Παρασκευή 13 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 20 

ΚΑΙ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωάβ, καὶ υἱοὶ ᾿Αμμὼν καὶ μετ’ αὐτῶν ἐκ τῶν Μιναίων πρὸς ᾿Ιωσαφὰτ εἰς πόλεμον. 2 καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ ᾿Ιωσαφὰτ λέγοντες· ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν ᾿Ασασὰν Θαμὰρ (αὕτη ἐστὶν ᾿Εγγαδί). 3 καὶ ἐφοβήθη καὶ ἔδωκεν ᾿Ιωσαφὰτ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ ᾿Ιούδᾳ. 4 καὶ συνήχθη ᾿Ιούδας ἐκζητῆσαι τὸν Κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων ᾿Ιούδα ἦλθον ζητῆσαι τὸν Κύριον. 5 καὶ ἀνέστη ᾿Ιωσαφὰτ ἐν ἐκκλησίᾳ ᾿Ιούδα ἐν ῾Ιερουσαλὴμ ἐν οἴκῳ Κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς 6 καὶ εἶπε· Κύριε ὁ Θεὸς τῶν πατέρων μου, οὐχὶ σὺ εἶ Θεὸς ἐν οὐρανῷ ἄνω καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστι πρός σε ἀντιστῆναι; 7 οὐχὶ σὺ ὁ Κύριος ὁ ἐξολοθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου ᾿Ισραὴλ καὶ ἔδωκας αὐτὴν σπέρματι ῾Αβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα; 8 καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες· 9 ἐὰν ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά, ρομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις. 10 καὶ νῦν ἰδοὺ οἱ υἱοὶ ᾿Αμμὼν καὶ Μωὰβ καὶ ὄρος Σηείρ, εἰς οὓς οὐκ ἔδωκας τῷ ᾿Ισραὴλ διελθεῖν δι’ αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπ’ αὐτῶν καὶ οὐκ ἐξωλόθρευσαν αὐτούς. 11 καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ’ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν, ἧς ἔδωκας ἡμῖν. 12 Κύριε ὁ Θεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ’ ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλ’ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν. 13 καὶ πᾶς ᾿Ιούδας ἑστηκὼς ἔναντι Κυρίου, καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν. 14 καὶ τῷ ᾿Οζιὴλ τῷ τοῦ Ζαχαρίου τῶν υἱῶν Βαναίου τῶν υἱῶν ᾿Ελεϊὴλ τοῦ Ματθανίου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν ᾿Ασάφ, ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ 15 καὶ εἶπεν· ἀκούσατε πᾶς ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ ὁ βασιλεὺς ᾿Ιωσαφάτ· τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς· μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλ’ ἢ τῷ Θεῷ. 16 αὔριον κατάβητε ἐπ’ αὐτούς· ἰδοὺ ἀναβαίνουσι κατὰ τὴν ἀνάβασιν ᾿Ασάς, καὶ εὑρήσετε αὐτοὺς ἐπ’ ἄκρου ποταμοῦ τῆς ἐρήμου ᾿Ιεριήλ. 17 οὐχ ὑμῖν ἐστι πολεμῆσαι· ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθ’ ὑμῶν, ᾿Ιούδα καὶ ῾Ιερουσαλήμ· μὴ φοβηθῆτε μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθ’ ὑμῶν. 18 καὶ κύψας ᾿Ιωσαφὰτ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλὴμ ἔπεσαν ἔναντι Κυρίου προσκυνῆσαι Κυρίῳ. 19 καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἀπὸ τῶν υἱῶν Κορὲ αἰνεῖν Κυρίῳ Θεῷ ᾿Ισραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος. 20 Καὶ ὤρθρισαν πρωΐ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωέ, καὶ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἔστη ᾿Ιωσαφὰτ καὶ ἐβόησε καὶ εἶπεν· ἀκούσατέ μου ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ· ἐμπιστεύσατε ἐν Κυρίῳ Θεῷ ἡμῶν, καὶ ἐμπιστευθήσεσθε· ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε. 21 καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησε ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως, καὶ ἔλεγον· ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 22 καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς ᾿Αμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ ᾿Ιούδαν, καὶ ἐτροπώθησαν. 23 καὶ ἀνέστησαν οἱ υἱοὶ ᾿Αμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ ἐξολοθρεῦσαι καὶ ἐκτρῖψαι αὐτούς· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηείρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι. 24 καὶ ᾿Ιούδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψε καὶ εἶδε τὸ πλῆθος, καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σωζόμενος. 25 καὶ ἐξῆλθεν ᾿Ιωσαφὰτ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἐν αὐτοῖς. καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν. 26 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας, ἐκεῖ γὰρ ηὐλόγησαν τὸν Κύριον· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης. 27 καὶ ἐπέστρεψε πᾶς ἀνὴρ ᾿Ιούδα εἰς ῾Ιερουσαλὴμ καὶ ᾿Ιωσαφὰτ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ, ὅτι εὔφρανεν αὐτοὺς Κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν, 28 καὶ εἰσῆλθον εἰς ῾Ιερουσαλὴμ ἐν νάβλαις καὶ κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον Κυρίου. 29 καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι Κύριος ἐπολέμησε πρὸς τοὺς ὑπεναντίους ᾿Ισραήλ. 30 καὶ εἰρήνευσεν ἡ βασιλεία ᾿Ιωσαφάτ, καὶ κατέπαυσεν αὐτῷ ὁ Θεὸς αὐτοῦ κυκλόθεν. 31 Καὶ ἐβασίλευσεν ᾿Ιωσαφὰτ ἐπὶ τὸν ᾿Ιούδαν, ὢν ἐτῶν τριακονταπέντε ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αζουβὰ θυγάτηρ Σαλί. 32 καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ᾿Ασὰ καὶ οὐκ ἐξέκλινε τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον Κυρίου· 33 ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε, καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνε τὴν καρδίαν αὐτῶν πρὸς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν. 34 καὶ οἱ λοιποὶ λόγοι ᾿Ιωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις ᾿Ιοὺ τοῦ ᾿Ανανί, ὃς κατέγραψε βιβλίον βασιλέων ᾿Ισραήλ. 35 Καὶ μετὰ ταῦτα ἐκοινώνησεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα πρὸς ᾿Οχοζίαν βασιλέα ᾿Ισραήλ (καὶ οὗτος ἠνόμησεν) 36 ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσεῖς καὶ ἐποίησε πλοῖα ἐν Γασιὼν Γαβέρ. 37 καὶ ἐπροφήτευσεν ᾿Ελιέζερ ὁ τοῦ Δωδία ἀπὸ Μαρισῆς ἐπὶ ᾿Ιωσαφὰτ λέγων· ὡς ἐφιλίασας τῷ ᾿Οχοζίᾳ, ἔθραυσε Κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου. καὶ οὐκ ἐδυνάσθη πορευθῆναι εἰς Θαρσεῖς.

Τετάρτη 11 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 19 


ΚΑΙ ἐπέστρεψεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς ῾Ιερουσαλήμ. 2 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ ᾿Ιοὺ ὁ τοῦ ᾿Ανανὶ ὁ προφήτης καὶ εἶπεν αὐτῷ· βασιλεῦ ᾿Ιωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου· 3 ὅτι ἀλλ’ ἢ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί, ὅτι ἐξῇρας τὰ ἄλση ἀπὸ τῆς γῆς ᾿Ιούδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον. 4 καὶ κατῴκησεν ᾿Ιωσαφὰτ ἐν ῾Ιερουσαλὴμ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεὲ ἕως ὄρους ᾿Εφραὶμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν. 5 καὶ κατέστησε τοὺς κριτὰς ἐν πάσαις ταῖς πόλεσιν ᾿Ιούδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει 6 καὶ εἶπε τοῖς κριταῖς· ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ’ ἢ τῷ Κυρίῳ, καὶ μεθ’ ὑμῶν λόγοι τῆς κρίσεως· 7 καὶ νῦν γενέσθω φόβος Κυρίου ἐφ’ ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσατε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ἡμῶν ἀδικία, οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα. 8 καί γε ἐν ῾Ιερουσαλὴμ κατέστησεν ᾿Ιωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν ᾿Ισραὴλ εἰς κρίσιν Κυρίου, καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλήμ. 9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων· οὕτω ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ· 10 πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ’ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον τοῦ προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ Κυρίῳ, καὶ οὐκ ἔσται ὀργὴ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτω ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε. 11 καὶ ἰδοὺ ῾Αμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφ’ ὑμᾶς εἰς πάντα λόγον Κυρίου καὶ Ζαβδίας υἱὸς ᾿Ισμαὴλ ὁ ἡγούμενος εἰς οἶκον ᾿Ιούδα πρὸς πάντα λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.

Δευτέρα 9 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 18 

ΚΑΙ ἐγενήθη τῷ ᾿Ιωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ ᾿Αχαάβ. 2 καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς ᾿Αχαὰβ εἰς Σαμάρειαν· καὶ ἔθυσεν αὐτῷ ᾿Αχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετ’ αὐτοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος. 3 καὶ εἶπεν ᾿Αχαὰβ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα· εἰ πορεύσῃ μετ’ ἐμοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ· ὡς ἐγώ, οὕτω καὶ σύ· ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον. 4 καὶ εἶπεν ᾿Ιωσαφὰτ πρὸς βασιλέα ᾿Ισραήλ· ζήτησον δὴ σήμερον τὸν Κύριον. 5 καὶ συνήγαγεν ὁ βασιλεὺς ᾿Ισραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς· εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν· ἀνάβαινε, καὶ δώσει ὁ Θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως. 6 καὶ εἶπεν ᾿Ιωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ’ αὐτοῦ; 7 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν Κύριον δι’ αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστι προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαίας υἱὸς ᾿Ιεμβλά. καὶ εἶπεν ᾿Ιωσαφάτ· μὴ λαλείτω ὁ βασιλεὺς οὕτως· 8 καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα καὶ εἶπε· τάχος Μιχαίαν υἱὸν ᾿Ιεμβλά. 9 καὶ βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολάς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν. 10 καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ. 11 καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτω λέγοντες· ἀνάβαινε εἰς Ραμὼθ Γαλαὰδ καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. 12 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων· ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά. 13 καὶ εἶπε Μιχαίας· ζῇ Κύριος, ὅτι ὃ ἐὰν εἴπῃ ὁ Θεὸς πρός με, αὐτὸ λαλήσω. 14 καὶ ἦλθε πρὸς τόν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν. 15 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου; 16 καὶ εἶπεν· εἶδον τὸν ᾿Ισραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος· οὐκ ἔχουσιν ἡγούμενον οὗτοι, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ. 17 καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά, ἀλλ’ ἢ κακά; 18 καὶ εἶπεν· οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου· εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. 19 καὶ εἶπε Κύριος· τίς ἀπατήσει τὸν ᾿Αχαὰβ βασιλέα ᾿Ισραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως. 20 καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπε Κύριος· ἐν τίνι; 21 καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω. 22 καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. 23 καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ· ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρ’ ἐμοῦ τοῦ λαλῆσαι πρός σε; 24 καὶ εἶπε Μιχαίας· ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμιεῖον ἐκ ταμιείου τοῦ κατακρυβῆναι. 25 καὶ εἶπε βασιλεὺς ᾿Ισραήλ· λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε πρὸς ᾿Εμὴρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς ᾿Ιωὰς ἄρχοντα υἱὸν τοῦ βασιλέως 26 καὶ ἐρεῖτε· οὕτως εἶπεν ὁ βασιλεύς· ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 27 καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησε Κύριος ἐν ἐμοί· ἀκούσατε λαοὶ πάντες. 28 Καὶ ἀνέβη βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα εἰς Ραμὼθ Γαλαάδ. 29 καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· κατακάλυψόν με καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς ᾿Ισραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. 30 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων τοῖς μετ’ αὐτοῦ λέγων· μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ’ ἢ τὸν βασιλέα ᾿Ισραὴλ μόνον. 31 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν ᾿Ιωσαφάτ, καὶ αὐτοὶ εἶπαν· βασιλεὺς ᾿Ισραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν ᾿Ιωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ Θεὸς ἀπ’ αὐτοῦ. 32 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς ᾿Ισραήλ, καὶ ἀπέστρεψαν ἀπ’ αὐτοῦ. 33 καὶ ἀνὴρ ἔτεινε τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα ᾿Ισραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ· ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα. 34 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς ᾿Ισραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἕως ἑσπέρας καὶ ἀπέθανε δύνοντος τοῦ ἡλίου.

Παρασκευή 6 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 17 


ΚΑΙ ἐβασίλευσεν ᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ, καὶ κατίσχυσεν ᾿Ιωσαφὰτ ἐπὶ τὸν ᾿Ισραήλ. 2 καὶ ἔδωκε δύναμιν ἐν πάσαις ταῖς πόλεσιν ᾿Ιούδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐν πόλεσιν ᾿Εφραίμ, ἃς προκατελάβετο ᾿Ασὰ ὁ πατὴρ αὐτοῦ. 3 καὶ ἐγένετο Κύριος μετὰ ᾿Ιωσαφάτ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησε τὰ εἴδωλα, 4 ἀλλὰ Κύριον τὸν Θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησε καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τὰ ἔργα τοῦ ᾿Ισραήλ. 5 καὶ κατεύθυνε Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκε πᾶς ᾿Ιούδα δῶρα τῷ ᾿Ιωσαφάτ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή. 6 καὶ ὑψώθη ἡ καρδία αὐτοῦ ἐν ὁδῷ Κυρίου, καὶ ἔτι εξῇρε τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς ᾿Ιούδα. 7 καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλε τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν ᾿Αβδίαν καὶ Ζαχαρίαν καὶ Ναθαναὴλ καὶ Μιχαίαν, τοῦ διδάσκειν ἐν πόλεσιν ᾿Ιούδα· 8 καὶ μετ’ αὐτῶν οἱ Λευῖται Σαμαίας καὶ Ναθανίας καὶ Ζαβδίας καὶ ᾿Ασιὴλ καὶ Σεμιραμὼθ καὶ ᾿Ιωνάθαν καὶ ᾿Αδωνίας καὶ Τωβίας, οἱ Λευῖται, καὶ μετ’ αὐτῶν ᾿Ελισαμὰ καὶ ᾿Ιωρὰμ οἱ ἱερεῖς, 9 καὶ ἐδίδασκον ἐν ᾿Ιούδᾳ, καὶ μετ’ αὐτῶν βίβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐδίδασκον τὸν λαόν. 10 καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς κύκλῳ ᾿Ιούδα, καὶ οὐκ ἐπολέμουν πρὸς ᾿Ιωσαφάτ· 11 καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ ᾿Ιωσαφὰτ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ ῎Αραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους. 12 καὶ ἦν ᾿Ιωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν ἐν τῇ ᾿Ιουδαίᾳ οἰκήσεις καὶ πόλεις ὀχυράς. 13 καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν ῾Ιερουσαλήμ. 14 καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν· καὶ τῷ ᾿Ιούδᾳ χιλίαρχοι, ῎Εδνας ὁ ἄρχων καὶ μετ’ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες· 15 καὶ μετ’ αὐτὸν ᾿Ιωανὰν ὁ ἡγούμενος καὶ μετ’ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες· 16 καὶ μετ’ αὐτὸν ᾿Αμασίας ὁ τοῦ Ζαρί, ὁ προθυμούμενος τῷ Κυρίῳ, καὶ μετ’ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως. 17 καὶ ἐκ τοῦ Βενιαμὶν δυνατὸς δυνάμεως ᾿Ελιαδὰ καὶ μετ’ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες. 18 καὶ μετ’ αὐτὸν ᾿Ιωζαβὰδ καὶ μετ’ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου. 19 οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ ᾿Ιουδαίᾳ.

Τετάρτη 4 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 16 

ΚΑΙ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας ᾿Ασὰ ἀνέβη βασιλεὺς ᾿Ισραὴλ ἐπὶ ᾿Ιούδαν καὶ ᾠκοδόμησε τὴν Ραμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ ᾿Ασὰ βασιλεῖ ᾿Ιούδα. 2 καὶ ἔλαβεν ᾿Ασὰ ἀργύριον καὶ χρυσίον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε πρὸς τὸν υἱὸν τοῦ ῎Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων· 3 διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ’ ἐμοῦ τὸν Βαασὰ βασιλέα ᾿Ισραὴλ καὶ ἀπελθέτω ἀπ’ ἐμοῦ. 4 καὶ ἤκουσεν υἱὸς ῎Αδερ τοῦ βασιλέως ᾿Ασὰ καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις ᾿Ισραὴλ καὶ ἐπάταξε τὴν ᾿Αϊὼν καὶ τὴν Δὰν καὶ τὴν ᾿Αβελμαΐν καὶ πάσας τὰς περιχώρους Νεφθαλί. 5 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασὰ ἀπέλιπε τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμὰ καὶ κατέπαυσε τὸ ἔργον αὐτοῦ. 6 καὶ ᾿Ασὰ βασιλεὺς ἔλαβε πάντα τὸν ᾿Ιούδαν καὶ ἔλαβε τοὺς λίθους τῆς Ραμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαὲ καὶ τὴν Μασφά. 7 καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν ᾿Ανανὶ ὁ προφήτης πρὸς ᾿Ασὰ βασιλέα ᾿Ιούδα καὶ εἶπεν αὐτῷ· ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου. 8 οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς χεῖράς σου; 9 ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος. 10 καὶ ἐθυμώθη ᾿Ασὰ τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο ᾿Ασὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ. 11 Καὶ ἰδοὺ οἱ λόγοι ᾿Ασὰ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ. 12 καὶ ἐμαλακίσθη ᾿Ασὰ ἐν τῷ ἔτει τῷ ἐνάτῳ καὶ τριακοστῷ τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς. 13 καὶ ἐκοιμήθη ᾿Ασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ, 14 καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυίδ, καὶ ἐκοίμησαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.