Δευτέρα 5 Φεβρουαρίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 25 

ΚΑΙ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς ᾿Ασὰφ καὶ Αἰμὰν καὶ ᾿Ιδιθοὺν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν. 2 υἱοὶ ᾿Ασάφ, Σακχοὺρ ᾿Ιωσὴφ καὶ Ναθανίας καὶ ᾿Εραήλ, υἱοὶ ᾿Ασὰφ ἐχόμενοι τοῦ βασιλέως. 3 τῷ ᾿Ιδιθοὺν υἱοὶ ᾿Ιδιθούν· Γοδολίας καὶ Σουρὶ καὶ ᾿Ισέας καὶ Σεμεΐ καὶ ᾿Ασαβίας καὶ Ματταθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν ᾿Ιδιθούν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ. 4 τῷ Αἰμὰν υἱοὶ Αἰμάν· Βουκίας καὶ Ματθανίας καὶ ᾿Οζιὴλ καὶ Σουβαὴλ καὶ ᾿Ιεριμὼθ καὶ ᾿Ανανίας καὶ ᾿Ανὰν καὶ ῾Ελιαθὰ καὶ Γοδολλαθὶ καὶ Ρωμετθιέζερ καὶ ᾿Ιεσβασακὰ καὶ Μαλλιθὶ καὶ ᾿Ωθηρὶ καὶ Μεαζώθ· 5 πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ ὑψῶσαι κέρας. καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς. 6 πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις καὶ νάβλαις καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως καὶ ᾿Ασάφ, καὶ ᾿Ιδιθοὺν καὶ Αἰμάν. 7 καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν Κυρίῳ, πᾶς συνιών, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. 8 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων. 9 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ ᾿Ασὰφ τῷ ᾿Ιωσὴφ Γοδολίας· ὁ δεύτερος ῾Ηνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 10 ὁ τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 11 ὁ τέταρτος ᾿Ιεσρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 12 ὁ πέμπτος Ναθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 13 ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 14 ὁ ἕβδομος ᾿Ισεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 15 ὁ ὄγδοος ᾿Ιωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 16 ὁ ἔνατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 17 ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 18 ὁ ἑνδέκατος ᾿Ασριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 19 ὁ δωδέκατος ᾿Ασαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 20 ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 21 ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 22 ὁ πεντεκαιδέκατος ᾿Ιεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 23 ὁ ἑκκαιδέκατος ᾿Ανανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 24 ὁ ἑπτακαιδέκατος ᾿Ιεσβασακά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 25 ὁ ὀκτωκαιδέκατος ᾿Ανανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 26 ὁ ἐννεακαιδέκατος Μαλλιθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 27 ὁ εἰκοστὸς ῾Ελιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 28 ὁ εἰκοστὸς πρῶτος ᾿Ωθηρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 29 ὁ εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 30 ὁ εἰκοστὸς τρίτος Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· 31 ὁ εἰκοστὸς τέταρτος Ρωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο.

Τετάρτη 31 Ιανουαρίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 24 

ΚΑΙ τοῖς υἱοῖς ᾿Ααρὼν διαιρέσεις· Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. 2 καὶ ἀπέθανε Ναδὰβ καὶ ᾿Αβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ υἱοὶ ᾿Ααρών. 3 καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν ᾿Ελεάζαρ καὶ ᾿Αχιμέλεχ ἐκ τῶν υἱῶν ᾿Ιθάμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν. 4 καὶ εὑρέθησαν οἱ υἱοὶ ᾿Ελεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς ᾿Ιθάμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς ᾿Ελεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς ᾿Ιθάμαρ κατ᾿ οἴκους πατριῶν ὀκτώ. 5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς ᾿Ελεάζαρ καὶ ἐν τοῖς υἱοῖς ᾿Ιθάμαρ. 6 καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ ᾿Ελεάζαρ καὶ εἷς εἷς τῷ ᾿Ιθάμαρ. 7 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ ᾿Ιωαρίμ, τῷ ᾿Ιεδίᾳ ὁ δεύτερος, 8 τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος, 9 τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος, 10 τῷ Κὼς ὁ ἕβδομος, τῷ ᾿Αβίᾳ ὁ ὄγδοος, 11 τῷ ᾿Ιησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος, 12 τῷ ᾿Ελιαβὶ ὁ ἑνδέκατος, τῷ ᾿Ιακὶμ ὁ δωδέκατος, 13 τῷ ᾿Οπφᾷ ὁ τρισκαιδέκατος, τῷ ᾿Ιεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος, 14 τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ ᾿Εμμὴρ ὁ ἑκκαιδέκατος, 15 τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ ᾿Αφεσὴ ὁ ὀκτωκαιδέκατος, 16 τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ ᾿Εζεκὴλ ὁ εἰκοστός, 17 τῷ ᾿Αχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστός, 18 τῷ ᾿Αδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός. 19 αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς ᾿Ααρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ. 20 Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς ᾿Αμβρὰμ Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ ᾿Ιεδία. 21 τῷ Ρααβίᾳ ὁ ἄρχων ᾿Ιεσίας, 22 καὶ τῷ ᾿Ισααρὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ ᾿Ιάθ. 23 υἱοὶ ᾿Ιεδιοῦ· ᾿Αμαδία ὁ δεύτερος, ᾿Ιαζιὴλ ὁ τρίτος, ᾿Ιεκμοὰμ ὁ τέταρτος. 24 τοῖς υἱοῖς ᾿Οζιὴλ Μιχά· υἱοὶ Μιχὰ Σαμήρ. 25 ἀδελφὸς Μιχὰ ᾿Ισία· υἱὸς ᾿Ισία Ζαχαρία. 26 υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί. υἱοὶ ᾿Οζία υἱοὶ Βοννί. 27 υἱοὶ Μεραρὶ τῷ ᾿Οζίᾳ, υἱοὶ αὐτοῦ ᾿Ισοὰμ καὶ Σακχοὺρ καὶ ᾿Αβαΐ, 28 τῷ Μοολὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ· καὶ ἀπέθανεν ᾿Ελεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί. 29 τῷ Κίς· υἱοὶ τοῦ Κὶς ῾Ιεραμεήλ. 30 καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. 31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ ᾿Ααρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ ᾿Αχιμέλεχ καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.

Δευτέρα 29 Ιανουαρίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 23 

ΚΑΙ Δαυὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐπὶ ᾿Ισραήλ. 2 καὶ συνήγαγε τοὺς πάντας ἄρχοντας ᾿Ισραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας. 3 καὶ ἠρίθμησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας. 4 ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου εἰκοσιτέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι 5 καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ Κυρίῳ ἐν ὀργάνοις, οἷς ἐποίησε τοῦ αἰνεῖν τῷ Κυρίῳ. 6 καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς Λευί, τῷ Γεδσών, Καὰθ καὶ Μεραρί. 7 καὶ τῷ Γεδσών· ᾿Εδὰν καὶ Σεμεΐ. 8 υἱοὶ τῷ ᾿Εδάν· ἄρχων ᾿Ιεϊὴλ καὶ Ζηθὰν καὶ ᾿Ιωήλ, τρεῖς. 9 υἱοὶ Σεμεΐ· Σαλωμίθ, ᾿Ιεϊὴλ καὶ Δάν, τρεῖς. οὗτοι ἄρχοντες πατριῶν τῶν ᾿Εδάν. 10 καὶ τοῖς υἱοῖς Σεμεΐ· ᾿Ιὲθ καὶ Ζιζὰ καὶ ᾿Ιωὰς καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεΐ τέσσαρες. 11 καὶ ἦν ᾿Ιὲθ ὁ ἄρχων καὶ Ζιζὰ ὁ δεύτερος· καὶ ᾿Ιωὰς καὶ Βεριὰ οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν. 12 υἱοὶ Καάθ· ᾿Αμβράμ, ᾿Ισαάρ, Χεβρών, ᾿Οζιήλ, τέσσαρες. 13 υἱοὶ ᾿Αμβράμ, ᾿Ααρὼν καὶ Μωυσῆς. καὶ διεστάλη ᾿Ααρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾶν ἐναντίον τοῦ Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος. 14 καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευί. 15 υἱοὶ Μωυσῆ· Γηρσὰμ καὶ ᾿Ελιέζερ. 16 υἱοὶ Γηρσάμ· Σουβαὴλ ὁ ἄρχων. 17 καὶ ἦσαν υἱοὶ τῷ ᾿Ελιέζερ· Ραβιὰ ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ ᾿Ελιέζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ραβιὰ ηὐξήθησαν εἰς ὕψος. 18 υἱοὶ ᾿Ισαάρ· Σαλωμὼθ ὁ ἄρχων. 19 υἱοὶ Χεβρών· ῾Ιεριὰ ὁ ἄρχων, ᾿Αμαδιὰ ὁ δεύτερος, ῾Ιεζιὴλ ὁ τρίτος, ᾿Ιεκεμίας ὁ τέταρτος. 20 υἱοὶ ᾿Οζιήλ· Μιχὰ ὁ ἄρχων καὶ ᾿Ισιὰ ὁ δεύτερος. 21 υἱοὶ Μεραρί· Μοολὶ καὶ Μουσί. υἱοὶ Μοολί· ᾿Ελεάζαρ καὶ Κίς. 22 καὶ ἀπέθανεν ᾿Ελεάζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοί, ἀλλ᾿ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κὶς ἀδελφοὶ αὐτῶν. 23 υἱοὶ Μουσί· Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ, τρεῖς. 24 οὗτοι υἱοὶ Λευὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω. 25 ὅτι εἶπε Δαυίδ· κατέπαυσε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν ῾Ιερουσαλὴμ ἕως αἰῶνος. 26 καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· 27 ὅτι ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω· 28 ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χειρὶ ᾿Ααρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ 29 καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως καὶ εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον 30 καὶ τοῦ στῆναι πρωΐ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ οὕτω τὸ ἑσπέρας 31 καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ᾿ αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ. 32 καὶ φυλάξουσι τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὴν φυλακὴν τοῦ ἁγίου καὶ τὰς φυλακὰς υἱῶν ᾿Ααρὼν ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.

Παρασκευή 26 Ιανουαρίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 22 

ΚΑΙ εἶπε Δαυίδ· οὗτός ἐστιν ὁ οἶκος Κυρίου τοῦ Θεοῦ καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ ᾿Ισραήλ. 2 καὶ εἶπε Δαυὶδ συναγαγεῖν πάντας τοὺς προσηλύτους τοὺς ἐν γῇ ᾿Ισραὴλ καὶ κατέστησε λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ. 3 καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασε Δαυὶδ καὶ χαλκὸν εἰς πλῆθος, οὐκ ἦν σταθμός· 4 καὶ ξύλα κέδρινα, οὐκ ἦν ἀριθμός, ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυίδ. 5 καὶ εἶπε Δαυίδ· Σαλωμὼν ὁ υἱός μου παιδάριον ἁπαλόν, καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ Κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ· καὶ ἡτοίμασε Δαυὶδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ. 6 καὶ ἐκάλεσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ Κυρίῳ Θεῷ ᾿Ισραήλ. 7 καὶ εἶπε Δαυὶδ Σαλωμών· τέκνον, ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ. 8 καὶ ἐγένετό μοι λόγος Κυρίου λέγων· αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας· οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τὴν γῆν ἐναντίον μου. 9 ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σαλωμὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ ᾿Ισραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. 10 οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτῷ εἰς πατέρα, καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν ᾿Ισραὴλ ἕως αἰῶνος. 11 καὶ νῦν, υἱέ μου, ἔσται μετὰ σοῦ Κύριος, καὶ εὐοδώσει, καὶ οἰκοδομήσεις οἶκον τῷ Κυρίῳ Θεῷ σου, ὡς ἐλάλησε περὶ σοῦ. 12 ἀλλ᾿ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν Κύριος καὶ κατισχύσαι σε ἐπὶ ᾿Ισραὴλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου. 13 τότε εὐοδώσει, ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ ᾿Ισραήλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ πτοηθῇς. 14 καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστι σταθμός, ὅτι εἰς πλῆθός ἐστι· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες. 15 καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα, τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ, 16 ἐν χρυσίῳ καὶ ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός. ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ. 17 καὶ ἐνετείλατο Δαυὶδ τοῖς πᾶσιν ἄρχουσιν ᾿Ισραὴλ ἀντιλαβέσθαι τῷ Σαλωμὼν υἱῷ αὐτοῦ· 18 οὐχὶ Κύριος μεθ᾿ ὑμῶν; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν ὑμῶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον Κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ. 19 νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ Θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ Θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.

Τρίτη 23 Ιανουαρίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 21 

ΚΑΙ ἔστη διάβολος ἐν τῷ ᾿Ισραὴλ καὶ ἐπέσεισε τὸν Δαυὶδ τοῦ ἀριθμῆσαι τὸν ᾿Ισραήλ. 2 καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ πρὸς ᾿Ιωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως· πορεύθητε, ἀριθμήσατε τὸν ᾿Ισραὴλ ἀπὸ Βηρσαβεὲ καὶ ἕως Δὰν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν. 3 καὶ εἶπεν ᾿Ιωάβ· προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἱνατί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ ᾿Ισραήλ. 4 τὸ δὲ ρῆμα τοῦ βασιλέως ἴσχυσεν ἐπὶ ᾿Ιωάβ, καὶ ἐξῆλθεν ᾿Ιωὰβ καὶ διῆλθεν ἐν παντὶ ᾿Ισραὴλ καὶ ἦλθεν εἰς ῾Ιερουσαλήμ. 5 καὶ ἔδωκεν ᾿Ιωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ, καὶ ἦν πᾶς ᾿Ισραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ υἱοὶ ᾿Ιούδα τετρακόσιαι καὶ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν. 6 καὶ τὸν Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσε λόγος τοῦ βασιλέως τὸν ᾿Ιωάβ. 7 καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξε τὸν ᾿Ισραήλ. 8 καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· ἡμάρτηκα σφόδρα, ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα. 9 καὶ ἐλάλησε Κύριος πρὸς Γὰδ τὸν ὁρῶντα λέγων· 10 πορεύου καὶ λάλησον πρὸς Δαυὶδ λέγων· οὕτω λέγει Κύριος· τρία αἱρῶ ἐγὼ ἐπὶ σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. 11 καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ καὶ εἶπεν αὐτῷ· οὕτως λέγει Κύριος· ἔκλεξαι σεαυτῷ 12 ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολοθρεῦσαι, ἢ τρεῖς ἡμέρας ρομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος Κυρίου ἐξολοθρεύων ἐν πάσῃ κληρονομίᾳ ᾿Ισραήλ· καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον. 13 καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. 14 καὶ ἔδωκε Κύριος θάνατον ἐν ᾿Ισραήλ, καὶ ἔπεσον ἐξ ᾿Ισραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 15 καὶ ἀπέστειλεν ὁ Θεὸς ἄγγελον εἰς ῾Ιερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλόθρευσεν, εἶδε Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι· ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 16 καὶ ἐπῇρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ρομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ ῾Ιερουσαλήμ· καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν. 17 καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε. 18 καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυίδ, ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον Κυρίῳ ἐν ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 19 καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου. 20 καὶ ἐπέστρεψεν ᾿Ορνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετ᾿ αὐτοῦ μεθαχαβίν· καὶ ᾿Ορνὰ ἦν ἁλοῶν πυρούς. 21 καὶ ἦλθε Δαυὶδ πρὸς ᾿Ορνά, καὶ ᾿Ορνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησε τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. 22 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ορνά· δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ᾿ αὐτῷ θυσιαστήριον τῷ Κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. 23 καὶ εἶπεν ᾿Ορνὰ πρὸς Δαυίδ· λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα. 24 καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ ᾿Ορνά· οὐχί, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἅ ἐστί σοι Κυρίῳ τοῦ ἀνανέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ. 25 καὶ ἔδωκε Δαυὶδ τῷ ᾿Ορνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους. 26 καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατηνάλωσε τὴν ὁλοκαύτωσιν. 27 καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκε τὴν ρομφαίαν εἰς τὸν κολεὸν αὐτῆς. 28 ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἐπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ. 29 καὶ σκηνὴ Κυρίου, ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών· 30 καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ρομφαίας ἀγγέλου Κυρίου.