Δευτέρα 27 Αυγούστου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 12 


ΚΑΙ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβάντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦ· Σαραΐα, ῾Ιερεμία, ῎Εσδρα, 2 ᾿Αμαρία, Μαλούχ, 3 Σεχενία· 7 οὗτοι οἱ ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις ᾿Ιησοῦ. 8 καὶ οἱ Λευῖται, ᾿Ιησοῦ, Βανουΐ, Καδμιήλ, Σαραβία, ᾿Ιωδαέ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτῶν εἰς τὰς ἐφημερίας. 10 καὶ ᾿Ιησοῦς ἐγέννησε τὸν ᾿Ιωακίμ, καὶ ᾿Ιωακὶμ ἐγέννησε τὸν ᾿Ελιασίβ, καὶ ᾿Ελιασὶβ τὸν ᾿Ιωδαέ, 11 καὶ ᾿Ιωδαὲ ἐγέννησε τὸν ᾿Ιωνάθαν, καὶ ᾿Ιωνάθαν ἐγέννησε τὸν ᾿Ιαδού. 12 καὶ ἐν ἡμέραις ᾿Ιωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραΐα ᾿Αμαρία, τῷ ῾Ιερεμίᾳ ᾿Ανανία, 13 τῷ ῎Εσδρᾳ Μεσουλάμ, τῷ ᾿Αμαρίᾳ ᾿Ιωανάν, 14 τῷ ᾿Αμαλοὺχ ᾿Ιωνάθαν, τῷ Σεχενίᾳ ᾿Ιωσήφ, 15 τῷ ᾿Αρὲ Μαννάς, τῷ Μαριὼθ ᾿Ελκαΐ, 16 τῷ ᾿Αδαδαΐ Ζαχαρία, τῷ Γαναθὼθ Μοσολάμ, 17 τῷ ᾿Αβιὰ Ζεχρί, τῷ Μιαμὶν Μααδαὶ τῷ Φελετί, 18 τῷ Βαλγὰς Σαμουέ, τῷ Σεμίᾳ ᾿Ιωνάθαν, 19 τῷ ᾿Ιωαρὶβ Ματθαναΐ, τῷ ᾿Εδίῳ ᾿Οζί, 20 τῷ Σαλαΐ Καλλαΐ, τῷ ᾿Αμὲκ ᾿Αβέδ, 21 τῷ ᾿Ελκίᾳ ᾿Ασαβίας, τῷ ᾿Ιεδεϊοὺ Ναθαναήλ. 22 οἱ Λευῖται ἐν ἡμέραις ᾿Ελιασίβ, ᾿Ιωαδὰ καὶ ᾿Ιωὰ καὶ ᾿Ιωανὰν καὶ ᾿Ιδούα, γεγραμμένοι ἄρχοντες τῶν πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου· 23 υἱοὶ δὲ Λευὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν ᾿Ιωανὰν υἱοῦ ᾿Ελισουέ. 24 καὶ οἱ ἄρχοντες τῶν Λευιτῶν ᾿Ασαβία καὶ Σαραβία καὶ ᾿Ιησοῦ καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὕμνον αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ ἐφημερία πρὸς ἐφημερίαν 25 ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς 26 ἐν ἡμέραις ᾿Ιωακὶμ υἱοῦ ᾿Ιησοῦ, υἱοῦ ᾿Ιωσεδὲκ καὶ ἐν ἡμέραις Νεεμία, καὶ ῎Εσδρας ὁ ἱερεὺς καὶ γραμματεύς. 27 Καί ἐν ἐγκαινίοις τείχους ῾Ιερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς ῾Ιερουσαλὴμ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν Θωδαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι. 28 καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ἆδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς ῾Ιερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων 29 καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν ῾Ιερουσαλήμ. 30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος. 31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας ᾿Ιούδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας, 32 καὶ ἐπορεύθη ὀπίσω αὐτῶν ᾿Ωσαΐα καὶ ἥμισυ ἀρχόντων ᾿Ιούδα 33 καὶ ᾿Αζαρίας καὶ ῎Εσδρας καὶ Μεσολλάμ, 34 καὶ ᾿Ιούδα καὶ Βενιαμὶν καὶ Σαμαΐας καὶ ῾Ιερεμία 35 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι Ζαχαρίας υἱὸς ᾿Ιωνάθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχούρ, υἱὸς ᾿Ασάφ· 36 καὶ ἀδελφοὶ αὐτοῦ Σαμαΐα καὶ ᾿Οζιήλ, Γελώλ, ᾿Ιαμά, ᾿Αΐα, Ναθαναὴλ καὶ ᾿Ιούδα, ᾿Ανανί, τοῦ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου Θεοῦ, καὶ ῎Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν· 37 ἐπὶ πύλης τοῦ αἲν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ καὶ ἕως τῆς πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς. 38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουρὶμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος 39 καὶ ὑπεράνω τῆς πύλης ᾿Εφραὶμ καὶ ἐπὶ τὴν πύλην ἰχθυρὰν καὶ πύργῳ ᾿Αναμεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς. 40 καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ’ ἐμοῦ 41 καὶ οἱ ἱερεῖς ᾿Ελιακίμ, Μαασίας, Βενιαμίν, Μιχαίας, ᾿Ελιωηναί, Ζαχαρίας, ᾿Ανανίας ἐν σάλπιγξι καὶ Μαασίας καὶ Σεμεΐας καὶ ᾿Ελεάζαρ καὶ ᾿Οζὶ καὶ ᾿Ιωανὰθ καὶ Μελχίας καὶ Αἰλὰμ καὶ ᾿Εζούρ, 42 καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν. 43 καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ Θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως. καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν ῾Ιερουσαλὴμ ἀπὸ μακρόθεν. 44 Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θυσαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσι τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν ᾿Ιούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας. 45 καὶ ἐφύλαξαν φυλακὰς Θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ. 46 ὅτι ἐν ἡμέραις Δαυὶδ ᾿Ασὰφ ἀπ’ ἀρχῆς πρῶτος τῶν ἆδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ Θεῷ. 47 καὶ πᾶς ᾿Ισραὴλ ἐν ἡμέραις Ζοροβάβελ καὶ ἐν ταῖς ἡμέραις Νεεμίου διδόντες μερίδας τῶν ἆδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς ᾿Ααρών.

Παρασκευή 24 Αυγούστου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 11 

ΚΑΙ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν ῾Ιερουσαλήμ, καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν ῾Ιερουσαλὴμ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσι. 2 καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν ῾Ιερουσαλήμ· 3 καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας, οἳ ἐκάθισαν ἐν ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα· ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ, ἐν πόλεσιν αὐτῶν ᾿Ισραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμών· 4 καὶ ἐν ῾Ιερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν ᾿Ιούδα καὶ ἀπὸ υἱῶν Βενιαμίν. ἀπὸ υἱῶν ᾿Ιούδα· ᾿Αθαΐα υἱὸς ᾿Αζία, υἱὸς Ζαχαρία, υἱὸς Σαμαρία, υἱὸς Σαφατία, υἱὸς Μαλελεὴλ καὶ ἀπὸ τῶν υἱῶν Φαρές, 5 καὶ Μαασία υἱὸς Βαρούχ, υἱὸς Χαλαζά, υἱὸς ᾿Οζία, υἱὸς ᾿Αδαΐα, υἱὸς ᾿Ιωαρίβ, υἱὸς Ζαχαρίου, υἱὸς τοῦ Σηλωνί· 6 πάντες υἱοὶ Φαρὲς οἱ καθήμενοι ἐν ῾Ιερουσαλὴμ τετρακόσιοι ἑξηκονταοκτὼ ἄνδρες δυνάμεως. 7 καὶ οὗτοι υἱοὶ Βενιαμίν· Σηλὼ υἱὸς Μεσουλάμ, υἱὸς ᾿Ιωάδ, υἱὸς Φαδαΐα, υἱὸς Κωλεΐα, υἱὸς Μαασίου, υἱὸς ᾿Εθιήλ, υἱὸς ᾿Ιεσία, 8 καὶ ὀπίσω αὐτοῦ Γηβέ, Σηλί, ἐννακόσιοι εἰκοσιοκτώ. 9 καὶ ᾿Ιωὴλ υἱὸς Ζεχρὶ ἐπίσκοπος ἐπ’ αὐτούς, καὶ ᾿Ιούδα υἱὸς ᾿Ασανὰ ἀπὸ τῆς πόλεως δεύτερος· 10 ἀπὸ τῶν ἱερέων· καὶ ᾿Ιαδία υἱὸς ᾿Ιωρίβ, ᾿Ιαχίν, 11 Σαραία υἱὸς ᾿Ελχία, υἱὸς Μεσουλάμ, υἱὸς Σαδδούκ, υἱὸς Μαριώθ, υἱὸς Αἰτὼθ ἀπέναντι οἴκου τοῦ Θεοῦ. 12 καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου ὀκτακόσιοι εἰκοσιδύο. καὶ ᾿Αδαΐα υἱὸς ῾Ιεροάμ, υἱοῦ Φαλαλία, υἱοῦ ᾿Αμασί, υἱὸς Ζαχαρία, υἱὸς Φασσούρ, υἱὸς Μελχία, 13 καὶ ἀδελφοὶ αὐτοῦ, ἄρχοντες πατριῶν διακόσιοι τεσσαρακονταδύο. καὶ ᾿Αμασία υἱὸς ᾿Εσδριήλ, υἱοῦ Μεσαριμίθ, υἱοῦ ᾿Εμμήρ, 14 καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἰκοσιοκτώ· καὶ ἐπίσκοπος Βαδιὴλ υἱὸς τῶν μεγάλων. 15 καὶ ἀπὸ τῶν Λευιτῶν Σαμαΐα υἱὸς ᾿Εσρικάμ, 17 Ματθανίας υἰὸς Μιχὰ καὶ ᾿Ιωβὴβ υἱὸς Σαμουΐ, 18 διακόσιοι ὀγδοηκοντατέσσαρες. 19 καὶ οἱ πυλωροὶ ᾿Ακούβ, Τελαμίν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, ἑκατὸν ἑβδομηκονταδύο. 22 καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανί, υἱὸς ᾿Οζί, υἱὸς ᾿Ασαβία, υἱὸς Μιχά. ἀπὸ υἱῶν ᾿Ασὰφ τῶν ἆδόντων ἀπέναντι ἔργου οἴκου τοῦ Θεοῦ· 23 ὅτι ἐντολὴ τοῦ βασιλέως εἰς αὐτούς. 24 καὶ Φαθαΐα υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν χρῆμα τῷ λαῷ. 25 καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν ᾿Ιούδα ἐκάθισαν ἐν Καριαθαρβὸκ 26 καὶ ἐν ᾿Ιησοῦ 27 καὶ ἐν Βηρσαβεέ, καὶ ἐπαύλεις αὐτῶν, 30 Λαχὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βηρσαβεέ. 31 καὶ οἱ υἱοὶ Βενιαμὶν ἀπὸ Γαβαὰ Μαχμάς. 36 καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες ᾿Ιούδα τῷ Βενιαμίν.

Πέμπτη 16 Αυγούστου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 10 


ΚΑΙ ἐπὶ τῶν σφραγιζόντων Νεεμίας ᾿Αρτασασθὰ υἱὸς ᾿Αχαλία καὶ Σεδεκίας 2 υἱὸς ᾿Αραία καὶ ᾿Αζαρία καὶ ῾Ιερμία, 3 Φασούρ, ᾿Αμαρία, Μελχία, 4 ᾿Αττούς, Σεβανί, Μαλούχ, 5 ᾿Ιράμ, Μεραμώθ, ᾿Αβδία, 6 Δανιήλ, Γανναθών, Βαρούχ, 7 Μεσουλάμ, ᾿Αβία, Μιαμίν, 8 Μααζία, Βελγαΐ, Σαμαΐα, οὗτοι ἱερεῖς· 9 καὶ οἱ Λευῖται ᾿Ιησοῦς υἱὸς ᾿Αζανία, Βαναίου ἀπὸ υἱῶν ᾿Ηναδάδ, Καδμιὴλ 10 καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανία, ᾿Ωδουΐα, Καλιτάν, Φελία, ᾿Ανάν, 11 Μιχά, Ροώβ, ᾿Ασεβίας, 12 Ζακχώρ, Σαραβία, Σεβανία, 13 ᾿Ωδούμ, υἱοὶ Βανουναΐ· 14 ἄρχοντες τοῦ λαοῦ Φόρος, Φαάθ, Μωάβ, ᾿Ηλάμ, Ζαθουΐα, υἱοὶ Βανί, 15 ᾿Ασγάδ, Βηβαΐ, 16 ᾿Αδανία, Βαγοΐ, ᾿Ηδίν, 17 ᾿Ατήρ, ᾿Εζεκία, ᾿Αζούρ, 18 ᾿Ωδουΐα, ᾿Ησάμ, Βησί, 19 ᾿Αρίφ, ᾿Αναθώθ, Νωβαΐ, 20 Μεγαφής, Μεσουλάμ, ᾿Ηζίρ, 21 Μεσωζεβήλ, Σαδούκ, ᾿Ιεδδούα, 22 Φαλτία, ᾿Ανάν, ᾿Αναΐα, 23 ᾿Ωσηέ, ᾿Ανανία, ᾿Ασούβ, 24 ᾿Αλωής, Φαλαΐ, Σωβήκ, 25 Ρεούμ, ᾿Εσσαβανά, Μαασία, 26 καὶ ᾿Αΐα, Αἰνάν, ᾿Ηνάμ, 27 Μαλούχ, ᾿Ηράμ, Βαανά. 28 καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ ναθινὶμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ Θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν, πᾶς ὁ εἰδὼς καὶ συνίων, 29 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν καὶ κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ Θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ Θεοῦ, φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς Κυρίου καὶ τὰ κρίματα αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ 30 καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ ληψόμεθα τοῖς υἱοῖς ἡμῶν. 31 καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρ’ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ. καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός. 32 καὶ στήσομεν ἐφ’ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ’ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ’ ἐνιαυτὸν εἰς δουλείαν οἴκου τοῦ Θεοῦ ἡμῶν 33 εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ᾿Ισραήλ, καὶ εἰς ἔργα οἴκου τοῦ Θεοῦ ἡμῶν. 34 καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός, ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς ἀπὸ χρόνων, ἐνιαυτὸν κατ’ ἐνιαυτόν, ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον Κυρίου Θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, 35 καὶ ἐνέγκαι τὰ πρωτογεννήματα τῆς γῆς ἡμῶν καὶ πρωτογεννήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν εἰς οἶκον Κυρίου 36 καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα τῶν βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν οἴκῳ Θεοῦ ἡμῶν. 37 καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς τὸ γαζοφυλάκιον οἴκου τοῦ Θεοῦ· καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις. καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσι δουλείας ἡμῶν· 38 καὶ ἔσται ὁ ἱερεὺς υἱὸς ᾿Ααρὼν μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσι τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον Θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον Θεοῦ· 39 ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ τοῦ Λευὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια, καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες, καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν.

Παρασκευή 10 Αυγούστου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 9 


ΚΑΙ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις καὶ σποδῷ ἐπὶ κεφαλῆς αὐτῶν. 2 καὶ ἐχωρίσθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν. 3 καὶ ἔστησαν ἐπὶ τῇ στάσει αὐτῶν καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου Κυρίου Θεοῦ αὐτῶν καὶ ἦσαν ἐξαγορεύοντες τῷ Κυρίῳ καὶ προσκυνοῦντες τῷ Κυρίῳ Θεῷ αὐτῶν. 4 καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευιτῶν ᾿Ιησοῦς καὶ οἱ υἱοὶ Καδμιήλ, Σεχενία υἱὸς Σαραβία, υἱοὶ Χωνενὶ καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς Κύριον τὸν Θεὸν αὐτῶν. 5 καὶ εἴποσαν οἱ Λευῖται ᾿Ιησοῦς καὶ Καδμιήλ· ἀνάστητε, εὐλογεῖτε Κύριον τὸν Θεὸν ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ εὐλογήσουσιν ὄνομα δόξης σου καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει. 6 καὶ εἶπεν ῎Εσδρας· σὺ εἶ αὐτὸς Κύριος μόνος, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν, τὴν γῆν καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς, καὶ σὺ ζωοποιεῖς τὰ πάντα, καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν. 7 σὺ εἶ Κύριος ὁ Θεός· σὺ ἐξελέξω ἐν ῞Αβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν Χαλδαίων καὶ ἐπέθηκας αὐτῷ ὄνομα ῾Αβραάμ· 8 καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ ᾿Αμορραίων καὶ Φερεζαίων καὶ ᾿Ιεβουσαίων καὶ Γεργεσαίων καὶ τῷ σπέρματι αὐτοῦ· καὶ ἔστησας τοὺς λόγους σου, ὅτι δίκαιος σύ. 9 καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν Αἰγύπτῳ καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν. 10 καὶ ἔδωκας σημεῖα καὶ τέρατα ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς παισὶν αὐτοῦ καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ, ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπ’ αὐτούς, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη. 11 καὶ τὴν θάλασσαν ἔρρηξας ἐνώπιον αὐτῶν, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξοντας αὐτοὺς ἔρριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ. 12 καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ. 13 καὶ ἐπὶ ὄρος Σινὰ κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας, προστάγματα καὶ ἐντολὰς ἀγαθάς· 14 καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς, ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου. 15 καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδοτίαν αὐτῶν καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν. καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν, ἐφ’ ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς. 16 καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου· 17 καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι καὶ οὐκ ἐμνήσθησαν τῶν θαυμασίων σου, ὧν ἐποίησας μετ’ αὐτῶν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ. καὶ σὺ ὁ Θεὸς ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ οὐκ ἐγκατέλιπες αὐτούς. 18 ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν· οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους. 19 καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ, τὸν στύλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπ’ αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ καὶ τὸν στύλον τοῦ πυρὸς τὴν νύκτα, φωτίζειν αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ. 20 καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτοὺς καὶ τὸ μάννα σου οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτῶν καὶ ὕδωρ ἔδωκας αὐτοῖς ἐν τῷ δίψει αὐτῶν. 21 καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ, οὐχ ὑστέρησας αὐτοῖς οὐδέν· ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν, καὶ πόδες αὐτῶν οὐ διερράγησαν. 22 καὶ ἔδωκας αὐτοῖς βασιλείας καὶ λαοὺς ἐμέρισας αὐτοῖς, καὶ ἐκληρονόμησαν τὴν γῆν Σηὼν βασιλέως ᾿Εσεβὼν καὶ τὴν γῆν ῍Ωγ βασιλέως τοῦ Βασάν. 23 καὶ τοὺς υἱοὺς αὐτῶν ἐπλήθυνας ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπας τοῖς πατράσιν αὐτῶν, καὶ ἐκληρονόμησαν αὐτήν. 24 καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν Χαναναίων καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς γῆς ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν. 25 καὶ κατελάβοσαν πόλεις ὑψηλὰς καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν, λάκκους λελατομημένους, ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος· καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ. 26 καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σοῦ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν καὶ τοὺς προφήτας σου ἀπέκτειναν, οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρός σε, καὶ ἐποίησαν παροργισμοὺς μεγάλους. 27 καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς, καὶ ἔθλιψαν αὐτούς· καὶ ἀνεβόησαν πρός σε ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς. 28 καὶ ὡς ἀνεπαύσαντο, ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου· καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ κατῆρξαν ἐν αὐτοῖς· καὶ πάλιν ἀνεβόησαν πρός σε, καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας καὶ ἐρρύσω αὐτοὺς ἐν οἰκτιρμοῖς σου πολλοῖς. 29 καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου, καὶ οὐκ ἤκουσαν, ἀλλ’ ἐν ταῖς ἐντολαῖς σου καὶ κρίμασί σου ἡμάρτοσαν, ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν. 30 καὶ εἵλκυσας ἐπ’ αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου· καὶ οὐκ ἠνωτίσαντο, καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς. 31 καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐποίησας αὐτοὺς συντέλειαν καὶ οὐκ ἐγκατέλιπες αὐτούς, ὅτι ἰσχυρὸς εἶ καὶ ἐλεήμων καὶ οἰκτίρμων. 32 καὶ νῦν, ὁ Θεὸς ἡμῶν ὁ ἰσχυρός, ὁ μέγας, ὁ κραταιὸς καὶ ὁ φοβερός, φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου, μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος, ὃς εὗρεν ἡμᾶς καὶ τοὺς βασιλεῖς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς προφήτας ἡμῶν καὶ τοὺς πατέρας ἡμῶν καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων ᾿Ασσοὺρ καὶ ἕως τῆς ἡμέρας ταύτης. 33 καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφ’ ἡμᾶς, ὅτι ἀλήθειαν ἐποίησας, καὶ ἡμεῖς ἐξημάρτομεν, 34 καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν καὶ οἱ ἱερεῖς ἡμῶν καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου καὶ τὰ μαρτύριά σου, ἃ διεμαρτύρω αὐτοῖς. 35 καὶ αὐτοὶ ἐν βασιλείᾳ σου καὶ ἐν ἀγαθωσύνῃ σου τῇ πολλῇ, ᾗ ἔδωκας αὐτοῖς, καὶ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ λιπαρᾷ, ᾗ ἔδωκας ἐνώπιον αὐτῶν, οὐκ ἐδούλευσάν σοι καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτῶν τῶν πονηρῶν. 36 ἰδοὺ σήμερόν ἐσμεν δοῦλοι, καὶ ἡ γῆ, ἣν ἔδωκας τοῖς πατράσιν ἡμῶν φαγεῖν τὸν καρπὸν αὐτῆς καὶ τὰ ἀγαθὰ αὐτῆς, ἰδού ἐσμεν δοῦλοι ἐπ’ αὐτῆς, 37 καὶ οἱ καρποὶ αὐτῆς πολλοὶ τοῖς βασιλεῦσιν, οἷς ἔδωκας ἐφ’ ἡμᾶς ἐν ἁμαρτίαις ἡμῶν, καὶ ἐπὶ τὰ σώματα ἡμῶν ἐξουσιάζουσι καὶ ἐν κτήνεσιν ἡμῶν ὡς ἀρεστὸν αὐτοῖς, καὶ ἐν θλίψει μεγάλῃ ἐσμέν. 38 καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν, καὶ ἐπισφραγίζουσιν ἄρχοντες ἡμῶν, Λευῖται ἡμῶν, ἱερεῖς ἡμῶν.

Πέμπτη 9 Αυγούστου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 8 


ΚΑΙ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος —καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐν πόλεσιν αὐτῶν— καὶ συνήχθησαν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης τοῦ ὕδατος. καὶ εἶπαν τῷ ῎Εσδρᾳ τῷ γραμματεῖ ἐνέγκαι τὸ βιβλίον νόμου Μωυσῆ, ὃν ἐνετείλατο Κύριος τῷ ᾿Ισραήλ. 2 καὶ ἤνεγκεν ῎Εσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τῆς ἐκκλησίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς καὶ πᾶς ὁ συνίων ἀκούειν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου 3 καὶ ἀνέγνω ἐν αὐτῷ ἀπὸ τῆς ὥρας τοῦ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τῆς ἡμέρας ἀπέναντι τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ αὐτοὶ συνιέντες, καὶ ὦτα παντὸς τοῦ λαοῦ εἰς τὸ βιβλίον τοῦ νόμου. 4 καὶ ἔστη ῎Εσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου, καὶ ἔστησαν ἐχόμενα αὐτοῦ Ματταθίας καὶ Σαμαΐας καὶ ᾿Ανανίας καὶ Οὐρίας καὶ Χελκία καὶ Μαασία ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ ἀριστερῶν Φαδαΐας καὶ Μισαὴλ καὶ Μελχίας καὶ ᾿Ασὼμ καὶ ᾿Ασαβαδμὰ καὶ Ζαχαρίας καὶ Μεσολλάμ. 5 καὶ ἤνοιξεν ῎Εσδρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ, ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ —καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό, ἔστη πᾶς ὁ λαός— 6 καὶ ηὐλόγησεν ῎Εσδρας Κύριον τὸν Θεὸν τὸν μέγαν, καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπαν· ἀμήν, ἐπάραντες τὰς χεῖρας αὐτῶν, καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ Κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 7 καὶ ᾿Ιησοῦς καὶ Βαναΐας καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον· καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ. 8 καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ Θεοῦ, καὶ ἐδίδασκεν ῎Εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ Κυρίου, καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει. 9 καὶ εἶπε Νεεμίας καὶ ῎Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευῖται καὶ οἱ συνετίζοντες τὸν λαὸν καὶ εἶπαν παντὶ τῷ λαῷ· ἡμέρα ἁγία ἐστὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν, μὴ πενθεῖτε μηδὲ κλαίετε· ὅτι ἔκλαιε πᾶς ὁ λαός, ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου. 10 καὶ εἶπεν αὐτοῖς· πορεύεσθε φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσιν· ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ Κυρίῳ ἡμῶν· καὶ μὴ διαπέσητε, ὅτι ἐστὶ Κύριος ἰσχὺς ἡμῶν. 11 καὶ οἱ Λευῖται κατεσιώπων πάντα τὸν λαὸν λέγοντες· σιωπᾶτε, ὅτι ἡμέρα ἁγία, καὶ μὴ καταπίπτετε. 12 καὶ ἀπῆλθε πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀποστέλλειν μερίδας καὶ ποιῆσαι εὐφροσύνην μεγάλην, ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς. 13 Καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν σὺν τῷ παντὶ λαῷ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται πρὸς ῎Εσδραν τὸν γραμματέα ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου. 14 καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ, ᾧ ἐνετείλατο Κύριος τῷ Μωυσῇ, ὅπως κατοικήσωσιν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ, 15 καὶ ὅπως σημάνωσι σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν ῾Ιερουσαλήμ. καὶ εἶπεν ῎Εσδρας· ἐξέλθετε εἰς τὸ ὄρος, καὶ ἐνέγκατε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον. 16 καὶ ἐξῆλθεν ὁ λαὸς καὶ ἤνεγκαν καὶ ἐποίησαν ἑαυτοῖς σκηνὰς ἀνὴρ ἐπὶ τοῦ δώματος αὐτοῦ καὶ ἐν ταῖς αὐλαῖς αὐτῶν καὶ ἐν ταῖς αὐλαῖς οἴκου τοῦ Θεοῦ καὶ ἐν πλατείαις τῆς πόλεως καὶ ἕως πύλης ᾿Εφραίμ. 17 καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία, οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας, σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναῖς· ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν ᾿Ιησοῦ υἱοῦ Ναυῆ οὕτως οἱ υἱοὶ ᾿Ισραὴλ ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐγένετο εὐφροσύνη μεγάλη. 18 καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ Θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτης· καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον κατὰ τὸ κρίμα.