Τετάρτη 5 Σεπτεμβρίου 2018

ΤΩΒΙΤ

ΚΕΦΑΛΑΙΟΝ 1 


ΒΙΒΛΟΣ λόγων Τωβίτ, τοῦ Τωβιήλ, τοῦ ᾿Ανανιήλ, τοῦ ᾿Αδουήλ, τοῦ Γαβαήλ, ἐκ τοῦ σπέρματος ᾿Ασιήλ, ἐκ τῆς φυλῆς Νεφθαλίμ, 2 ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις ᾿Ενεμεσσάρου τοῦ βασιλέως ᾿Ασσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδίως τῆς Νεφθαλὶ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω ᾿Ασήρ. —ἐγὼ Τωβὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου 3 καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει, τοῖς προπορευθεῖσι μετ᾿ ἐμοῦ εἰς χώραν ᾿Ασσυρίων εἰς Νινευῆ. 4 καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ ᾿Ισραὴλ νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου ῾Ιερουσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν ᾿Ισραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ῾Υψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. 5 καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει καὶ ὁ οἶκος Νεφθαλὶμ τοῦ πατρός μου. 6 κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς ῾Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ ᾿Ισραὴλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γεννημάτων καὶ τὰς πρωτοκουρίας ἔχων· 7 καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσι τοῖς υἱοῖς ᾿Ααρὼν πρὸς τὸ θυσιαστήριον πάντων τῶν γεννημάτων. τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν εἰς ῾Ιερουσαλήμ, καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν ῾Ιεροσολύμοις καθ᾿ ἕκαστον ἐνιαυτόν. 8 καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββώρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου. 9 καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον ῎Ανναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν. 10 καὶ ὅτε ᾐχμαλωτίσθημεν εἰς Νινευῆ, πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν· 11 ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν, 12 καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου. 13 καὶ ἔδωκεν ὁ ῞Υψιστος χάριν καὶ μορφὴν ἐνώπιον ᾿Ενεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής· 14 καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ράγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα. 15 Καὶ ὅτε ἀπέθανεν ᾿Ενεμεσσάρ, ἐβασίλευσε Σενναχηρὶμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάθησαν, καὶ οὐκ ἔτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν. 16 καὶ ἐν ταῖς ἡμέραις ᾿Ενεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου· 17 τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευῆ, ἔθαπτον αὐτόν. 18 καὶ εἴ τινα ἀπέκτεινε Σενναχηρὶμ ὁ βασιλεύς, ὅτε ἦλθε φεύγων ἐκ τῆς ᾿Ιουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη. 19 πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευῆ, ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα. 20 καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν ῎Αννας τῆς γυναικός μου καὶ Τωβίου τοῦ υἱοῦ μου. 21 καὶ οὐ διῆλθον ἡμέρας πεντήκοντα, ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη ᾿Αραράθ, καὶ ἐβασίλευσε Σαχερδονὸς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ, καὶ ἔταξεν ᾿Αχιάχαρον τὸν ᾿Αναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τήν διοίκησιν. 22 καὶ ἠξίωσεν ᾿Αχιάχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευῆ. ᾿Αχιάχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονὸς ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου.

Τετάρτη 29 Αυγούστου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 13 

Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶ τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ, ὅπως μὴ εἰσέλθωσιν ᾿Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ Θεοῦ ἕως αἰῶνος, 2 ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν ἄρτῳ καὶ ὕδατι καὶ ἐμισθώσαντο ἐπ’ αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι, καὶ ἐπέστρεψεν ὁ Θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν. 3 καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν ᾿Ισραήλ. 4 καὶ πρὸ τούτου ᾿Ελιασὶβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου Θεοῦ ἡμῶν ἐγγίων Τωβίᾳ 5 καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα, καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μαναὰν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ἆδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων. 6 καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν ῾Ιερουσαλήμ· ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ ᾿Αρθασασθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα. καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως 7 καὶ ἦλθον εἰς ῾Ιερουσαλήμ. καὶ συνῆκα ἐν τῇ πονηρίᾳ, ᾖ ἐποίησεν ᾿Ελιασὶβ τῷ Τωβίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ Θεοῦ. 8 καὶ πονηρόν μοι ἐφάνη σφόδρα, καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβία ἔξω ἀπὸ τοῦ γαζοφυλακίου· 9 καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια, καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ Θεοῦ, τὴν μαναὰν καὶ τὸν λίβανον. 10 καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ, οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον. 11 καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα· διατί ἐγκατελείφθη ὁ οἶκος τοῦ Θεοῦ; καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν. 12 καὶ πᾶς ᾿Ιούδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς 13 ἐπὶ χεῖρα Σελεμία τοῦ ἱερέως καὶ Σαδδοὺκ τοῦ γραμματέως καὶ Φαδαΐα ἀπὸ τῶν Λευιτῶν, καὶ ἐπὶ χεῖρα αὐτῶν ᾿Ανὰν υἱὸς Ζακχούρ, υἱὸς Ματθανίου, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ’ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν. 14 μνήσθητί μου, ὁ Θεός, ἐν ταύτῃ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου, ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ Θεοῦ. 15 ᾿Εν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν ᾿Ιούδᾳ πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς ῾Ιερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν. 16 καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς ᾿Ιούδα καὶ ἐν ῾Ιερουσαλήμ. 17 καὶ ἐμαχεσάμην τοῖς υἱοῖς ᾿Ιούδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς· τίς ὁ λόγος οὗτος ὁ πονηρός, ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου; 18 οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπ’ αὐτοὺς ὁ Θεὸς ἡμῶν καὶ ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ ᾿Ισραὴλ βεβηλῶσαι τὸ σάββατον; 19 καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι ἐν ῾Ιερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου. 20 καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω ῾Ιερουσαλὴμ ἅπαξ καὶ δίς. 21 καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς· διατί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν. ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ. 22 καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι, καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ Θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. 23 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς ᾿Ιουδαίους, οἳ ἐκάθισαν γυναῖκας ᾿Αζωτίας, ᾿Αμμανίτιδας, Μωαβίτιδας 24 καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες ᾿Αζωτιστὶ καὶ οὐκ εἰσὶν ἐπιγινώσκοντες λαλεῖν ᾿Ιουδαϊστί, 25 καὶ ἐμαχεσάμην μετ’ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ Θεῷ· ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν. 26 οὐχ οὕτως ἥμαρτε Σαλωμὼν βασιλεὺς ᾿Ισραήλ; καὶ ἐν ἔθνεσι πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ· καὶ ἀγαπώμενος τῷ Θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ Θεὸς εἰς βασιλέα ἐπὶ πάντα ᾿Ισραήλ· καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι. 27 καὶ ὑμῶν μὴ ἀκουσώμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ Θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας; 28 καὶ ἀπὸ υἱῶν ᾿Ιωαδὰ τοῦ ᾿Ελισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλὰτ τοῦ Οὐρανίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ’ ἐμοῦ. 29 μνήσθητι αὐτοῖς, ὁ Θεός, ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκῃ τῆς ἱερατείας καὶ τοὺς Λευίτας. 30 καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ, 31 καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις. μνήσθητί μου ὁ Θεὸς ἡμῶν εἰς ἀγαθωσύνην.

Δευτέρα 27 Αυγούστου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 12 


ΚΑΙ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβάντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦ· Σαραΐα, ῾Ιερεμία, ῎Εσδρα, 2 ᾿Αμαρία, Μαλούχ, 3 Σεχενία· 7 οὗτοι οἱ ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις ᾿Ιησοῦ. 8 καὶ οἱ Λευῖται, ᾿Ιησοῦ, Βανουΐ, Καδμιήλ, Σαραβία, ᾿Ιωδαέ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτῶν εἰς τὰς ἐφημερίας. 10 καὶ ᾿Ιησοῦς ἐγέννησε τὸν ᾿Ιωακίμ, καὶ ᾿Ιωακὶμ ἐγέννησε τὸν ᾿Ελιασίβ, καὶ ᾿Ελιασὶβ τὸν ᾿Ιωδαέ, 11 καὶ ᾿Ιωδαὲ ἐγέννησε τὸν ᾿Ιωνάθαν, καὶ ᾿Ιωνάθαν ἐγέννησε τὸν ᾿Ιαδού. 12 καὶ ἐν ἡμέραις ᾿Ιωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραΐα ᾿Αμαρία, τῷ ῾Ιερεμίᾳ ᾿Ανανία, 13 τῷ ῎Εσδρᾳ Μεσουλάμ, τῷ ᾿Αμαρίᾳ ᾿Ιωανάν, 14 τῷ ᾿Αμαλοὺχ ᾿Ιωνάθαν, τῷ Σεχενίᾳ ᾿Ιωσήφ, 15 τῷ ᾿Αρὲ Μαννάς, τῷ Μαριὼθ ᾿Ελκαΐ, 16 τῷ ᾿Αδαδαΐ Ζαχαρία, τῷ Γαναθὼθ Μοσολάμ, 17 τῷ ᾿Αβιὰ Ζεχρί, τῷ Μιαμὶν Μααδαὶ τῷ Φελετί, 18 τῷ Βαλγὰς Σαμουέ, τῷ Σεμίᾳ ᾿Ιωνάθαν, 19 τῷ ᾿Ιωαρὶβ Ματθαναΐ, τῷ ᾿Εδίῳ ᾿Οζί, 20 τῷ Σαλαΐ Καλλαΐ, τῷ ᾿Αμὲκ ᾿Αβέδ, 21 τῷ ᾿Ελκίᾳ ᾿Ασαβίας, τῷ ᾿Ιεδεϊοὺ Ναθαναήλ. 22 οἱ Λευῖται ἐν ἡμέραις ᾿Ελιασίβ, ᾿Ιωαδὰ καὶ ᾿Ιωὰ καὶ ᾿Ιωανὰν καὶ ᾿Ιδούα, γεγραμμένοι ἄρχοντες τῶν πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου· 23 υἱοὶ δὲ Λευὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν ᾿Ιωανὰν υἱοῦ ᾿Ελισουέ. 24 καὶ οἱ ἄρχοντες τῶν Λευιτῶν ᾿Ασαβία καὶ Σαραβία καὶ ᾿Ιησοῦ καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὕμνον αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ ἐφημερία πρὸς ἐφημερίαν 25 ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς 26 ἐν ἡμέραις ᾿Ιωακὶμ υἱοῦ ᾿Ιησοῦ, υἱοῦ ᾿Ιωσεδὲκ καὶ ἐν ἡμέραις Νεεμία, καὶ ῎Εσδρας ὁ ἱερεὺς καὶ γραμματεύς. 27 Καί ἐν ἐγκαινίοις τείχους ῾Ιερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς ῾Ιερουσαλὴμ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν Θωδαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι. 28 καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ἆδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς ῾Ιερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων 29 καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν ῾Ιερουσαλήμ. 30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος. 31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας ᾿Ιούδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας, 32 καὶ ἐπορεύθη ὀπίσω αὐτῶν ᾿Ωσαΐα καὶ ἥμισυ ἀρχόντων ᾿Ιούδα 33 καὶ ᾿Αζαρίας καὶ ῎Εσδρας καὶ Μεσολλάμ, 34 καὶ ᾿Ιούδα καὶ Βενιαμὶν καὶ Σαμαΐας καὶ ῾Ιερεμία 35 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι Ζαχαρίας υἱὸς ᾿Ιωνάθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχούρ, υἱὸς ᾿Ασάφ· 36 καὶ ἀδελφοὶ αὐτοῦ Σαμαΐα καὶ ᾿Οζιήλ, Γελώλ, ᾿Ιαμά, ᾿Αΐα, Ναθαναὴλ καὶ ᾿Ιούδα, ᾿Ανανί, τοῦ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου Θεοῦ, καὶ ῎Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν· 37 ἐπὶ πύλης τοῦ αἲν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ καὶ ἕως τῆς πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς. 38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουρὶμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος 39 καὶ ὑπεράνω τῆς πύλης ᾿Εφραὶμ καὶ ἐπὶ τὴν πύλην ἰχθυρὰν καὶ πύργῳ ᾿Αναμεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς. 40 καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ’ ἐμοῦ 41 καὶ οἱ ἱερεῖς ᾿Ελιακίμ, Μαασίας, Βενιαμίν, Μιχαίας, ᾿Ελιωηναί, Ζαχαρίας, ᾿Ανανίας ἐν σάλπιγξι καὶ Μαασίας καὶ Σεμεΐας καὶ ᾿Ελεάζαρ καὶ ᾿Οζὶ καὶ ᾿Ιωανὰθ καὶ Μελχίας καὶ Αἰλὰμ καὶ ᾿Εζούρ, 42 καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν. 43 καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ Θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως. καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν ῾Ιερουσαλὴμ ἀπὸ μακρόθεν. 44 Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θυσαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσι τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν ᾿Ιούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας. 45 καὶ ἐφύλαξαν φυλακὰς Θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ. 46 ὅτι ἐν ἡμέραις Δαυὶδ ᾿Ασὰφ ἀπ’ ἀρχῆς πρῶτος τῶν ἆδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ Θεῷ. 47 καὶ πᾶς ᾿Ισραὴλ ἐν ἡμέραις Ζοροβάβελ καὶ ἐν ταῖς ἡμέραις Νεεμίου διδόντες μερίδας τῶν ἆδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς ᾿Ααρών.

Παρασκευή 24 Αυγούστου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 11 

ΚΑΙ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν ῾Ιερουσαλήμ, καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν ῾Ιερουσαλὴμ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσι. 2 καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν ῾Ιερουσαλήμ· 3 καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας, οἳ ἐκάθισαν ἐν ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα· ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ, ἐν πόλεσιν αὐτῶν ᾿Ισραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμών· 4 καὶ ἐν ῾Ιερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν ᾿Ιούδα καὶ ἀπὸ υἱῶν Βενιαμίν. ἀπὸ υἱῶν ᾿Ιούδα· ᾿Αθαΐα υἱὸς ᾿Αζία, υἱὸς Ζαχαρία, υἱὸς Σαμαρία, υἱὸς Σαφατία, υἱὸς Μαλελεὴλ καὶ ἀπὸ τῶν υἱῶν Φαρές, 5 καὶ Μαασία υἱὸς Βαρούχ, υἱὸς Χαλαζά, υἱὸς ᾿Οζία, υἱὸς ᾿Αδαΐα, υἱὸς ᾿Ιωαρίβ, υἱὸς Ζαχαρίου, υἱὸς τοῦ Σηλωνί· 6 πάντες υἱοὶ Φαρὲς οἱ καθήμενοι ἐν ῾Ιερουσαλὴμ τετρακόσιοι ἑξηκονταοκτὼ ἄνδρες δυνάμεως. 7 καὶ οὗτοι υἱοὶ Βενιαμίν· Σηλὼ υἱὸς Μεσουλάμ, υἱὸς ᾿Ιωάδ, υἱὸς Φαδαΐα, υἱὸς Κωλεΐα, υἱὸς Μαασίου, υἱὸς ᾿Εθιήλ, υἱὸς ᾿Ιεσία, 8 καὶ ὀπίσω αὐτοῦ Γηβέ, Σηλί, ἐννακόσιοι εἰκοσιοκτώ. 9 καὶ ᾿Ιωὴλ υἱὸς Ζεχρὶ ἐπίσκοπος ἐπ’ αὐτούς, καὶ ᾿Ιούδα υἱὸς ᾿Ασανὰ ἀπὸ τῆς πόλεως δεύτερος· 10 ἀπὸ τῶν ἱερέων· καὶ ᾿Ιαδία υἱὸς ᾿Ιωρίβ, ᾿Ιαχίν, 11 Σαραία υἱὸς ᾿Ελχία, υἱὸς Μεσουλάμ, υἱὸς Σαδδούκ, υἱὸς Μαριώθ, υἱὸς Αἰτὼθ ἀπέναντι οἴκου τοῦ Θεοῦ. 12 καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου ὀκτακόσιοι εἰκοσιδύο. καὶ ᾿Αδαΐα υἱὸς ῾Ιεροάμ, υἱοῦ Φαλαλία, υἱοῦ ᾿Αμασί, υἱὸς Ζαχαρία, υἱὸς Φασσούρ, υἱὸς Μελχία, 13 καὶ ἀδελφοὶ αὐτοῦ, ἄρχοντες πατριῶν διακόσιοι τεσσαρακονταδύο. καὶ ᾿Αμασία υἱὸς ᾿Εσδριήλ, υἱοῦ Μεσαριμίθ, υἱοῦ ᾿Εμμήρ, 14 καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἰκοσιοκτώ· καὶ ἐπίσκοπος Βαδιὴλ υἱὸς τῶν μεγάλων. 15 καὶ ἀπὸ τῶν Λευιτῶν Σαμαΐα υἱὸς ᾿Εσρικάμ, 17 Ματθανίας υἰὸς Μιχὰ καὶ ᾿Ιωβὴβ υἱὸς Σαμουΐ, 18 διακόσιοι ὀγδοηκοντατέσσαρες. 19 καὶ οἱ πυλωροὶ ᾿Ακούβ, Τελαμίν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, ἑκατὸν ἑβδομηκονταδύο. 22 καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανί, υἱὸς ᾿Οζί, υἱὸς ᾿Ασαβία, υἱὸς Μιχά. ἀπὸ υἱῶν ᾿Ασὰφ τῶν ἆδόντων ἀπέναντι ἔργου οἴκου τοῦ Θεοῦ· 23 ὅτι ἐντολὴ τοῦ βασιλέως εἰς αὐτούς. 24 καὶ Φαθαΐα υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν χρῆμα τῷ λαῷ. 25 καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν ᾿Ιούδα ἐκάθισαν ἐν Καριαθαρβὸκ 26 καὶ ἐν ᾿Ιησοῦ 27 καὶ ἐν Βηρσαβεέ, καὶ ἐπαύλεις αὐτῶν, 30 Λαχὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βηρσαβεέ. 31 καὶ οἱ υἱοὶ Βενιαμὶν ἀπὸ Γαβαὰ Μαχμάς. 36 καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες ᾿Ιούδα τῷ Βενιαμίν.

Πέμπτη 16 Αυγούστου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 10 


ΚΑΙ ἐπὶ τῶν σφραγιζόντων Νεεμίας ᾿Αρτασασθὰ υἱὸς ᾿Αχαλία καὶ Σεδεκίας 2 υἱὸς ᾿Αραία καὶ ᾿Αζαρία καὶ ῾Ιερμία, 3 Φασούρ, ᾿Αμαρία, Μελχία, 4 ᾿Αττούς, Σεβανί, Μαλούχ, 5 ᾿Ιράμ, Μεραμώθ, ᾿Αβδία, 6 Δανιήλ, Γανναθών, Βαρούχ, 7 Μεσουλάμ, ᾿Αβία, Μιαμίν, 8 Μααζία, Βελγαΐ, Σαμαΐα, οὗτοι ἱερεῖς· 9 καὶ οἱ Λευῖται ᾿Ιησοῦς υἱὸς ᾿Αζανία, Βαναίου ἀπὸ υἱῶν ᾿Ηναδάδ, Καδμιὴλ 10 καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανία, ᾿Ωδουΐα, Καλιτάν, Φελία, ᾿Ανάν, 11 Μιχά, Ροώβ, ᾿Ασεβίας, 12 Ζακχώρ, Σαραβία, Σεβανία, 13 ᾿Ωδούμ, υἱοὶ Βανουναΐ· 14 ἄρχοντες τοῦ λαοῦ Φόρος, Φαάθ, Μωάβ, ᾿Ηλάμ, Ζαθουΐα, υἱοὶ Βανί, 15 ᾿Ασγάδ, Βηβαΐ, 16 ᾿Αδανία, Βαγοΐ, ᾿Ηδίν, 17 ᾿Ατήρ, ᾿Εζεκία, ᾿Αζούρ, 18 ᾿Ωδουΐα, ᾿Ησάμ, Βησί, 19 ᾿Αρίφ, ᾿Αναθώθ, Νωβαΐ, 20 Μεγαφής, Μεσουλάμ, ᾿Ηζίρ, 21 Μεσωζεβήλ, Σαδούκ, ᾿Ιεδδούα, 22 Φαλτία, ᾿Ανάν, ᾿Αναΐα, 23 ᾿Ωσηέ, ᾿Ανανία, ᾿Ασούβ, 24 ᾿Αλωής, Φαλαΐ, Σωβήκ, 25 Ρεούμ, ᾿Εσσαβανά, Μαασία, 26 καὶ ᾿Αΐα, Αἰνάν, ᾿Ηνάμ, 27 Μαλούχ, ᾿Ηράμ, Βαανά. 28 καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ ναθινὶμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ Θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν, πᾶς ὁ εἰδὼς καὶ συνίων, 29 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν καὶ κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ Θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ Θεοῦ, φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς Κυρίου καὶ τὰ κρίματα αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ 30 καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ ληψόμεθα τοῖς υἱοῖς ἡμῶν. 31 καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρ’ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ. καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός. 32 καὶ στήσομεν ἐφ’ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ’ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ’ ἐνιαυτὸν εἰς δουλείαν οἴκου τοῦ Θεοῦ ἡμῶν 33 εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ᾿Ισραήλ, καὶ εἰς ἔργα οἴκου τοῦ Θεοῦ ἡμῶν. 34 καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός, ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς ἀπὸ χρόνων, ἐνιαυτὸν κατ’ ἐνιαυτόν, ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον Κυρίου Θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, 35 καὶ ἐνέγκαι τὰ πρωτογεννήματα τῆς γῆς ἡμῶν καὶ πρωτογεννήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν εἰς οἶκον Κυρίου 36 καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα τῶν βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν οἴκῳ Θεοῦ ἡμῶν. 37 καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς τὸ γαζοφυλάκιον οἴκου τοῦ Θεοῦ· καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις. καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσι δουλείας ἡμῶν· 38 καὶ ἔσται ὁ ἱερεὺς υἱὸς ᾿Ααρὼν μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσι τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον Θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον Θεοῦ· 39 ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ τοῦ Λευὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια, καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες, καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν.