ΚΕΦΑΛΑΙΟΝ 5
ΜΕΤΑ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν. 2 καὶ Δαρεῖος συναπέστειλε μετ᾿ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτούς εἰς ῾Ιερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν· 3 καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετ᾿ ἐκείνων.4 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν. 5 οἱ ἱερεῖς υἱοὶ Φινεὲς υἱοῦ ᾿Ααρών· ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ τοῦ Σαραίου καὶ ᾿Ιωακὶμ ὁ τοῦ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυίδ, ἐκ τῆς γενεᾶς Φαρές, φυλῆς δὲ ᾿Ιούδα, 6 ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν τοῦ πρώτου μηνός. 7 εἰσὶ δὲ οὗτοι οἱ ἐκ τῆς ᾿Ιουδαίας ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα 8 καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλὴμ καὶ τὴν λοιπὴν ᾿Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβάβελ καὶ ᾿Ιησοῦ, Νεεμίου, Ζαραίου, Ρησαίου, ᾿Ενηνέος, Μαρδοχαίου, Βεελσάρου, ᾿Ασφαράσου, Ρεελίου, Ροΐμου, Βαανά, τῶν προηγουμένων αὐτῶν. 9 ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φόρος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομηκονταδύο. υἱοὶ Σαφὰτ τετρακόσιοι ἑβδομηκονταδύο. 10 υἱοὶ ᾿Αρὲς ἑπτακόσιοι πεντηκονταέξ. 11 υἱοὶ Φαὰθ Μωὰβ εἰς τοὺς υἱοὺς ᾿Ιησοῦ καὶ ᾿Ιωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο. 12 υἱοὶ ᾿Ηλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες. υἱοὶ Ζαθουΐ ἐνακόσιοι ἑβδομηκονταπέντε. υἱοὶ Χορβὲ ἑπτακόσιοι πέντε. υἱοὶ Βανὶ ἑξακόσιοι τεσσαρακονταοκτώ. 13 υἱοὶ Βηβαὶ ἑξακόσιοι τριακοντατρεῖς. υἱοὶ ᾿Αργαὶ χίλιοι τριακόσιοι εἰκοσιδύο. 14 υἱοὶ ᾿Αδωνικὰν ἑξακόσιοι τριακονταεπτά. υἱοὶ Βαγοΐ δισχίλιοι ἑξακόσιοι ἕξ. υἱοὶ ᾿Αδινοὺ τετρακόσιοι πεντηκοντατέσσαρες. 15 υἱοὶ ᾿Ατὴρ ᾿Εζεκίου ἐνενηκονταδύο. υἱοὶ Κιλὰν καὶ ᾿Αζηνὰν ἑξηκονταεπτά. υἱοὶ ᾿Αζαροὺ τετρακόσιοι τριακονταδύο. 16 υἱοὶ ᾿Αννὶς ἑκατὸν εἷς. υἱοὶ ᾿Αρὸμ τριακονταδύο. υἱοὶ Βασαὶ τριακόσιοι εἰκοσιτρεῖς. υἱοὶ ᾿Αρσιφουρὶθ ἑκατὸν δύο. 17 υἱοὶ Βαιτηροὺς τρισχίλιοι πέντε. υἱοὶ ἐκ Βαιθλωμῶν ἑκατὸν εἰκοσιτρεῖς. 18 οἱ ἐκ Νετωφὰς πεντηκονταπέντε. οἱ ἐξ ᾿Αναθὼθ ἑκατὸν πεντηκονταοκτώ. οἱ ἐκ Βαιθασμὼν τεσσαρακονταδύο. 19 οἱ ἐκ Καριαθιρὶ εἰκοσιπέντε. οἱ ἐκ Καφείρας καὶ Βηρὼγ ἑπτακόσιοι τεσσαρακοντατρεῖς. 20 οἱ Χαδιασαὶ καὶ ᾿Αμμίδιοι τετρακόσιοι εἰκοσιδύο. οἱ ἐκ Κιραμᾶς καὶ Γαββῆς ἑξακόσιοι εἴκοσιν εἷς. 21 οἱ ἐκ Μακαλὼν ἑκατὸν εἰκοσιδύο. οἱ ἐκ Βετολίω πεντηκονταδύο. υἱοὶ Νιφὶς ἑκατὸν πεντηκονταέξ. 22 υἱοὶ Καλαμωλάλου καὶ ᾿Ωνοὺς ἑπτακόσιοι εἰκοσιπέντε. υἱοὶ ῾Ιερεχοὺ διακόσιοι τεσαρακονταπέντε. 23 υἱοὶ Σανάας τρισχίλιοι τριακόσιοι εἷς. 24 οἱ ἱερεῖς οἱ υἱοὶ ᾿Ιεδδοὺ τοῦ ᾿Ιησοῦ εἰς τοὺς υἱοὺς Σανασὶβ ὀκτακόσιοι ἑβδομήκονταδύο. υἱοὶ ᾿Εμμηροὺθ διακόσιοι πεντηκονταδύο. 25 υἱοὶ Φασσούρου χίλιοι τεσσαρακονταεπτά. υἱοὶ Χαρμὶ διακόσιοι δεκαεπτά. 26 οἱ Λευῖται οἱ υἱοὶ ᾿Ιησοῦ καὶ Καδμιήλου καὶ Βάννου καὶ Σουδίου ἑβδομηκοντατέσσαρες. 27 οἱ ἱεροψάλται υἱοὶ ᾿Ασὰφ ἑκατὸν εἰκοσιοκτώ. 28 οἱ θυρωροὶ υἱοὶ Σαλούμ, υἱοὶ ᾿Ατάρ, υἱοὶ Τολμάν, υἱοὶ Δακούβ, υἱοὶ ᾿Ατητά, υἱοὶ Τωβίς, πάντες ἑκατὸν τριακονταεννέα. 29 οἱ ἱερόδουλοι, υἱοὶ ῾Ησαῦ, υἱοὶ ᾿Ασιφά, υἱοὶ Ταβαώθ, υἱοὶ Κηράς, υἱοὶ Σουδά, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανά, υἱοὶ ᾿Αγραβά, 30 υἱοὶ ᾿Ακούδ, υἱοὶ Οὐτά, υἱοὶ Κητάβ, υἱοὶ ᾿Ακκαβά, υἱοὶ Συβαΐ, υἱοὶ ᾿Ανάν, υἱοὶ Καθουά, υἱοὶ Γεδδούρ, 31 υἱοὶ ᾿Ιαΐρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ ᾿Οζίου, υἱοὶ Φινοέ, υἱοὶ ᾿Ασαρά, υἱοὶ Βασθαΐ, υἱοὶ ᾿Ασσανά, υἱοὶ Μανί, υἱοὶ Ναφισί, υἱοὶ ᾿Ακούφ, υἱοὶ ᾿Αχιβά, υἱοὶ ᾿Ασούβ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ, 32 υἱοὶ Μεεδδά, υἱοὶ Κουθά, υἱοὶ Χαρέα, υἱοὶ Βαρχουέ, υἱοὶ Σεράρ, υἱοὶ Θομοΐ, υἱοὶ Νασί, υἱοὶ ᾿Ατεφά. 33 υἱοὶ παίδων Σαλωμών, υἱοὶ ᾿Ασσαπφιώθ, υἱοὶ Φαριρά, υἱοὶ ᾿Ιειηλί, υἱοὶ Λοζών, υἱοὶ ᾿Ισραήλ, υἱοὶ Σαφυΐ, 34 υἱοὶ ᾿Αγιά, υἱοὶ Φαχαρέθ, υἱοὶ Σαβιή, υἱοὶ Σαρωθί, υἱοὶ Μισαίας, υἱοὶ Τάς, υἱοὶ ᾿Αδδούς, υἱοὶ Σουβά, υἱοὶ ᾿Αφερρά, υἱοὶ Βαρωδίς, υἱοὶ Σαφάγ, υἱοὶ ᾿Αλλών. 35 πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομηκονταδύο. 36 οὗτοι ἀναβάντες ἀπὸ Θερμελὲθ καὶ Θελερσάς, ἡγούμενος αὐτῶν Χαρααθαλὰν καὶ ᾿Ααλάρ. 37 καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ ᾿Ισραήλ εἰσιν· υἱοὶ Δαλὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδὰν ἑξακόσιοι πεντηκονταδύο. 38 καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ ᾿Οβδία, υἱοὶ ᾿Ακβώς, υἱοὶ ᾿Ιαδδοὺ τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ. 39 καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν. 40 καὶ εἶπεν αὐτοῖς Νεεμίας καὶ ᾿Ατθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. 41 οἱ δὲ πάντες ᾿Ισραὴλ ἦσαν ἀπὸ δωδεκαετοῦς καὶ ἐπάνω, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαρακονταπέντε· 42 κάμηλοι τετρακόσιοι τριακονταπέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριακονταέξ, ἡμίονοι διακόσιοι τεσσαρακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. 43 καὶ ἐκ τῶν ἡγουμένων κατὰ τάς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, τὸ ἐν ῾Ιερουσαλήμ, ηὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν 44 καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν. 45 καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν ῾Ιερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς ᾿Ισραὴλ ἐν ταῖς κώμαις αὐτῶν. 46 ᾿Ενστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν ᾿Ισραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ. 47 καὶ καταστὰς ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ Θεοῦ τοῦ ᾿Ισραὴλ 48 προσενέγκαι ἐπ᾿ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ διηγορευμένοις. 49 καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς, καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς. καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καί ὁλοκαυτώματα Κυρίῳ τὸ πρωϊνὸν καὶ τὸ δειλινὸν 50 καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ᾿ ἡμέραν, ὡς προσῆκον ἦν, 51 καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων. 52 καὶ ὅσοι ηὔξαντο εὐχὴν τῷ Θεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ Θεῷ, καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο. 53 καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ ποτὰ καὶ βρωτὰ καὶ χάρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν ᾿Ιόπης λιμένα, κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως. 54 καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ Θεοῦ εἰς ῾Ιερουσαλὴμ μηνὸς δευτέρου ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς ῾Ιερουσαλὴμ 55 καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ Θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνός, τοῦ δευτέρου ἔτους, ἐν τῷ ἐλθεῖν εἰς τὴν ᾿Ιουδαίαν καὶ ῾Ιερουσαλήμ. 56 καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ Κυρίου, καὶ ἔστη ᾿Ιησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιὴλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ ᾿Ημαδαβοῦν καὶ οἱ υἱοὶ ᾿Ιωδὰ τοῦ ῾Ηλιαδοὺδ σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ Κυρίου. καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ Κυρίου, 57 καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ ᾿Ασὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ Κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυὶδ βασιλέα τοῦ ᾿Ισραὴλ 58 καὶ ἐφώνησαν δι᾿ ὕμνων εὐλογοῦντες τῷ Κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἐν παντὶ ᾿Ισραήλ. 59 καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ Κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου. 60 καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κλαυθμοῦ καὶ κραυγῆς μεγάλης 61 καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ, 62 ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι. 63 Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς ᾿Ιούδα καὶ Βενιαμὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων. 64 καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ ᾿Ισραήλ, 65 καὶ προσελθόντες ἐν τῷ Ζοροβάβελ καὶ ᾿Ιησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς· συνοικοδομήσωμεν ὑμῖν· 66 ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾿ ἡμερῶν ᾿Ασβασαρὲθ βασιλέως ᾿Ασσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα. 67 καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ ᾿Ιησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ ᾿Ισραήλ· οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν· 68 ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ ᾿Ισραὴλ ἀκολούθως, οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. 69 τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν. 70 καὶ βουλὰς δημαγωγοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου. καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.
Τετάρτη 13 Ιουνίου 2018
Δευτέρα 11 Ιουνίου 2018
ΕΣΔΡΑΣ Α'
ΚΕΦΑΛΑΙΟΝ 4
ΚΑΙ ἤρξατο ὁ δεύτερος λαλεῖν, ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως· 2 ὦ ἄνδρες, οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι, τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς; 3 ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς, ἐνακούουσιν. 4 ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσι καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους, 5 φονεύουσι καὶ φονεύονται, καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσι, τῷ βασιλεῖ κομίζουσι πάντα, καὶ ὅσα ἐὰν προνομεύσωσι καὶ τὰ ἄλλα πάντα. 6 καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν, ἀλλὰ γεωργοῦσι τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσι τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ. 7 καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· ἐὰν εἴπῃ ἀφεῖναι, ἀφιοῦσιν· 8 εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν· 9 εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπε φυτεῦσαι, φυτεύουσι. 10 καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσι. πρὸς δὲ τούτοις, αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει, 11 αὐτοὶ δὲ τηροῦσι κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ. 12 ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεύς, ὅτι οὕτως ἐπάκουστός ἐστι; καὶ ἐσίγησεν. 13 ῾Ο δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας οὗτός ἐστι Ζοροβάβελ ἤρξατο λαλεῖν· ἄνδρες, 14 οὐ μέγας ὁ βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ ὁ οἶνος ἰσχύει; τίς οὖν ὁ δεσπόζων αὐτῶν ἢ τίς ὁ κυριεύων αὐτῶν; οὐχ αἱ γυναῖκες; 15 αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν, ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς· 16 καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύσαντας τοὺς ἀμπελῶνας, ἐξ ὧν ὁ οἶνος γίνεται. 17 καὶ αὗται ποιοῦσι τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσι δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι χωρὶς τῶν γυναικῶν εἶναι. 18 ἐὰν δὲ συναγάγωσι χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσι γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει, 19 ταῦτα πάντα ἀφέντες, εἰς αὐτὴν ἐκκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσι μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον. 20 ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει, ὃς ἐξέθρεψεν αὐτόν, καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται 21 καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν. 22 καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε καὶ μοχθεῖτε, καὶ πάντα ταῖς γυναιξὶ δίδοτε καὶ φέρετε; 23 καὶ λαμβάνει ὁ ἄνθρωπος τὴν ρομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς· 24 καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει, καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποφέρει. 25 καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα· 26 καὶ πολλοὶ ἀπενοήθησαν· ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δι᾿ αὐτάς, 27 καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας. 28 καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ; 29 ἐθεώρουν αὐτὸν καὶ ᾿Απάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ, τὴν παλλακὴν τοῦ βασιλέως, καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως 30 καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν ἑαυτῇ καὶ ἐρράπιζε τὸν βασιλέα τῇ ἀριστερᾷ· 31 καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν. καὶ ἐὰν προσγελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπ᾿ αὐτόν, κολακεύει αὐτήν, ὅπως διαλλαγῇ αὐτῷ. 32 ὦ ἄνδρες, πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες, ὅτι οὕτως πράσσουσι; 33 καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἔβλεπον εἷς τὸν ἕτερον. καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας. 34 ἄνδρες, οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ. 35 οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ; καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα. 36 πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ οὐκ ἔστι μετ᾿ αὐτῆς ἄδικον οὐδέν. 37 ἄδικος ὁ οἶνος, ἄδικος ὁ βασιλεύς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται. 38 ἡ δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 39 καὶ οὐκ ἔστι παρ᾿ αὐτὴν λαμβάνειν πρόσωπα, οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς, καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐδὲν ἄδικον. 40 καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων. εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. 41 καὶ ἐσιώπησε τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησε, καὶ τότε εἶπον· μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει. 42 Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ· αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι ὃν τρόπον εὑρέθης σοφώτερος, καὶ ἐχόμενός μου καθήσῃ, καὶ συγγενής μου κληθήσῃ. 43 τότε εἶπε τῷ βασιλεῖ· μνήσθητι τὴν εὐχήν, ἣν ηὔξω, οἰκοδομῆσαι τὴν ῾Ιερουσαλὴμ ἐν τῇ ἡμέρᾳ, ᾗ τὸ βασίλειόν σου παρέλαβες, 44 καὶ πάντα τὰ σκεύη τὰ ληφθέντα ἐξ ῾Ιερουσαλὴμ καὶ ἐκπέμψαι, ἃ ἐχώρισε Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ. 45 καὶ σὺ ηὔξω οἰκοδομῆσαι τὸν ναόν, ὃν ἐνεπύρισαν οἱ ᾿Ιδουμαῖοι, ὅτε ἠρημώθη ἡ ᾿Ιουδαία ὑπὸ τῶν Χαλδαίων. 46 καὶ νῦν τοῦτό ἐστιν, ὅ σε ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὃ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν, ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου. 47 τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ᾿ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν ῾Ιερουσαλήμ. 48 καὶ πᾶσι τοῖς τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς ῾Ιερουσαλὴμ καὶ ὅπως οἰκοδομήσωσι μετ᾿ αὐτοῦ τὴν πόλιν. 49 καὶ ἔγραψε πᾶσι τοῖς ᾿Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν ᾿Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ τοπάρχην καὶ σατράπην καὶ οἰκονόμον μὴ ἀπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν, 50 καὶ πᾶσαν τὴν χώραν, ἣν κρατοῦσιν, ἀφορολόγητον αὐτοῖς ὑπάρχειν, καὶ ἵνα οἱ ᾿Ιδουμαῖοι ἀφίωσι τὰς κώμας, ἃς διακρατοῦσι τῶν ᾿Ιουδαίων, 51 καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ᾿ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι, 52 καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ᾿ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν, ἄλλα τάλαντα, δέκα κατ᾿ ἐνιαυτόν, 53 καὶ πᾶσι τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν, ὑπάρχειν τὴν ἐλευθερίαν, αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν, καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν. 54 ἔγραψε δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ. 55 καὶ τοῖς Λευίταις ἔγραψε δοῦναι τὴν χορηγίαν ἕως τῆς ἡμέρας, ἧς ἐπιτελεσθῇ ὁ οἶκος καὶ ῾Ιερουσαλὴμ οἰκοδομηθῆναι, 56 καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. 57 καὶ ἐξαπέστειλε πάντα τὰ σκεύη, ἃ ἐχώρισε Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα, ὅσα εἶπε Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξε ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς ῾Ιερουσαλήμ. 58 Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον ῾Ιερουσαλὴμ εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων· 59 παρὰ σοῦ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα καὶ ἐγὼ σὸς οἰκέτης. 60 εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν, καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων. 61 καὶ ἔλαβε τὰς ἐπιστολὰς καὶ ἐξῆλθε καὶ ἦλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσι. 62 καὶ εὐλόγησαν τὸν Θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν 63 ἀναβῆναι καὶ οἰκοδομῆσαι τὴν ῾Ιερουσαλὴμ καὶ τὸ ἱερόν, οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ᾿ αὐτῷ. καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.

Πέμπτη 7 Ιουνίου 2018
ΕΣΔΡΑΣ Α'
ΚΕΦΑΛΑΙΟΝ 3
ΚΑΙ βασιλεὺς Δαρεῖος ἐποίησε δοχὴν μεγάλην πᾶσι τοῖς ὑπ᾿ αὐτὸν καὶ πᾶσι τοῖς οἰκογενέσιν αὐτοῦ καὶ πᾶσι τοῖς μεγιστᾶσι τῆς Μηδίας καὶ τῆς Περσίδος 2 καὶ πᾶσι τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπ᾿ αὐτόν, ἀπὸ τῆς ᾿Ινδικῆς μέχρις Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις. 3 καὶ ἐφάγοσαν καὶ ἐπίοσαν καὶ ἐμπλησθέντες ἀνέλυσαν. ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα ἑαυτοῦ καὶ ἐκοιμήθη καὶ ἔξυπνος ἐγένετο. 4 τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως εἶπαν ἕτερος πρὸς τὸν ἕτερον· 5 εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον, ὃς ὑπερισχύσει· καὶ οὗ ἐὰν φανῇ τὸ ρῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέρου, δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα 6 καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασι πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδεν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον, 7 καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ καὶ συγγενὴς Δαρείου κληθήσεται. 8 καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως καὶ εἶπαν· 9 ὅταν ἐγερθῇ ὁ βασιλεύς, δώσουσιν αὐτῷ τὸ γράμμα, καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος ὅτι οὗ ὁ λόγος αὐτοῦ σοφώτερος, αὐτῷ δοθήσεται τὸ νῖκος καθὼς γέγραπται. 10 ὁ εἷς ἔγραψεν, ὑπερισχύει ὁ οἶνος. 11 ὁ ἕτερος ἔγραψεν, ὑπερισχύει ὁ βασιλεύς. 12 ὁ τρίτος ἔγραψεν, ὑπερισχύουσιν αἱ γυναῖκες, ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια. 13 καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεύς, λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ, καὶ ἀνέγνω. 14 καὶ ἐξαποστείλας ἐκάλεσε πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδείας καὶ τοὺς σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ, καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν. 15 καὶ εἶπε· καλέσατε τοὺς νεανίσκους, καὶ αὐτοὶ δηλώσουσι τοὺς λόγους ἑαυτῶν· καὶ ἐκλήθησαν καὶ εἰσήλθοσαν. 16 καὶ εἶπαν αὐτοῖς· ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων. 17 Καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου καὶ ἔφη οὕτως· ἄνδρες, πῶς ὑπερισχύει ὁ οἶνος; πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ τὴν διάνοιαν· 18 τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τήν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τήν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου. 19 καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα. 20 καὶ πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν. 21 καὶ οὐ μέμνηται, ὅταν πίνωσι, φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετ᾿ οὐ πολὺ σπῶνται τὰς μαχαίρας· 22 καὶ ὅταν ἀπὸ τοῦ οἴνου ἐγερθῶσιν, οὐ μέμνηνται ἃ ἔπραξαν. 23 ὦ ἄνδρες, οὐχ ὑπερισχύει ὁ οἶνος, ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕτως εἴπας.

Τρίτη 5 Ιουνίου 2018
ΕΣΔΡΑΣ Α'
ΚΕΦΑΛΑΙΟΝ 2
ΒΑΣΙΛΕΥΟΝΤΟΣ Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ρήματος Κυρίου ἐν στόματι ῾Ιερεμίου, 2 ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέωςΠερσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διά γραπτῶν λέγων· 3 τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ ᾿Ισραήλ, Κύριος ὁ ῞Υψιστος. 4 καὶ ἐσήμηνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ῾Ιερουσαλήμ, τῇ ἐν τῇ ᾿Ιουδαίᾳ. 5 εἴ τις ἐστὶν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν ῾Ιερουσαλὴμ τὴν ἐν τῇ ᾿Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ Κυρίου τοῦ ᾿Ισραήλ (οὗτος ὁ Κύριος ὁ κατασκηνώσας ἐν ῾Ιερουσαλήμ). 6 ὅσοι οὖν κατὰ τοὺς τόπους οἰκοῦσι, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ, ἐν δόσεσι μεθ᾿ ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ᾿ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἐν ῾Ιερουσαλήμ. 7 καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς ᾿Ιούδα καὶ Βενιαμὶν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων, ὧν ἤγειρε Κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ τὸ ἐν ῾Ιερουσαλήμ, 8 καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσι καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη. 9 καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ ἱερὰ σκεύη τοῦ Κυρίου, ἃ μετήνεγκε Ναβουχοδονόσορ ἐξ ῾Ιερουσαλήμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ· 10 ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθραδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι· 11 διά δὲ τούτου παρεδόθησαν Σαμανασσάρῳ προστάτῃ τῆς ᾿Ιουδαίας. 12 ὁ δὲ τούτων ἀριθμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυΐσκαι ἀργυραῖ εἰκοσιεννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια. 13 τὰ δὲ πάντα σκεύη διεκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξηκονταεννέα· 14 ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ. 15 ᾿Εν δὲ τοῖς ἐπὶ ᾿Αρταξέρξου τῶν Περσῶν βασιλέως χρόνοις κατέγραψαν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ Βήλεμος καὶ Μιθραδάτης καὶ Ταβέλλιος καὶ Ράθυμος καὶ Βεέλτεθμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν· 16 «Βασιλεῖ ᾿Αρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ράθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ· 17 καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ, ὅτι οἱ ᾿Ιουδαῖοι ἀναβάντες παρ᾿ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς ῾Ιερουσαλήμ, τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσι, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. 18 ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται. καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτον, ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις· 19 καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη ἦν ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ ᾿Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι᾿ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη. 20 νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, κάθοδος οὐκ ἔτι σοι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην». 21 τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτέθμῳ καὶ Σαμελλίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα· 22 «᾿Ανέγνων τὴν ἐπιστολήν, ἣν πεπόμφατε πρός με. ἐπέταξα οὖν ἐπισκέψασθαι, καὶ εὑρέθη ὅτι ἡ πόλις ἐκείνη ἐστὶν ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα 23 καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν ῾Ιερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην. 24 νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν καὶ προνοηθῆναι ὅπως μηδὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι». 25 τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως ᾿Αρταξέρξου γραφέντων, Ράθυμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες εἰς ῾Ιερουσαλὴμ κατὰ σπουδὴν μεθ᾿ ἵππου καὶ ὄχλου παρατάξεως, ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν ῾Ιερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.
Παρασκευή 1 Ιουνίου 2018
ΕΣΔΡΑΣ Α'
ΚΕΦΑΛΑΙΟΝ 1
ΚΑΙ ἤγαγεν ᾿Ιωσίας τὸ πάσχα ἐν ῾Ιερουσαλὴμ τῷ Κυρίῳ αὐτοῦ καὶ ἔθυσε τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου 2 στήσας τοὺς ἱερεῖς κατ᾿ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ Κυρίου. 3 καὶ εἶπε τοῖς Λευίταις, ἱεροδούλοις τοῦ ᾿Ισραήλ, ἁγιάσαι ἑαυτοὺς τῷ Κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ Κυρίου ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ὁ τοῦ Δαυὶδ ὁ βασιλεύς· 4 οὐκ ἔσται ὑμῖν ἆραι ἐπ᾿ ὤμων αὐτήν· καὶ νῦν λατρεύετε τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ ᾿Ισραὴλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως ᾿Ισραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ. 5 καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν, τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ, 6 ἐν τάξει θύσατε τὸ πάσχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου τὸ δοθὲν τῷ Μωυσῇ. 7 καὶ ἐδωρήσατο ᾿Ιωσίας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ᾿ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ Λευίταις. 8 καὶ ἔδωκε Χελκίας καὶ Ζαχαρίας καὶ ῾Ησκῆλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους. 9 καὶ ᾿Ιεχονίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ὁ ἀδελφὸς καὶ ᾿Ασαβίας καὶ ᾿Οχιῆλος καὶ ᾿Ιωρὰμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πάσχα πρόβατα πεντακιχίλια, μόσχους ἑπτακοσίους. 10 καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ προσενεγκεῖν τῷ Κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ, καὶ οὕτω τὸ πρωϊνόν. 11 καὶ ὤπτησαν τὸ πάσχα πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησι μετ᾿ εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ. 12 μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών· 13 οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας, καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών. 14 καὶ οἱ ἱεροψάλται υἱοὶ ᾿Ασὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν, κατὰ τὰ ὑπὸ Δαυὶδ τεταγμένα καὶ ᾿Ασὰφ καὶ Ζαχαρίας καὶ ᾿Εδδινοῦς ὁ παρά τοῦ βασιλέως, 15 καὶ οἱ θυρωροὶ ἐφ᾿ ἑκάστου πυλῶνος· οὐκ ἔστι παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν, οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. 16 καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀχθῆναι τὸ πάσχα καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ Κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως ᾿Ιωσίου. 17 καὶ ἠγάγοσαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά. 18 καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτον ἐν τῷ ᾿Ισραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου, 19 καὶ πάντες οἱ βασιλεῖς τοῦ ᾿Ισραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον, οἷον ἤγαγεν ᾿Ιωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ᾿Ιουδαῖοι καὶ πᾶς ᾿Ισραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν ῾Ιερουσαλήμ· 20 ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος ᾿Ιωσίου ἤχθη τὸ πάσχα τοῦτο. 21 καὶ ὠρθώθη τὰ ἔργα ᾿Ιωσίου ἐνώπιον τοῦ Κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας. 22 καὶ τὰ κατ᾿ αὐτὸν δέ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν Κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει, καὶ οἱ λόγοι τοῦ Κυρίου ἀνέστησαν ἐπὶ ᾿Ισραήλ. 23 Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην ᾿Ιωσίου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμὺς ἐπὶ τοῦ Εὐφράτου, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ ᾿Ιωσίας. 24 καὶ διεπέμψατο πρὸς αὐτὸν βασιλεὺς Αἰγύπτου λέγων· τί ἐμοὶ καὶ σοί ἐστι, βασιλεῦ τῆς ᾿Ιουδαίας; 25 οὐχὶ πρός σε ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ Θεοῦ· ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μου ἐστί. καὶ νῦν Κύριος μετ᾿ ἐμοῦ ἐστι, καὶ Κύριος μετ᾿ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ. 26 καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν ᾿Ιωσίας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπεχείρει, οὐ προσέχων ρήμασιν ῾Ιερεμίου προφήτου ἐκ στόματος Κυρίου· 27 ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδώ, καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα ᾿Ιωσίαν. 28 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν ἑαυτοῦ· ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως, 29 καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς ῾Ιερουσαλήμ, μετήλλαξε τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ. 30 καὶ ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ ἐπένθησαν τὸν ᾿Ιωσίαν, καὶ ἐθρήνησεν ῾Ιερεμίας ὁ προφήτης ὑπὲρ ᾿Ιωσίου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γίνεσθαι ἀεὶ εἰς ἅπαν τὸ γένος ᾿Ισραήλ. 31 ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς ᾿Ιουδαίας· καὶ τὸ καθ᾿ ἓν πραχθὲν τῆς πράξεως ᾿Ιωσίου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου, τά τε προπραχθέντα ὑπ᾿ αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βιβλίῳ τῶν βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα. 32 Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν ᾿Ιεχονίαν υἱὸν ᾿Ιωσίου ἀνέδειξαν βασιλέα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν. 33 καὶ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ καὶ ῾Ιερουσαλὴμ μῆνας τρεῖς. καὶ ἀπέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου τοῦ μὴ βασιλεύειν ἐν ῾Ιερουσαλὴμ 34 καὶ ἐζημίωσε τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί. 35 καὶ ἀνέδειξε βασιλεὺς Αἰγύπτου βασιλέα ᾿Ιωακὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ. 36 καὶ ἔδησεν ᾿Ιωακὶμ τοὺς μεγιστᾶνας, Ζαράκην δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου. 37 ᾿Ετῶν δὲ ἦν εἰκοσιπέντε ᾿Ιωακίμ, ὅτε ἐβασίλευσε τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. 38 μετ᾿ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα. 39 καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ Κυρίου λαβὼν Ναβουχοδονόσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι. 40 τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς ἀκαθαρσίας αὐτοῦ καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων. 41 Καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωακὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ. 42 βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι Κυρίου. 43 Καὶ μετ᾿ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονόσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσι τοῦ Κυρίου 44 καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ ὄντα ἐτῶν εἴκοσιν ἑνός, βασιλεύει δὲ ἔτη ἕνδεκα, 45 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ρηθέντων λόγων ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου ἐκ στόματος τοῦ Κυρίου. 46 καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονόσορ τῷ ὀνόματι Κυρίου, ἐπιορκήσας ἀπέστη· καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου Θεοῦ ᾿Ισραήλ. 47 καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἁγιαζόμενον ἐν ῾Ιερουσαλήμ. 48 καὶ ἀπέστειλεν ὁ Θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθότι ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ. 49 αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ, ἕως οὗ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ᾿ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων. 50 οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου, ἀλλὰ πάντας παρέδωκαν εἰς τὰς χεῖρας αὐτῶν. 51 καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ Κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα. 52 καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ Κυρίου καί ἔλυσαν τὰ τείχη ῾Ιερουσαλὴμ καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρὶ 53 καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρειῶσαι, καὶ τοὺς ἐπιλοίπους ἀπήγαγε μετὰ ρομφαίας εἰς Βαβυλῶνα. 54 καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν ρήματος τοῦ Κυρίου ἐν στόματι ῾Ιερεμίου· 55 ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.
Εγγραφή σε:
Σχόλια (Atom)