Τρίτη 5 Φεβρουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 9 


ΚΑΙ ἤκουσε Δημήτριος ὅτι ἔπεσε Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν ῎Αλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν ᾿Ιούδα καὶ τὸ δεξιὸν κέρας μετ᾿ αὐτῶν. 2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλὼθ τὴν ἐν ᾿Αρβήλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς. 3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ ῾Ιερουσαλήμ· 4 καὶ ἀπῇραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ. 5 καὶ ᾿Ιούδας ἦν παρεμβεβληκὼς ἐν ᾿Ελασά, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετ᾿ αὐτοῦ. 6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσι, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ᾿ ἢ ὀκτακόσιοι ἄνδρες. 7 καὶ εἶδεν ᾿Ιούδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχε καιρὸν συναγαγεῖν αὐτούς, 8 καὶ ἐξελύθη καὶ εἶπε τοῖς καταλειφθεῖσιν· ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς. 9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες· οὐ μὴ δυνώμεθα, ἀλλ᾿ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν καὶ ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι. 10 καὶ εἶπεν ᾿Ιούδας· μή μοι γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ᾿ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν. 11 καὶ ἀπῇρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί· 12 Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι. καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξι, 13 καὶ ἐσάλπισαν οἱ παρὰ ᾿Ιούδᾳ καὶ αὐτοὶ ταῖς σάλπιγξι· καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωΐθεν ἕως ἑσπέρας. 14 καὶ εἶδεν ᾿Ιούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ, 15 καὶ συνετρίβη τὸ δεξιὸν κέρας ἀπ᾿ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως ᾿Αζώτου ὄρους. 16 καὶ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας ᾿Ιούδα καὶ τῶν μετ᾿ αὐτοῦ ἐκ τῶν ὄπισθεν. 17 καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων. 18 καὶ ᾿Ιούδας ἔπεσε, καὶ οἱ λοιποὶ ἔφυγον. 19 καὶ ᾖραν ᾿Ιωνάθαν καὶ Σίμων ᾿Ιούδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεΐν. 20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον· 21 πῶς ἔπεσε δυνατὸς σῴζων τὸν ᾿Ισραήλ; 22 καὶ τὰ περισσὰ τῶν λόγων ᾿Ιούδα καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησε, καὶ τῆς μεγαλωσύνης αὐτῶν οὐ κατεγράφη, πολλὰ γὰρ ἦν σφόδρα. 23 Καὶ ἐγένετο, μετὰ τὴν τελευτὴν ᾿Ιούδα ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσι τοῖς ὁρίοις ᾿Ισραήλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν. 24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ ηὐτομόλησεν ἡ χώρα μετ᾿ αὐτῶν. 25 καὶ ἐξέλεξε Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας. 26 καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων τοὺς φίλους ᾿Ιούδα καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκει ἐν αὐτοῖς καὶ ἐνέπαιζεν αὐτοῖς. 27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ ᾿Ισραήλ, ἥτις οὐκ ἐγένετο ἀφ᾿ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης ἐν αὐτοῖς. 28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι ᾿Ιούδα καὶ εἶπον τῷ ᾿Ιωνάθαν· 29 ἀφ᾿ οὗ ὁ ἀδελφός σου ᾿Ιούδας τετελεύτηκε, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν· 30 νῦν οὖν σε ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ᾿ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν. 31 καὶ ἐπεδέξατο ᾿Ιωνάθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ ᾿Ιούδα τοῦ ἀδελφοῦ αὐτοῦ. 32 Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. 33 καὶ ἔγνω ᾿Ιωνάθαν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ· καὶ πάντες οἱ μετ᾿ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωὲ καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου ᾿Ασφάρ. 34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ ᾿Ιορδάνου. 35 καὶ ἀπέστειλεν ᾿Ιωνάθαν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσε τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν. 36 καὶ ἐξῆλθον υἱοὶ ᾿Ιαμβρὶ ἐκ Μηδαβὰ καὶ συνέλαβον ᾿Ιωάννην καὶ πάντα, ὅσα εἶχε, καὶ ἀπῆλθον ἔχοντες. 37 μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν τῷ ᾿Ιωνάθαν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι οἱ υἱοὶ ᾿Ιαμβρὶ ποιοῦσι γάμον μέγαν καὶ ἄγουσι τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χαναὰν μετὰ παραπομπῆς μεγάλης. 38 καὶ ἐμνήσθησαν ᾿Ιωάννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους. 39 καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθε καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν. 40 καὶ ἐξανέστησαν ἐπ᾿ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου οἱ περὶ τὸν ᾿Ιωνάθαν καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν. 41 καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ ἡ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον. 42 καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ ᾿Ιορδάνου. 43 καὶ ἤκουσε Βακχίδης καὶ ἦλθε τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ ᾿Ιορδάνου ἐν δυνάμει πολλῇ. 44 καὶ εἶπεν ᾿Ιωνάθαν τοῖς παρ᾿ αὐτοῦ· ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστι σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· 45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξεναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ ᾿Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστι τόπος τοῦ ἐκκλῖναι· 46 νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ὑμῶν. 47 καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν ᾿Ιωνάθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ᾿ αὐτοῦ εἰς τὰ ὀπίσω. 48 καὶ ἐνεπήδησεν ᾿Ιωνάθαν καὶ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν ᾿Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ᾿ αὐτοὺς τὸν ᾿Ιορδάνην. 49 καὶ διέπεσον παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. 50 καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ ᾿Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν ῾Ιεριχὼ καὶ τὴν ᾿Αμμαοὺς καὶ τὴν Βαιθωρὼν καὶ τὴν Βαιθὴλ καὶ τὴν Θαμναθὰ Φαραθωνὶ καὶ τὴν Τεφὼν ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς· 51 καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ ᾿Ισραήλ. 52 καὶ ὠχύρωσε τὴν πόλιν τὴν ἐν Βαιθσούρᾳ καὶ τὴν Γάζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων. 53 καὶ ἔλαβε τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν ῾Ιερουσαλὴμ ἐν φυλακῇ. 54 Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν ῎Αλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλε τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν. 55 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη ῎Αλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἐδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ. 56 καὶ ἀπέθανεν ῎Αλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης. 57 καὶ εἶδε Βακχίδης ὅτι ἀπέθανεν ῎Αλκιμος, καὶ ἀπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ ᾿Ιούδα ἔτη δύο. 58 Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες· ἰδοὺ ᾿Ιωνάθαν καὶ οἱ παρ᾿ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσι πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ. 59 καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ. 60 καὶ ἀπῇρε τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρᾳ πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ, ὅπως συλλάβωσι τὸν ᾿Ιωνάθαν καὶ τοὺς μετ᾿ αὐτοῦ· καὶ οὐκ ἐδύναντο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν. 61 καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς. 62 καὶ ἐξεχώρησεν ᾿Ιωνάθαν καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ εἰς Βαιθβασὶ τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησε τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν. 63 καὶ ἔγνω Βακχίδης καὶ συνήγαγε πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς ᾿Ιουδαίας παρήγγειλε· 64 καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασὶ καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησε μηχανάς. 65 καὶ ἀπέλιπεν ᾿Ιωνάθαν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἐξῆλθεν ἐν ἀριθμῷ. 66 καὶ ἐπάταξεν ῾Οδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσι. 67 καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς· 68 καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν. καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή. 69 καὶ ὠργίσθη θυμῷ τοῖς ἀνδράσι τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ. 70 καὶ ἐπέγνω ᾿Ιωνάθαν καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν. 71 καὶ ἀπεδέξατο καὶ ἐποίησε κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· 72 καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσε τὸ πρότερον ἐκ γῆς ᾿Ιούδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν. 73 καὶ κατέπαυσε ρομφαία ἐξ ᾿Ισραήλ· καὶ ᾤκησεν ᾿Ιωνάθαν ἐν Μαχμάς. καὶ ἤρξατο ᾿Ιωνάθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισε τοὺς ἀσεβεῖς ἐξ ᾿Ισραήλ.

Παρασκευή 1 Φεβρουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 8  


ΚΑΙ ἤκουσεν ᾿Ιούδας τὸ ὄνομα τῶν Ρωμαίων, ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσι τοῖς προστιθεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν, 2 καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ. καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας, ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον, 3 καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ ῾Ισπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ· 4 καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ, καὶ ὁ τόπος ἦν μακρὰν ἀπέχων ἀπ᾿ αὐτῶν σφόδρα, καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπ᾿ αὐτοὺς ἀπ᾿ ἄκρου τῆς γῆς ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατ᾿ ἐνιαυτόν· 5 καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπῃρμένους ἐπ᾿ αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν· 6 καὶ ᾿Αντίοχον τὸν μέγαν βασιλέα τῆς ᾿Ασίας τὸν πορευθέντα ἐπ᾿ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσιν ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν, 7 καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ᾿ αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν 8 καὶ χώραν τὴν ᾿Ινδικὴν καὶ Μηδίαν καὶ Λυδίαν καὶ ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρ᾿ αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ· 9 καὶ ὅτι οἱ ἐκ τῆς ῾Ελλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς, 10 καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπ᾿ αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς αὐτῶν καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· 11 καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς, 12 μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν· καὶ κατεκράτησαν τῶν βασιλειῶν τῶν ἐγγὺς καὶ τῶν μακράν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν, ἐφοβοῦντο ἀπ᾿ αὐτῶν. 13 ὅσοις δ᾿ ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύουσιν· οὓς δ᾿ ἂν βούλωνται, μεθιστῶσι· καὶ ὑψώθησαν σφόδρα. 14 καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέθετο οὐδεὶς αὐτῶν διάδημα καὶ οὐ περιεβάλοντο πορφύραν ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ· 15 καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθ᾿ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διαπαντὸς περὶ τοῦ πλήθους τοῦ εὐκοσμεῖν αὐτούς· 16 καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ τὴν ἀρχὴν αὐτῶν κατ᾿ ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσι τοῦ ἑνός, καὶ οὐκ ἔστι φθόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς. 17 καὶ ἐπέλεξεν ᾿Ιούδας τὸν Εὐπόλεμον υἱὸν ᾿Ιωάννου τοῦ ᾿Ακκὼς καὶ ᾿Ιάσονα υἱὸν ᾿Ελεαζάρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ρώμην στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν 18 καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ᾿ αὐτῶν, ὅτι εἶδον τὴν βασιλείαν τῶν ῾Ελλήνων καταδουλουμένους τὸν ᾿Ισραὴλ δουλείᾳ. 19 καὶ ἐπορεύθησαν εἰς Ρώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίθησαν καὶ εἶπον· 20 ᾿Ιούδας ὁ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν ᾿Ιουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς στῆσαι μεθ᾿ ὑμῶν συμμαχίαν καὶ εἰρήνην καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν. 21 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν. 22 καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἀντέγραψεν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλεν εἰς ῾Ιερουσαλὴμ εἶναι παρ᾿ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας. 23 «Καλῶς γένοιτο Ρωμαίοις καὶ τῷ ἔθνει ᾿Ιουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ρομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπ᾿ αὐτῶν. 24 ἐὰν δὲ ἐνστῇ πόλεμος ἐν Ρώμῃ προτέρᾳ ἢ πᾶσι τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ κυρείᾳ αὐτῶν, 25 συμμαχήσει τὸ ἔθνος τῶν ᾿Ιουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογραφῇ αὐτοῖς καρδίᾳ πλήρει. 26 καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσι σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ρωμαίοις· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες. 27 κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει ᾿Ιουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ρωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ· 28 καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ρώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν καὶ οὐ μετὰ δόλου. —29 κατὰ τοὺς λόγους τούτους ἔστησαν Ρωμαῖοι τῷ δήμῳ τῶν ᾿Ιουδαίων. 30 ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν, ποιήσονται ἐξ αἱρέσεως αὐτῶν, καὶ ὃ ἐὰν προσθῶσιν ἢ ἀφέλωσιν, ἔσται κύρια. 31 καὶ περὶ τῶν κακῶν, ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ λέγοντες· διατί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους ᾿Ιουδαίους; 32 ἐὰν οὖν ἔτι ἐντύχωσι κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς».

Τετάρτη 30 Ιανουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 7 


ΕΤΟΥΣ ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθε Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ρώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ. 2 καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, καὶ συνέλαβον αἱ δυνάμεις τὸν ᾿Αντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ. 3 καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἶπε· μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν. 4 καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισε Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ. 5 καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ ᾿Ισραήλ, καὶ ῎Αλκιμος ἡγεῖτο αὐτῶν, βουλόμενος ἱερατεύειν. 6 καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες· ἀπώλεσεν ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισαν ἀπὸ τῆς γῆς ἡμῶν· 7 νῦν οὖν ἀπόστειλον ἄνδρα, ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολόθρευσιν πᾶσαν, ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς. 8 καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ 9 καὶ ἀπέστειλεν αὐτὸν καὶ ῎Αλκιμον τὸν ἀσεβῆ, καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς ᾿Ισραήλ. 10 καὶ ἀπῇραν καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν ᾿Ιούδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου. 11 καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν· εἶδον γὰρ ὅτι ἦλθον μετὰ δυνάμεως πολλῆς. 12 καὶ ἐπισυνήχθησαν πρὸς ῎Αλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια, 13 καὶ πρῶτοι οἱ ῾Ασιδαῖοι ἦσαν ἐν υἱοῖς ᾿Ισραὴλ καὶ ἐπεζήτουν παρ᾿ αὐτῶν εἰρήνην· 14 εἶπαν γάρ· ἄνθρωπος ἱερεὺς ἐκ τοῦ σπέρματος ᾿Ααρὼν ἦλθεν ἐν ταῖς δυνάμεσι καὶ οὐκ ἀδικήσει ἡμᾶς. 15 καὶ ἐλάλησε μετ᾿ αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων· οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν. 16 καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον, ὃν ἔγραψε· 17 σάρκας ὁσίων σου καὶ αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ ῾Ιερουσαλήμ, καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων. 18 καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος ἐπὶ πάντα τὸν λαόν, ὅτι εἶπαν· οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις, παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον, ὃν ὤμοσαν. 19 καὶ ἀπῇρε Βακχίδης ἀπὸ ῾Ιερουσαλὴμ καὶ παρενέβαλεν ἐν Βηθζαὶθ καὶ ἀπέστειλε καὶ συνέλαβε πολλοὺς ἀπὸ τῶν ἀπ᾿ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα. 20 καὶ κατέστησε τὴν χώραν τῷ ᾿Αλκίμῳ καὶ ἀφῆκε μετ᾿ αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ· καὶ ἀπῆλθε Βακχίδης πρὸς τὸν βασιλέα. 21 καὶ ἠγωνίσατο ῎Αλκιμος περὶ τῆς ἀρχιερωσύνης, 22 καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν ᾿Ιούδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν ᾿Ισραήλ. 23 καὶ εἶδεν ᾿Ιούδας πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ῎Αλκιμος καὶ οἱ μετ᾿ αὐτοῦ ἐν υἱοῖς ᾿Ισραὴλ ὑπὲρ τὰ ἔθνη, 24 καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς ᾿Ιουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσι τοῖς αὐτομολήσασι, καὶ ἀνεστάλησαν τοῦ πορεύεσθαι εἰς τὴν χώραν. 25 ὡς δὲ εἶδεν ῎Αλκιμος ὅτι ἐνίσχυσεν ᾿Ιούδας καὶ οἱ μετ᾿ αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψε πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά. 26 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ ᾿Ισραὴλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν. 27 καὶ ἦλθε Νικάνωρ εἰς ῾Ιερουσαλὴμ δυνάμει πολλῇ, καὶ ἀπέστειλε πρὸς ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων· 28 μὴ ἔστω μάχην ἀναμέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ὑμῶν ἴδω τὰ πρόσωπα μετ᾿ εἰρήνης. 29 καὶ ἦλθε πρὸς ᾿Ιούδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἦσαν ἕτοιμοι ἐξαρπᾶσαι τὸν ᾿Ιούδαν. 30 καὶ ἐγνώσθη ὁ λόγος τῷ ᾿Ιούδᾳ ὅτι μετὰ δόλου ἦλθεν ἐπ᾿ αὐτόν, καὶ ἐπτοήθη ἀπ᾿ αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ. 31 καὶ ἔγνω Νικάνωρ, ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ ᾿Ιούδᾳ ἐν πολέμῳ κατὰ Χαφαρσαλαμά. 32 καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακισχίλοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυίδ. 33 Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς τὸ ὄρος Σιών. καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως. 34 καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως· 35 καὶ ὤμοσε μετὰ θυμοῦ λέγων· ἐὰν μὴ παραδοθῇ ᾿Ιούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐμπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλθε μετὰ θυμοῦ μεγάλου. 36 καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον· 37 σύ, Κύριε, ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπ᾿ αὐτῷ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου· 38 ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσέτωσαν ἐν ρομφαίᾳ· μνήσθητι τῶν δυσφηριῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν. 39 καὶ ἐξῆλθε Νικάνωρ ἐξ ῾Ιερουσαλὴμ καὶ παρενέβαλεν ἐν Βαιθωρών, καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας. 40 καὶ ᾿Ιούδας παρενέβαλεν ἐν ᾿Αδασὰ ἐν τρισχιλίοις ἀνδράσι· καὶ προσηύξατο ᾿Ιούδας καὶ εἶπεν· 41 οἱ παρὰ τοῦ βασιλέως ᾿Ασσυρίων ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ἄγγελός σου, Κύριε, καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· 42 οὕτω σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον, καὶ γνώτωσαν οἱ ἐπίλοιποι, ὅτι κακῶς ἐλάλησαν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ. 43 καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς ῎Αδαρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος, καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ. 44 ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσε Νικάνωρ, ρίψαντες τὰ ὅπλα αὐτῶν ἔφυγον. 45 καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ ᾿Αδασὰ ἕως τοῦ ἐλθεῖν εἰς Γάζηρα καὶ ἐσάλπισαν ὀπίσω αὐτῶν ταῖς σάλπιγξι τῶν σημασιῶν. 46 καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς ᾿Ιουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς, καὶ ἀνέστρεφον οὗτοι πρὸς τούτους, καὶ ἔπεσον πάντες ρομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. 47 καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως, καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τὴν ῾Ιερουσαλήμ. 48 καὶ εὐφράνθη ὁ λαὸς σφόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλης· 49 καὶ ἔστησαν τοῦ ἄγειν κατὰ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τὴν τρισκαιδεκάτην τοῦ ῎Αδαρ. 50 καὶ ἠσύχασεν ἡ γῆ ᾿Ιούδα ἡμέρας ὀλίγας.

Δευτέρα 28 Ιανουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 6 


ΚΑΙ ὁ βασιλεὺς ᾿Αντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν ᾿Ελυμαΐς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳ τε καὶ χρυσίῳ· 2 καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα, ἃ κατέλιπεν ἐκεῖ ᾿Αλέξανδρος ὁ Φιλίππου βασιλεὺς ὁ Μακεδών, ὃς ἐβασίλευσε πρῶτος ἐν τοῖς ῞Ελλησι. 3 καὶ ἦλθε καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν, καὶ οὐκ ἠδυνάσθη, ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως, 4 καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔφυγε καὶ ἀπῇρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλῶνα. 5 καὶ ἦλθεν ἀπαγγέλλων τις αὐτῷ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν ᾿Ιούδα, 6 καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς, οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν, ὧν ἐξέκοψαν, 7 καὶ κα θεῖλον τὸ βδέλυγμα, ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν ῾Ιερουσαλήμ, καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν Βαιθσούραν πόλιν αὐτοῦ. 8 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους, ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο. 9 καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπ᾿ αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνήσκει. 10 καὶ ἐκάλεσε πάντας τοὺς φίλους αὐτοῦ καὶ εἶπε πρὸς αὐτούς· ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης, 11 καὶ εἶπα τῇ καρδίᾳ μου· ἕως τίνος θλίψεως ἦλθον καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου, 12 νῦν δὲ μιμνήσκομαι τῶν κακῶν, ὧν ἐποίησα ἐν ῾Ιερουσαλὴμ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας ᾿Ιούδα διακενῆς. 13 ἔγνων οὖν ὅτι χάριν τούτων εὗρόν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ. 14 καὶ ἐκάλεσε Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ· 15 καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν ᾿Αντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν. 16 καὶ ἀπέθανεν ἐκεῖ ᾿Αντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ. 17 καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησε βασιλεύειν ᾿Αντίοχον τὸν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ, ὃν ἐξέθρεψε νεώτερον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Εὐπάτορα. 18 Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν ᾿Ισραὴλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες τὰ κακὰ δι᾿ ὅλου καὶ στήριγμα τοῖς ἔθνεσι. 19 καὶ ἐλογίσατο ᾿Ιούδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ᾿ αὐτούς· 20 καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ᾿ αὐτοὺς ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν ἐπ᾿ αὐτοὺς βελοστάσεις καὶ μηχανάς. 21 καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ ᾿Ισραήλ, 22 καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον· ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν; 23 ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ᾿ αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ. 24 καὶ περικάθηνται εἰς τὴν ἄκραν υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἀλλοτριοῦνται ἀφ᾿ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἀφ᾿ ἡμῶν ἐθανατοῦντο καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο. 25 καὶ οὐκ ἐφ᾿ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν· 26 καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν ῾Ιερουσαλὴμ τοῦ καταλαβέσθαι αὐτήν· καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσούραν ὠχύρωσαν, 27 καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσι, καὶ ἰδοὺ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν. 28 Καὶ ὠργίσθη ὁ βασιλεὺς ὅτε ἤκουσε, καὶ συνήγαγε πάντας τοὺς φίλους αὐτοῦ καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν· 29 καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί. 30 καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες τῶν πεζῶν καὶ εἴκοσι χιλιάδες ἵππων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον. 31 καὶ ἤλθοσαν διὰ τῆς ᾿Ιδουμαίας καὶ παρενεβάλοσαν ἐπὶ Βαιθσούραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς ἐν πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς. 32 καὶ ἀπῇρεν ᾿Ιούδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρία ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως. 33 καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωΐ καὶ ἀπῇρε τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρία, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξι. 34 καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον. 35 καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακόσιοι ἵπποι διατεταγμένοι ἑκάστῳ θηρίῳ ἐκλελεγμένοι· 36 οὗτοι πρὸ καιροῦ, οὗ ἐὰν ἦν τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἀπ᾿ αὐτοῦ. 37 καὶ πύργοι ξύλινοι ἐπ᾿ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ᾿ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ᾿ αὐτοῦ μηχαναῖς, καὶ ἐφ᾿ ἑκάστου ἄνδρες δυνάμεως δύο καὶ τριάκοντα οἱ πολεμοῦντες ἐπ᾿ αὐτοῖς καὶ ὁ ᾿Ινδὸς αὐτοῦ. 38 καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησαν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάραγξιν. 39 ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβε τὰ ὄρη ἀπ᾿ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός. 40 καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά· καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως. 41 καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά. 42 καὶ ἤγγισεν ᾿Ιούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες. 43 καὶ εἶδεν ᾿Ελεάζαρ ὁ Αὐαρὰν ἓν τῶν θηρίων τεθωρακισμένον θώρακι βασιλικῷ, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς. 44 καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον· 45 καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα, καὶ ἐσχίζοντο ἀπ᾿ αὐτοῦ ἔνθα καὶ ἔνθα· 46 καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθεκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ. 47 καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων, καὶ ἐξέκλιναν ἀπ᾿ αὐτῶν. 48 οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς ῾Ιερουσαλήμ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν ᾿Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιών. 49 καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσούρων, καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ· 50 καὶ κατελάβετο βασιλεὺς τὴν Βαιθσούραν, καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν. 51 καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας. 52 καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς. 53 βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν ᾿Ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως. 54 καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός, καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 55 Καὶ ἤκουσε Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς ᾿Αντίοχος ἔτι ζῶν ἐκθρέψαι ᾿Αντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν, 56 ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι τοῦ βασιλέως μετ᾿ αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ πράγματα. 57 καὶ κατέσπευδε τοῦ ἀπελθεῖν καὶ εἰπεῖν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας· ἐκλείπομεν καθ᾿ ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας· 58 νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις καὶποιήσωμεν μετ᾿ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν 59 καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα. 60 καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλε πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο. 61 καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος. 62 καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ ὄρος Σιὼν καὶ εἶδε τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησε τὸν ὁρκισμόν, ὃν ὤμοσε, καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν. 63 καὶ ἀπῇρε κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς ᾿Αντιόχειαν καὶ εὗρε Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησε πρὸς αὐτόν, καὶ κατελάβετο τὴν πόλιν βίᾳ.

Παρασκευή 25 Ιανουαρίου 2019

Του Αγίου Μάρκου Αρχιεπισκόπου Εφέσου

Περί της καταλύσεως του Δωδεκαημέρου.



Περὶ τῆς Ἑορτῆς τῶν Φώτων οὕτω φαμέν· ὅτι, καθὼς παρελάβομεν παρὰ τῶν Πατέρων ἡμῶν, οὕτω τηροῦμεν ἐν πάσαις ταῖς καθ᾿ ἡμᾶς Ἐκκλησίαις· ἵνα καταλύωμεν τὸ δωδεκαήμερον ὅλον, πλὴν τῆς τελευταίας ἡμέρας, ἥτις ἐστὶν ἡ Παραμονή· ταύτην γὰρ νηστεύομεν, κἂν ἐν Σαββάτῳ τύχῃ ἢ Κυριακῇ, κατὰ τὸν Κανόνα τοῦ Θεοφίλου· ἀντ᾿ αὐτῆς δὲ καταλύομεν, ὡς τελευταίαν καὶ δωδεκάτην, αὐτὴν τὴν ἡμέραν τῆς Ἑορτῆς, κἂν ἐν Τετράδι τύχῃ ἢ Παρασκευῇ. Τῇ δὲ Παρασκευῇ, ἐν ᾗ τὰ Τροπάρια τῶν Ὡρῶν καὶ ἡ Ἐνάτη σὺν τῷ Ἑσπερινῷ ψάλλονται, οὐκ ὀφείλομεν νηστεύειν, ἐντὸς τῶν δώδεκα ἡμερῶν οὖσαν. Εἰ δέ τις προβάλοιτο τὴν Ἐνάτην καὶ τὸν Ἑσπερινόν, ἐνθυμηθήτω, ὅτι καὶ τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ τῆς Τυρινῆς Ἐνάτην καὶ Ἑσπερινὸν ψάλλομεν, ἀλλ᾿ οὐδὲν ἧττον τυρὸν καὶ ὠὰ ἐσθίομεν.