐνιαυτῷ. 26 καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν ῾Ιερουσαλήμ. 26α καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 27καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν ῾Ιερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος, 28 καὶ ἡ ἔξοδος Σαλωμὼν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουέ, ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουὲ ἐν ἀλλάγματι· 29 καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου, ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτως πᾶσι τοῖς βασιλεῦσι Χεττιΐν καὶ βασιλεῦσι Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.

Δευτέρα 7 Αυγούστου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 9 

ΚΑΙ ἐγενήθη ὡς συνετέλεσε Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμών, ὅσα ἠθέλησε ποιῆσαι, 2 καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον, καθὼς ὤφθη ἐν Γαβαών, 3 καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήθης ἐνώπιόν μου· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. 4 καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς, 5 καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν ᾿Ισραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα Δαυὶδ πατρί σου λέγων· οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν ᾿Ισραήλ. 6 ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾿ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, 7 καὶ ἐξαρῶ τὸν ᾿Ισραὴλ ἀπὸ τῆς γῆς ἣν ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου, καὶ ἔσται ᾿Ισραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς. 8 καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν· ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ; 9 καὶ ἐροῦσιν· ἀνθ᾿ ὧν ἐγκατέλιπον Κύριον Θεὸν αὐτῶν, ὃς ἐξήγαγε τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγε Κύριος ἐπ᾿ αὐτοὺς τὴν κακίαν ταύτην. 9α Τότε ἀνήγαγε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυὶδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις. 10 Εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, 11 Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ. 12 καὶ ἐξῆλθε Χιρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις, ἃς ἔδωκεν αὐτῷ Σαλωμών, καὶ οὐκ ἤρεσαν αὐτῷ· 13 καὶ εἶπε· τί αἱ πόλεις αὗται, ἃς ἔδωκάς μοι, ἀδελφέ; καὶ ἐκάλεσεν αὐτὰς ῞Οριον ἕως τῆς ἡμέρας ταύτης. 14 καὶ ἤνεγκε Χιρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου 26 καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασιὼν Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ ᾿Εδώμ. 27 καὶ ἀπέστειλε Χιρὰμ ἐν τῇ νειὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών. 28 καὶ ἦλθον εἰς Σωφηρὰ καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών.

Παρασκευή 4 Αυγούστου 2017

ΒΑΣΙΛΕΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 8 

ΚΑΙ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ μετὰ εἴκοσιν ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους ᾿Ισραὴλ ἐν Σιὼν τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ (αὕτη ἐστὶ Σιὼν) 2 ἐν μηνὶ ᾿Αθανίν. 3 καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν 4 καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου, 5 καὶ ὁ βασιλεὺς καὶ πᾶς ᾿Ισραὴλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα. 6 καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ· 7 ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν, 8 καὶ ὑπερεῖχον τὰ ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβὶρ καὶ οὐκ ὠπτάνοντο ἔξω. 9 οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος μετὰ τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 10 καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον· 11 καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον. 14 Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα ᾿Ισραήλ, καὶ πᾶσα ἐκκλησία ᾿Ισραὴλ εἱστήκει· 15 καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραὴλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσε λέγων· 16 ἀφ᾿ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ ᾿Ισραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ. καὶ ἐξελεξάμην ἐν ῾Ιερουσαλὴμ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην τὸν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν ᾿Ισραήλ. 17 καὶ ἐγένετο ἐπὶ τῆς καρδίας τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ. 18 καὶ εἶπε Κύριος πρὸς Δαυὶδ τὸν πατέρα μου· ἀνθ᾿ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου· 19 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλ᾿ ἢ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 20 καὶ ἀνέστησε Κύριος τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησε, καὶ ἀνέστην ἀντὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου ᾿Ισραήλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ. 21 καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο Κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 22 Καὶ ἀνέστη Σαλωμὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας ᾿Ισραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, 23 καὶ εἶπε· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ, 24 ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου· καὶ γὰρ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσί σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη. 25 καὶ νῦν, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, φύλαξον τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων· οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου ᾿Ισραήλ, πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιόν μου, καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ. 26 καὶ νῦν, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, πιστωθήτω δὴ τὸ ρῆμά σου τῷ Δαυὶδ τῷ πατρί μου. 27 ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; 28 καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀκούειν τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρός σε σήμερον, 29 τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας· ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. 30 καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου ᾿Ισραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ. 31 ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ᾿ αὐτὸν ἀρὰν τοῦ ἀράσασθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ, 32 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου ᾿Ισραὴλ ἀνομηθῆναι ἄνομον, δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον, δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ. 33 ἐν τῷ πταῖσαι τὸν λαόν σου ᾿Ισραὴλ ἐνώπιον ἐχθρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσι καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτω, 34 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου ᾿Ισραὴλ καὶ ἐπιστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν. 35 ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσῃς αὐτούς, 36 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου ᾿Ισραήλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν, ἣν ἔδωκας τῷ λαῷ σου ἐν κληρονομίᾳ. 37 λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῷν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πάντα πόνον, 38 πᾶσαν προσευχήν, πᾶσαν δέησιν, ἐὰν γένηται παντὶ ἀνθρώπῳ ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον, 39 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων, 40 ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν. 41 καὶ τῷ ἀλλοτρίῳ, ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οὗτος, 42 καὶ ἥξουσι καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, 43 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τὸ ὄνομά σου, καὶ φοβῶνταί σε, καθὼς ὁ λαός σου ᾿Ισραήλ, καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα. 44 ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, 45 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς. 46 ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς, 47 καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψουσιν ἐν γῇ μετοικίας αὐτῶν καὶ δεηθῶσί σου λέγοντες· ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν, 48 καὶ ἐπιστρέψωσι πρός σε ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρός σε, ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου, 49 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου 50 καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτειρήσουσιν αὐτούς· 51 ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου. 52 καὶ ἔστρωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ᾐνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου ᾿Ισραὴλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν, οἷς ἂν ἐπικαλέσωνταί σε, 53 ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, Κύριε Κύριε. 53α Τότε ἐλάλησε Σαλωμὼν ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσε τοῦ οἰκοδομῆσαι αὐτόν, ῞Ηλιον ἐγνώρισεν ἐν οὐρανῷ Κύριος, εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ· οἰκοδόμησον οἶκόν μου, οἶκον εὐπρεπῆ σεαυτῷ, τοῦ κατοικεῖν ἐπὶ καινότητος. οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς; 54 Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν. 55 καὶ ἔστη καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν ᾿Ισραὴλ φωνῇ μεγάλῃ λέγων· 56 εὐλογητὸς Κύριος σήμερον, ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ. 57 γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθ᾿ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς, 58 ἐπικλῖναι καρδίας ἡμῶν ἐπ᾿ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν. 59 καὶ ἔστρωσαν οἱ λόγοι οὗτοι, ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτός, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ ᾿Ισραὴλ ρῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ, 60 ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς, ὅτι Κύριος ὁ Θεός, αὐτὸς Θεὸς καὶ οὐκ ἔστιν ἔτι. 61 καὶ ἔστρωσαν οἱ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον Θεὸν ἡμῶν καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη. 62 Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου. 63 καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμὼν τὰς θυσίας τῶν εἰρηνικῶν, ἃς ἔθυσε τῷ Κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισε τὸν οἶκον Κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ ᾿Ισραήλ. 64 τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρόν· τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν. 65 καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ᾿Ισραὴλ μετ᾿ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου ῾Ημὰθ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας. 66 καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαὸν καὶ εὐλόγησαν τὸν βασιλέα, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ δούλῳ αὐτοῦ καὶ τῷ ᾿Ισραὴλ λαῷ αὐτοῦ.