ΚΕΦΑΛΑΙΟΝ 2
ΚΑΙ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ ᾿Αρθασασθὰ βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ, καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ, καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ. 2 καὶ εἶπέ μοι ὁ βασιλεύς· διατί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἶ μετριάζων; καὶ οὐκ ἔστι τοῦτο, εἰ μὴ πονηρία καρδίας. καὶ ἐφοβήθην πολὺ σφόδρα, 3 καὶ εἶπα τῷ βασιλεῖ· ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω· διατί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου, διότι ἡ πόλις, οἶκος μνημείων πατέρων μου, ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί; 4 καὶ εἶπέ μοι ὁ βασιλεύς· περὶ τίνος τοῦτο σὺ ζητεῖς; καὶ προσηυξάμην πρὸς τὸν Θεὸν τοῦ οὐρανοῦ 5 καὶ εἶπα τῷ βασιλεῖ· εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν ἐν ᾿Ιούδᾳ εἰς πόλιν μνημείων πατέρων μου, καὶ ἀνοικοδομήσω αὐτήν. 6 καὶ εἶπέ μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ· ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις; καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με, καὶ ἔδωκα αὐτῷ ὅρον, 7 καὶ εἶπα τῷ βασιλεῖ· εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με, ἕως ἔλθω ἐπὶ ᾿Ιούδαν, 8 καὶ ἐπιστολὴν ἐπὶ ᾿Ασὰφ φύλακα τοῦ παραδείσου, ὅς ἐστι τῷ βασιλεῖ, ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τεῖχος τῆς πόλεως καὶ εἰς οἶκον, ὃν εἰσελεύσομαι εἰς αὐτόν. καὶ ἔδωκέ μοι ὁ βασιλεὺς ὡς χεὶρ Θεοῦ ἡ ἀγαθή. 9 καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως, καὶ ἀπέστειλε μετ ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς. 10 καὶ ἤκουσε Σαναβαλλὰτ ὁ ᾿Αρωνὶ καὶ Τωβία ὁ δοῦλος ᾿Αμμωνί, καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ὁ ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς ᾿Ισραήλ. 11 Καὶ ἦλθον εἰς ῾Ιερουσαλὴμ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς. 12 καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ ἐμοῦ· καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ Θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ ᾿Ισραήλ, καὶ κτῆνος οὐκ ἔστι μετ ἐμοῦ, εἰ μὴ τὸ κτῆνος, ᾧ ἐγὼ ἐπιβαίνω ἐπ αὐτῷ. 13 καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ Γωληλὰ καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει ῾Ιερουσαλήμ, ὃ αὐτοὶ καθαιροῦσι καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί. 14 καὶ παρῆλθον ἐπὶ πύλην τοῦ ᾿Αΐν καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου. 15 καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει, καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα. 16 τότε οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ, καὶ τοῖς ᾿Ιουδαίοις καὶ τοῖς ἱερεῦσι καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσι τὰ ἔργα, ἕως τότε οὐκ ἀπήγγειλα. 17 καὶ εἶπα πρὸς αὐτούς· ὑμεῖς βλέπετε τὴν πονηρίαν ταύτην, ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς ῾Ιερουσαλὴμ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος ῾Ιερουσαλήμ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος. 18 καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ Θεοῦ, ἥ ἐστιν ἀγαθὴ ἐπ ἐμέ, καὶ τοὺς λόγους τοῦ βασιλέως, οὓς εἶπέ μοι, καὶ εἶπα· ἀναστῶμεν καὶ οἰκοδομήσωμεν. καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς τὸ ἀγαθόν. 19 καὶ ἤκουσε Σαναβαλλὰτ ὁ ᾿Αρωνὶ καὶ Τωβία ὁ δοῦλος ὁ ᾿Αμμωνὶ καὶ Γησὰμ ὁ ᾿Αραβὶ καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ ἡμᾶς καὶ εἶπαν· τί τὸ ρῆμα τοῦτο, ὃ ὑμεῖς ποιεῖτε; ᾖ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε; 20 καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς· ὁ Θεὸς τοῦ οὐρανοῦ, αὐτὸς εὐοδώσει ἡμῖν, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί, καὶ οἰκοδομήσομεν· καὶ ὑμῖν οὐκ ἔστι μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν ῾Ιερουσαλήμ.
Τετάρτη 25 Ιουλίου 2018
Δευτέρα 23 Ιουλίου 2018
ΝΕΕΜΙΑΣ
ΚΕΦΑΛΑΙΟΝ 1
ΛΟΓΟΙ Νεεμία υἱοῦ ᾿Αχαλία, καὶ ἐγένετο ἐν μηνὶ Χασελεῦ ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσὰν ἀβιρά, 2 καὶ ἦλθεν ᾿Ανανὶ εἷς ἀπὸ ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες ᾿Ιούδα, καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων, οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ ῾Ιερουσαλήμ, 3 καὶ εἴποσαν πρός με· οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη ῾Ιερουσαλὴμ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί. 4 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον τοῦ Θεοῦ τοῦ οὐρανοῦ 5 καὶ εἶπα· μὴ δή, Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, ὁ ἰσχυρός, ὁ μέγας καὶ φοβερός, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ· 6 ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν τοῦ δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν ᾿Ισραὴλ δούλων σου. καὶ ἐξαγορεύσω ἐπὶ ἁμαρτίαις υἱῶν ᾿Ισραήλ, ἃς ἡμάρτομέν σοι. καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν· 7 διαλύσει διελύσαμεν πρός σε· καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου. 8 μνήσθητι δὴ τὸν λόγον, ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων· ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς· 9 καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς, ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπ ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον, ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ. 10 καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου, οὓς ἐλυτρώσω ἐν τῇ δυνάμει σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ. 11 μὴ δή, Κύριε· ἀλλὰ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου· καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου. καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ.

Παρασκευή 20 Ιουλίου 2018
ΕΣΔΡΑΣ Β'
ΚΕΦΑΛΑΙΟΝ 10
ΚΑΙ ὡς προσηύξατο ῎Εσδρας καὶ ὡς ἐξηγόρευσε κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ Θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ ᾿Ισραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσαν ὁ λαὸς καὶ ὕψωσε κλαίων. 2 καὶ ἀπεκρίθη Σεχενίας υἱὸς ᾿Ιεὴλ ἀπὸ υἱῶν ᾿Ηλάμ, καὶ εἶπε τῷ ῎Εσδρᾳ· ἡμεῖς ἠσυνθετήσαμεν τῷ Θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ τῶν λαῶν τῆς γῆς· καὶ νῦν ἐστιν ὑπομονὴ τῷ ᾿Ισραὴλ ἐπὶ τούτῳ. 3 καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλη· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω. 4 ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ρῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον. 5 καὶ ἀνέστη ῎Εσδρας καὶ ὥρκισε τοὺς ἄρχοντας, τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα ᾿Ισραὴλ τοῦ ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο· καὶ ὤμοσαν. 6 καὶ ἀνέστη ῎Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ Θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον ᾿Ιωανὰν υἱοῦ ᾿Ελισοὺβ καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας. 7 καὶ παρήνεγκαν φωνὴν ἐν ᾿Ιούδᾳ καὶ ἐν ῾Ιερουσαλὴμ πᾶσι τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς ῾Ιερουαλήμ, 8 πᾶς, ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας, ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας. 9 Καὶ συνήχθησαν πάντες ἄνδρες ᾿Ιούδα καὶ Βενιαμὶν εἰς ῾Ιερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος ὁ μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισε πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ Θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ρήματος καὶ ἀπὸ τοῦ χειμῶνος. 10 καὶ ἀνέστη ῎Εσδρας ὁ ἱερεὺς καὶ εἶπε πρὸς αὐτούς· ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν ᾿Ισραήλ· 11 καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων. 12 καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν· μέγα τοῦτο τὸ ρῆμά σου ἐφ᾿ ἡμᾶς ποιῆσαι· 13 ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ καιρὸς χειμερινός, καὶ οὐκ ἔστι δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ρήματι τούτῳ. 14 στήτωσαν δὴ ἄρχοντες ἡμῶν πάσῃ τῇ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν, ὃς ἐκάθισε γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ᾿ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ Θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ρήματος τούτου. 15 πλὴν ᾿Ιωνάθαν υἱὸς ᾿Ασαὴλ καὶ ᾿Ιαζίας υἱὸς Θεκωὲ μετ᾿ ἐμοῦ περὶ τούτου, καὶ Μεσολλὰμ καὶ Σαββαθαΐ ὁ Λευίτης βοηθῶν αὐτοῖς. 16 καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας. καὶ διεστάλησαν ῎Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ρῆμα. 17 καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου. 18 Καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν ᾿Ιησοῦ υἱοῦ ᾿Ιωσεδὲκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασία καὶ ᾿Ελιέζερ καὶ ᾿Ιαρὶβ καὶ Γαδαλία, 19 καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας ἑαυτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν· 20 καὶ ἀπὸ υἱῶν ᾿Εμμήρ, ᾿Ανανὶ καὶ Ζαβδία· 21 καὶ ἀπὸ υἱῶν ᾿Ηράμ, Μασαὴλ καὶ ᾿Ελία καὶ Σαμαΐα καὶ ᾿Ιεὴλ καὶ ᾿Οζία· 22 καὶ ἀπὸ υἱῶν Φασούρ, ᾿Ελιωναΐ, Μαασία καὶ ᾿Ισμαὴλ καὶ Ναθαναὴλ καὶ ᾿Ιωζαβὰδ καὶ ᾿Ηλασά· 23 καὶ ἀπὸ τῶν Λευιτῶν, ᾿Ιωζαβὰδ καὶ Σαμοὺ καὶ Κωλία (αὐτὸς Κωλίτας) καὶ Φεθεΐα καὶ ᾿Ιόδομ καὶ ᾿Ελιέζερ· 24 καὶ ἀπὸ τῶν ἆδόντων, ᾿Ελισάβ· καὶ ἀπὸ τῶν πυλωρῶν, Σολμὴν καὶ Τελμὴν καὶ ᾿Ωδούθ· 25 καὶ ἀπὸ ᾿Ισραήλ· ἀπὸ υἱῶν Φόρος, Ραμία καὶ ᾿Αζία καὶ Μελχία καὶ Μεαμὶν καὶ ᾿Ελεάζαρ καὶ ᾿Ασαβία καὶ Βαναία· 26 καὶ ἀπὸ υἱῶν ᾿Ηλάμ, Ματθανία καὶ Ζαχαρία καὶ ᾿Ιαϊὴλ καὶ ᾿Αβδία και ᾿Ιαριμὼθ καὶ ᾿Ηλία· 27 καὶ ἀπὸ υἱῶν Ζαθονά, ᾿Ελιωναΐ, ᾿Ελισούβ, Ματθαναΐ καὶ ᾿Αρμὼθ καὶ Ζαβὰδ καὶ ᾿Οζιζά· 28 καὶ ἀπὸ υἱῶν Βαβεΐ, ᾿Ιωανάν, ᾿Ανανία, καὶ Ζαβοὺ καὶ Θαλί· 29 καὶ ἀπὸ υἱῶν Βανουΐ, Μοσολλάμ, Μαλούχ, ᾿Αδαΐας, ᾿Ιασοὺβ καὶ Σαλουΐα καὶ Ρημώθ· 30 καὶ ἀπὸ υἱῶν Φαὰθ Μωάβ, ᾿Εδνὲ καὶ Χαλὴλ καὶ Βαναία Μαασία Ματθανία Βεσελεὴλ καὶ Βανουΐ καὶ Μανασσῆ· 31 καὶ ἀπὸ υἱῶν ᾿Ηράμ, ᾿Ελιέζερ, ᾿Ιεσία, Μελχία, Σαμαΐας, Συμεών, 32 Βενιαμίν, Βαλούχ, Σαμαρία· 33 καὶ ἀπὸ υἱῶν ᾿Ασήμ, Μετθανία, Ματθαθά, Ζαδάβ, ᾿Ελιφαλέτ, ῾Ιεραμί, Μανασσῆ, Σεμεΐ· 34 καὶ ἀπὸ υἱῶν Βανί, Μοοδία, ᾿Αμράμ, Οὐήλ, 35 Βαναία, Βαδαία, Χελκία, 36 Οὐουανία, Μαριμώθ, ᾿Ελιασίφ, 37 Ματθανία, Ματθαναΐ καὶ ἐποίησαν 38 οἱ υἱοὶ Βανουὶ καὶ οἱ υἱοὶ Σεμεΐ 39 καὶ Σελεμία καὶ Νάθαν καὶ ᾿Αδαΐα, 40 Μαχαδναβού, Σεσεΐ, Σαριού, 41 ᾿Εζριὴλ καὶ Σελεμία καὶ Σαμαρία 42 καὶ Σελλούμ, ᾿Αμαρεία, ᾿Ιωσήφ· 43 ἀπὸ υἱῶν Ναβού, ᾿Ιαήλ, Ματθανίας, Ζαβάδ, Ζεββενάς, ᾿Ιαδαὶ καὶ ᾿Ιωὴλ καὶ Βαναία. 44 πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.

Πέμπτη 19 Ιουλίου 2018
ΕΣΔΡΑΣ Β'
ΚΕΦΑΛΑΙΟΝ 9
ΚΑΙ ὡς ἐτελέσθη ταῦτα, ἤγγισαν πρός με οἱ ἄρχοντες λέγοντες· οὐκ ἐχωρίσθη ὁ λαὸς ᾿Ισραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν, τῷ Χανανί, ὁ ᾿Εθί, ὁ Φερεζί, ὁ ᾿Ιεβουσί, ὁ ᾿Αμμωνί, ὁ Μωαβὶ καὶ ὁ Μοσερὶ καὶ ὁ ᾿Αμορί, 2 ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτῶν ἑαυτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν, καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν, καὶ χεὶρ τῶν ἀρχόντων ἐν τῇ ἀσυνθεσίᾳ ταύτῃ ἐν ἀρχῇ 3 καὶ ὡς ἤκουσα τὸν λόγον τοῦτον, διέρρηξα τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ ἔτιλλον ἀπὸ τῶν τριχῶν τῆς κεφαλῆς μου καὶ ἀπὸ τοῦ πώγωνός μου καὶ ἐκαθήμην ἠρεμάζων. 4 καὶ συνήχθησαν πρός με πᾶς ὁ διώκων λόγον Θεοῦ ᾿Ισραὴλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας, κἀγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς. 5 καὶ ἐν θυσίᾳ τῇ ἑσπερινῇ ἀνέστην ἀπὸ ταπεινώσεώς μου· καὶ ἐν τῷ διαρρῆξαί με τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ κλίνω ἐπὶ τὰ γόνατά μου καὶ ἐκπετάζω τὰς χεῖράς μου πρὸς Κύριον τὸν Θεὸν 6 καὶ εἶπα· Κύριε, ᾐσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι, Θεέ μου, τὸ πρόσωπόν μου πρός σε, ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς τὸν οὐρανόν. 7 ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμεν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ρομφαίᾳ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν ὡς ἡ ἡμέρα αὕτη. 8 καὶ νῦν ἐπιεικεύσατο ἡμῖν ὁ Θεὸς ἡμῶν τοῦ καταλιπεῖν ἡμᾶς εἰς σωτηρίαν καὶ δοῦναι ἡμῖν στήριγμα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ τοῦ φωτίσαι ὀφθαλμοὺς ἡμῶν καὶ δοῦναι ζωοποίησιν μικρὰν ἐν τῇ δουλείᾳ ἡμῶν. 9 ὅτι δοῦλοί ἐσμεν, καὶ ἐν τῇ δουλείᾳ ἡμῶν οὐκ ἐγκατέλιπεν ἡμᾶς Κύριος ὁ Θεὸς ἡμῶν καὶ ἔκλινεν ἐφ᾿ ἡμᾶς ἔλεος ἐνώπιον βασιλέων Περσῶν δοῦναι ἡμῖν ζωοποίησιν τοῦ ὑψῶσαι αὐτοὺς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν καὶ ἀναστῆσαι τὰ ἔρημα αὐτῆς καὶ τοῦ δοῦναι ἡμῖν φραγμὸν ἐν ᾿Ιούδᾳ καὶ ῾Ιερουσαλήμ. 10 τί εἴπωμεν, ὁ Θεὸς ἡμῶν, μετὰ τοῦτο; ὅτι ἐγκατελίπομεν ἐντολάς σου, 11 ἃς ἔδωκας ἡμῖν ἐν χειρὶ δούλων σου τῶν προφητῶν λέγων· ἡ γῆ, εἰς ἣν εἰσπορεύεσθε κληρονομῆσαι αὐτήν, γῆ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν ἐν μακρύμμασιν αὐτῶν, ὧν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτῶν· 12 καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δότε τοῖς υἱοῖς αὐτῶν καὶ ἀπὸ τῶν θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος, ὅπως ἐνισχύσητε καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος. 13 καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφ᾿ ἡμᾶς ἐν ποιήμασιν ἡμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ἡμῶν τῇ μεγάλῃ· ὅτι οὐκ ἔστιν ὡς ὁ Θεὸς ἡμῶν, ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας, καὶ ἔδωκας ἡμῖν σωτηρίαν· 14 ὅτι ἐπεστρέψαμεν διασκεδάσαι ἐντολάς σου καὶ ἐπιγαμβρεῦσαι τοῖς λαοῖς τῶν γαιῶν· μὴ παροξυνθῇς ἐν ἡμῖν ἕως συντελείας, τοῦ μὴ εἶναι ἐγκατάλειμμα καὶ διασῳζόμενον. 15 Κύριε ὁ Θεὸς ᾿Ισραήλ, δίκαιος σύ, ὅτι κατελείφθημεν διασῳζόμενοι ὡς ἡ ἡμέρα αὕτη. ἰδοὺ ἡμεῖς ἐναντίον σου ἐν πλημελείαις ἡμῶν, ὅτι οὐκ ἔστι στῆναι ἐνώπιόν σου ἐπὶ τούτῳ.

Δευτέρα 16 Ιουλίου 2018
ΕΣΔΡΑΣ Β'
ΚΕΦΑΛΑΙΟΝ 8
ΚΑΙ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ᾿ ἐμοῦ ἐν βασιλείᾳ ᾿Αρθασασθὰ τοῦ βασιλέως Βαβυλῶνος· 2 ἀπὸ υἱῶν Φινεές, Γηρσών· ἀπὸ υἱῶν ᾿Ιθάμαρ, Δανιήλ· ἀπὸ υἱῶν Δαυίδ, ᾿Αττούς· 3 ἀπὸ υἱῶν Σαχανία καὶ ἀπὸ υἱῶν Φόρος, Ζαχαρίας καὶ μετ᾿ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα· 4 ἀπὸ υἱῶν Φαὰθ Μωάβ, ᾿Ελιανὰ υἱὸς Σαραΐα καὶ μετ᾿ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά· 5 καὶ ἀπὸ υἱῶν Ζαθόης, Σεχενίας υἱὸς ᾿Αζιὴλ καὶ μετ᾿ αὐτοῦ τριακόσια τὰ ἀρσενικά· 6 καὶ ἀπὸ τῶν υἱῶν ᾿Αδίν, ᾿Ωβὴθ υἱὸς ᾿Ιωνάθαν καὶ μετ᾿ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά· 7 καὶ ἀπὸ υἱῶν ᾿Ηλάμ, ᾿Ιεσία υἱὸς ᾿Αθελία καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά· 8 καὶ ἀπὸ υἱῶν Σαφατία, Ζαβαδίας υἱὸς Μιχαὴλ καὶ μετ᾿ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά· 9 καὶ ἀπὸ υἱῶν ᾿Ιωάβ, ᾿Αβαδία υἱὸς ᾿Ιεϊὴλ καὶ μετ᾿ αὐτοῦ διακόσιοι δεκαοκτὼ τὰ ἀρσενικά· 10 καὶ ἀπὸ τῶν υἱῶν Βαανί, Σελιμοὺθ υἱὸς ᾿Ιωσεφία καὶ μετ᾿ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά· 11 καὶ ἀπὸ υἱῶν Βαβί, Ζαχαρίας υἱὸς Βαβὶ καὶ μετ᾿ αὐτοῦ εἰκοσιοκτὼ τὰ ἀρσενικά· 12 καὶ ἀπὸ υἱῶν ᾿Ασγάδ, ᾿Ιωανὰν υἱὸς ᾿Ακκατὰν καὶ μετ᾿ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά· 13 καὶ ἀπὸ υἱῶν ᾿Αδωνικὰμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Ελιφαλάτ, ᾿Ιεὴλ καὶ Σαμαΐα καὶ μετ᾿ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά· 14 καὶ ἀπὸ υἱῶν Βαγουαΐ, Οὐθαΐ καὶ Ζαβοὺδ καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά. 15 Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐί, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς. καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσι, καὶ ἀπὸ υἱῶν Λευὶ οὐχ εὗρον ἐκεῖ. 16 καὶ ἀπέστειλα τῷ ᾿Ελεάζαρ, τῷ ᾿Αριήλ, τῷ Σεμεΐᾳ καὶ τῷ ᾿Αλωνὰμ καὶ τῷ ᾿Ιαρὶβ καὶ τῷ ᾿Ελνάθαμ καὶ τῷ Νάθαν καὶ τῷ Ζαχαρίᾳ καὶ τῷ Μεσολλὰμ καὶ τῷ ᾿Ιωαρὶμ καὶ τῷ ᾿Ελνάθαν συνίοντας. 17 καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντας ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ναθινὶμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐνέγκαι ὑμῖν ᾄδοντας εἰς οἶκον Θεοῦ ἡμῶν. 18 καὶ ἤλθοσαν ἡμῖν, ὡς χεὶρ Θεοῦ ἡμῶν ἀγαθὴ ἐφ᾿ ἡμᾶς, ἀνὴρ Σαχὼν ἀπὸ υἱῶν Μοολί, υἱοῦ Λευί, υἱοῦ ᾿Ισραήλ· καὶ ἀρχὴν ἦλθον οἱ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαοκτώ· 19 καὶ τὸν ᾿Ασεβία καὶ τὸν ᾿Ισαΐα ἀπὸ τῶν υἱῶν Μεραρί, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ εἴκοσι· 20 καὶ ἀπὸ τῶν ναθινίμ, ὧν ἔδωκε Δαυὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν, ναθινὶμ διακόσιοι εἴκοσι· πάντες συνήχθησαν ἐν ὀνόμασι. 21 καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν ᾿Αουὲ τοῦ ταπεινωθῆναι ἐνώπιον τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρ᾿ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτίσει ἡμῶν. 22 ὅτι ᾔσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες· χεὶρ τοῦ Θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν, καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας τοὺς ἐγκαταλείποντας αὐτόν. 23 καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ Θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν. 24 καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραΐα, τῷ ᾿Ασαβίᾳ καὶ μετ᾿ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα. 25 καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου Θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς ᾿Ισραὴλ οἱ εὑρισκόμενοι. 26 καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν 27 καὶ καφουρῆ χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χαμινὶμ χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ. 28 καὶ εἶπα πρὸς αὐτούς· ὑμεῖς ἅγιοι τῷ Κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ Κυρίῳ Θεῷ πατέρων ἡμῶν· 29 ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν ῾Ιερουσαλὴμ εἰς σκηνὰς οἴκου Κυρίου. 30 καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῖν εἰς ῾Ιερουσαλὴμ εἰς οἶκον Θεοῦ ἡμῶν. 31 Καὶ ἐξῄραμεν ἀπὸ τοῦ ποταμοῦ τοῦ ᾿Αουὲ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς ῾Ιερουσαλήμ· καὶ χεὶρ Θεοῦ ἡμῶν ἦν ἐφ᾿ ἡμῖν, καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ. 32 καὶ ἤλθομεν εἰς ῾Ιερουσαλὴμ καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς. 33 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ Θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμὼθ υἱοῦ Οὐρία τοῦ ἱερέως καὶ μετ᾿ αὐτοῦ ᾿Ελεάζαρ υἱὸς Φινεὲς καὶ μετ᾿ αὐτῶν ᾿Ιωζαβὰδ υἱὸς ᾿Ιησοῦ καὶ Νωαδία υἱὸς Βαναΐα, οἱ Λευῖται 34 ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ 35 οἱ ἐλθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ Θεῷ ᾿Ισραὴλ μόσχους δώδεκα περὶ παντὸς ᾿Ισραήλ, κριοὺς ἐνενηκονταέξ, ἀμνοὺς ἑβδομηκονταεπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτώματα τῷ Κυρίῳ. 36 καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ τοῖς ἐπάρχοις πέραν τοῦ ποταμοῦ, καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ Θεοῦ.

Εγγραφή σε:
Σχόλια (Atom)