Τρίτη 15 Ιανουαρίου 2019

ΕΣΘΗΡ

ΚΕΦΑΛΑΙΟΝ 10 



ΕΓΡΑΨΕ δὲ ὁ βασιλεὺς ἐπὶ τὴν βασιλείαν τῆς τε γῆς καὶ τῆς θαλάσσης, 2 καὶ τὴν ἰσχὺν αὐτοῦ καὶ ἀνδραγαθίαν πλοῦτόν τε καὶ δόξαν τῆς βασιλείας αὐτοῦ, ἰδοὺ γέγραπται ἐν βιβλίῳ βασιλέων Περσῶν καὶ Μήδων εἰς μνημόσυνον. 3 ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα ᾿Αρταξέρξην καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ καὶ δεδοξασμένος ὑπὸ τῶν ᾿Ιουδαίων· καὶ φιλούμενος, διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔθνει αὐτοῦ. 3α Καὶ εἶπε Μαρδοχαῖος· παρὰ τοῦ Θεοῦ ἐγένετο ταῦτα. 3β ἐμνήσθη γὰρ περὶ τοῦ ἐνυπνίου, οὗ εἶδον περὶ τῶν λόγων τούτων· οὐδὲ γὰρ παρῆλθεν ἀπ᾿ αὐτῶν λόγος. 3γ ἡ μικρὰ πηγή, ἣ ἐγένετο ποταμὸς καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ· ᾿Εσθήρ ἐστιν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησε βασίλισσαν. 3δ οἱ δὲ δύο δράκοντες, ἐγώ εἰμι καὶ ᾿Αμάν. 3ε τὰ δὲ ἔθνη τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν ᾿Ιουδαίων. 3ζ τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν ᾿Ισραήλ, οἱ βοήσαντες πρὸς τὸν Θεὸν καὶ σωθέντες· καὶ ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐρύσατο Κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων. καὶ ἐποίησεν ὁ Θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσι. 3η διὰ τοῦτο ἐποίησε κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ Θεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔθνεσι· 3θ καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ Θεοῦ καὶ πᾶσιν τοῖς ἔθνεσι, 3ι καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐδικαίωσε τὴν κληρονομίαν αὐτοῦ· 3κ καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ ᾿Αδὰρ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ Θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ ᾿Ισραήλ. 3λ ῎Ετους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκε Δοσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραί, ἣν ἔφασαν εἶναι καὶ ἡρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν ῾Ιερουσαλήμ.

Παρασκευή 11 Ιανουαρίου 2019

ΕΣΘΗΡ

ΚΕΦΑΛΑΙΟΝ 9  


Εν γὰρ τῷ δωδεκάτῳ μηνί, τῇ τρισκαιδεκάτη τοῦ μηνός, ὅς ἐστιν ᾿Αδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως. 2 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς ᾿Ιουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς. 3 οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς ᾿Ιουδαίους· ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς. 4 προσέπεσε γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ καὶ ἐμεγαλύνετο. 5 καὶ ἐπάταξαν οἱ ᾿Ιουδαῖοι πληγὴν ἐν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν πληγὴν μαχαίρας καὶ ἀναιρέσεως καὶ ἀπωλείας καὶ ἐποίησαν ἐν τοῖς μισοῦσιν αὐτοὺς κατὰ τὸ θέλημα αὐτῶν. 6 καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ ᾿Ιουδαῖοι ἄνδρας πεντακοσίους, 7 τόν τε Φαρσαννὲς καὶ Δελφὼν καὶ Φασγὰ 8 καὶ Φαραδαθὰ καὶ Βαρέα καὶ Σαρβακὰ 9 καὶ Μαρμασιμὰ καὶ Ρουφαῖον καὶ ᾿Αρσαῖον καὶ Ζαβουθαῖον, 10 τοὺς δέκα υἱοὺς ᾿Αμὰν ᾿Αμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν ᾿Ιουδαίων, καὶ διήρπασαν. 11 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐπεδόθη ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις. 12 εἶπε δὲ ὁ βασιλεὺς πρὸς ᾿Εσθήρ· ἀπώλεσαν οἱ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι, καὶ ἔσται σοι; 13 καὶ εἶπεν ᾿Εσθὴρ τῷ βασιλεῖ· δοθήτω τοῖς ᾿Ιουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον, ὥστε τοὺς δέκα υἱοὺς ᾿Αμὰν κρεμάσαι. 14 καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς ᾿Ιουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν ᾿Αμὰν κρεμάσαι. 15 καὶ συνήχθησαν οἱ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ ᾿Αδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν. 16 οἱ δὲ λοιποὶ τῶν ᾿Ιουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ ᾿Αδὰρ καὶ οὐδὲν διήρπασαν. 17 καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης. 18 οἱ δὲ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης. 19 διὰ τοῦτο οὖν οἱ ᾿Ιουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσι τὴν τεσσαρεσκαιδεκάτην τοῦ ᾿Αδὰρ ἡμέραν ἀγαθὴν μετ᾿ εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον. 20 ῎Εγραψε δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλε τοῖς ᾿Ιουδαίοις, ὅσοι ἦσαν ἐν τῇ ᾿Αρταξέρξου βασιλεία, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, 21 στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ ᾿Αδὰρ —22 ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ ᾿Ιουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν— καὶ τὸν μῆνα, ἐν ᾧ ἐστράφη αὐτοῖς (ὃς ἦν ᾿Αδὰρ) ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς. 23 καὶ προσεδέξαντο οἱ ᾿Ιουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος, 24 πῶς ᾿Αμὰν ᾿Αμαδάθου, ὁ Μακεδών, ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς, 25 καὶ ὡς εἰσῆλθε πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς ᾿Ιουδαίους κακά, ἐπ᾿ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτός, καὶ τὰ τέκνα αὐτοῦ. 26 διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνθασι διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο, 27 καὶ ἔστησε· καὶ προσεδέχοντο οἱ ᾿Ιουδαῖοι ἐφ᾿ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ᾿ αὐτῶν, οὐδὲ μὴν ἄλλων χρήσονται. αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν. 28 αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν. 29 καὶ ἔγραψεν ᾿Εσθὴρ ἡ βασίλισσα θυγάτηρ ᾿Αμιναδὰβ καὶ Μαρδοχαῖος ὁ ᾿Ιουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί. 30 καὶ Μαρδοχαῖος καὶ ᾿Εσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθ᾿ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγείας ἑαυτῶν καὶ τὴν βουλὴν αὐτῶν. 31 καὶ ᾿Εσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.

Τετάρτη 9 Ιανουαρίου 2019

ΕΣΘΗΡ

ΚΕΦΑΛΑΙΟΝ 8 


ΚΑΙ ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ βασιλεὺς ᾿Αρταξέρξης ἐδωρήσατο ᾿Εσθὴρ ὅσα ὑπῆρχεν ᾿Αμὰν τῷ διαβόλῳ, καὶ Μαρδοχαῖος προσεκλήθη ὑπὸ τοῦ βασιλέως· ὑπέδειξε γὰρ ᾿Εσθήρ, ὅτι ἐνοικείωται αὐτῇ. 2 ἔλαβε δὲ ὁ βασιλεὺς τὸν δακτύλιον, ὃν ἀφείλετο ᾿Αμάν, καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ, καὶ κατέστησεν ᾿Εσθὴρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν ᾿Αμάν. 3 καὶ προσθεῖσα ἐλάλησε πρὸς τὸν βασιλέα καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἠξίου ἀφελεῖν τὴν ᾿Αμὰν κακίαν καὶ ὅσα ἐποίησε τοῖς ᾿Ιουδαίοις. 4 ἐξέτεινε δὲ ὁ βασιλεὺς ᾿Εσθὴρ τὴν ράβδον τὴν χρυσῆν, ἐξηγέρθη δὲ ᾿Εσθὴρ παρεστηκέναι τῷ βασιλεῖ, 5 καὶ εἶπεν ᾿Εσθήρ· εἰ δοκεῖ σοι καὶ εὗρον χάριν, πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ ᾿Αμάν, τὰ γραφέντα ἀπολέσθαι τοὺς ᾿Ιουδαίους, οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου· 6 πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου; 7 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Εσθήρ· εἰ πάντα τὰ ὑπάρχοντα ᾿Αμὰν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου, ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς ᾿Ιουδαίοις, τί ἔτι ἐπιζητεῖς; 8 γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου, ὡς δοκεῖ ὑμῖν, καὶ σφραγίσατε τῷ δακτυλίῳ μου· ὅσα γὰρ γράφετε τοῦ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθῇ τῷ δακτυλίω μου, οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν. 9 ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνί, ὅς ἐστι Νισάν, τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους, καὶ ἐγράφη τοῖς ᾿Ιουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν, ἀπὸ τῆς ᾿Ινδικῆς ἕως τῆς Αἰθιοπίας, ἑκατὸν εἰκοσιεπτὰ σατράπαις κατὰ χώραν καὶ χώραν, κατὰ τὴν ἑαυτῶν λέξιν. 10 ἐγράφη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ, καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιοφόρων, 11 ὡς ἐπέταξε αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ πόλει βοηθῆσαί τε αὐτοῖς καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν, ὡς βούλονται, 12 ἐν ἡμέρα μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ ᾿Αρταξέρξου, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν ᾿Αδάρ. 12α ῟Ων ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα· 12β «βασιλεὺς μέγας ᾿Αρταξέρξης τοῖς ἀπὸ τῆς ᾿Ινδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις χωρῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι, χαίρειν. 12γ πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον ἐφρόνησαν καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσιν μηχανᾶσθαι· 12δ καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ Θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην. 12ε πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπ᾿ ἐξουσίαις τεταγμένων τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα παραμυθία μετόχους αἱμάτων ἀθώων καταστήσασα, περιέβαλε συμφοραῖς ἀνηκέστοις, 12ζ τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην. 12η σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὧν παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶ παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀνάξια δυναστευόντων λοιμότητι, 12θ καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετ᾿ εἰρήνης παρεξόμεθα, 12ι χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετ᾿ ἐπιεικεστέρας ἀπαντήσεως. 12κ ὡς γὰρ ᾿Αμὰν ᾿Αμαδάθου Μακεδών, ταῖς ἀληθείας ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος, ἐπιξενωθεὶς ἡμῖν 12λ ἔτυχεν, ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον, ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν· 12μ οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν ἐπετήδευσε τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος, 12ν τόν τε ἡμέτερον σωτῆρα καὶ διαπαντὸς εὐεργέτην Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν ᾿Εσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν· 12ξ διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους, τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι. 12ο ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν ᾿Ιουδαίους, εὑρίσκομεν οὐ κακούργους ὄντας, δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, 12π ὄντας δὲ υἱοὺς τοῦ ῾Υψίστου μεγίστου ζῶντος Θεοῦ τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει. 12ρ καλῶς οὗν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ ᾿Αμὰν ᾿Αμαδάθου ἀποσταλεῖσι γράμμασι διὰ τὸν αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος Θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν. 12σ τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας, ἐᾶν τοὺς ᾿Ιουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις καὶ συνεπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς ᾿Αδὰρ τῇ αὐτῇ ἡμέρᾳ· 12τ ταύτην γὰρ ὁ τὰ πάντα δυναστεύων Θεὸς ἀντ᾿ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐφροσύνην. 12υ καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγεται, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ᾖ ἡμῖν καὶ τοῖς εὐνοοῦσι Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσι μνημόσυνον τῆς ἀπωλείας. 12φ πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετ᾿ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται. 13 τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ, ἑτοίμους τε εἶναι πάντας τοὺς ᾿Ιουδαίους εἰς ταύτην τὴν ἡμέραν, πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους». 14 Οἱ μὲν οὗν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν· ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις. 15 ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν. 16 τοῖς δὲ ᾿Ιουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη· 17 κατὰ πόλιν καὶ χώραν, οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα, οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα, χαρὰ καὶ εὐφροσύνη τοῖς ᾿Ιουδαίοις, κώθων καὶ εὐφροσύνη. καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμνοντο καὶ ἰουδάϊζον διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων.

Τρίτη 8 Ιανουαρίου 2019

ΕΣΘΗΡ

ΚΕΦΑΛΑΙΟΝ 7 


ΕΙΣΗΛΘΕ δὲ ὁ βασιλεὺς καὶ ᾿Αμὰν συμπιεῖν τῇ βασιλίσσῃ. 2 εἶπε δὲ ὁ βασιλεὺς ᾿Εσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ· τί ἐστιν, ᾿Εσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξιωμά σου; καὶ ἔστω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 3 καὶ ἀποκριθεῖσα εἶπεν· εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου καὶ ὁ λαός μου τῷ ἀξιώματί μου· 4 ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως. 5 εἶπε δὲ ὁ βασιλεύς· τίς οὗτος, ὅστις ἐτόλμησε ποιῆσαι τὸ πρᾶγμα τοῦτο; 6 εἶπε δὲ ᾿Εσθήρ· ἄνθρωπος ἐχθρὸς ᾿Αμάν, ὁ πονηρὸς οὗτος. ᾿Αμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης. 7 ὁ δὲ βασιλεὺς ἐξανέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ ᾿Αμὰν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα. 8 ἐπέστρεψε δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου, ᾿Αμάν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν. εἶπε δὲ ὁ βασιλεύς· ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; ᾿Αμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ. 9 εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα· ἰδοὺ καὶ ξύλον ἡτοίμασεν ᾿Αμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς ᾿Αμὰν ξύλον πηχῶν πεντήκοντα. εἶπε δὲ ὁ βασιλεύς· σταυρωθήτω ἐπ᾿ αὐτοῦ. 10 καὶ ἐκρεμάσθη ᾿Αμὰν ἐπὶ τοῦ ξύλου, ὃ ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.

Τετάρτη 2 Ιανουαρίου 2019

ΕΣΘΗΡ

ΚΕΦΑΛΑΙΟΝ 6 


Ο δὲ Κύριος ἀπέστησε τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπε τῷ διακόνῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ. 2 εὗρε δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλε τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας ᾿Αρταξέρξῃ. 3 εἶπε δὲ ὁ βασιλεύς· τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· οὐκ ἐποίησας αὐτῷ οὐδέν. 4 ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ ᾿Αμὰν ἐν τῇ αὐλῇ. εἶπε δὲ ὁ βασιλεύς· τίς ἐν τῇ αὐλῇ; ὁ δὲ ᾿Αμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ᾧ ἡτοίμασε. 5 καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· ἰδοὺ ᾿Αμὰν ἕστηκεν ἐν τῇ αὐλῇ. καὶ εἶπεν ὁ βασιλεύς· καλέσατε αὐτόν. 6 εἶπε δὲ ὁ βασιλεὺς τῷ ᾿Αμάν· τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπε δὲ ἐν ἑαυτῷ ᾿Αμάν· τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; 7 εἶπε δὲ πρὸς τὸν βασιλέα· ἄνθρωπον, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι, 8 ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην, ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπιβαίνει, 9 καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν ὁ βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς δοξάζει. 10 εἶπε δὲ ὁ βασιλεὺς τῷ ᾿Αμάν· καλῶς ἐλάλησας. οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ ᾿Ιουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος, ὧν ἐλάλησας. 11 ἔλαβε δὲ ᾿Αμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλισε τὸν Μαρδοχαῖον, καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθε διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσε λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι. 12 ἐπέστρεψε δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν. ᾿Αμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς. 13 καὶ διηγήσατο ᾿Αμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις, καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ ἡ γυνή· εἰ ἐκ γένους ᾿Ιουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ καὶ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι Θεὸς ζῶν μετ᾿ αὐτοῦ. 14 ἔτι αὐτῶν λαλούντων, παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν ᾿Αμὰν ἐπὶ τὸν πότον, ὃν ἡτοίμασεν ᾿Εσθήρ.