Δευτέρα 11 Φεβρουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 12 


ΚΑΙ εἶδεν ᾿Ιωνάθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπέλεξεν ἄνδρας καὶ ἀπέστειλεν εἰς Ρώμην στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν. 2 καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά. 3 καὶ ἐπορεύθησαν εἰς Ρώμην καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ εἶπον· ᾿Ιωνάθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν ᾿Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν αὐτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον. 4 καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν ᾿Ιούδα μετ᾿ εἰρήνης. 5 Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν ᾿Ιωνάθαν τοῖς Σπαρτιάταις· 6 «᾿Ιωνάθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν ᾿Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν. 7 ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς ᾿Ονίαν τὸν ἀρχιερέα παρὰ Δαρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται. 8 καὶ ἐπεδέξατο ᾿Ονίας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβε τὰς ἐπιστολάς, ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας. 9 καὶ ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες, παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν, 10 ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφ᾿ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς. 11 ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνησκόμεθα ὑμῶν ἐφ᾿ ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶ καὶ πρέπον μνημονεύειν ἀδελφῶν· 12 εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν. 13 ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν. 14 καὶ οὐκ ἠβουλόμεθα οὖν παρενοχλεῖν ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ φίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις· 15 ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν καὶ ἐρρύσθημεν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν. 16 ἐπελέξαμεν οὖν Νουμήνιον ᾿Αντιόχου καὶ ᾿Αντίπατρον ᾿Ιάσωνος καὶ ἀπεστάλκαμεν πρὸς Ρωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν προτέραν. 17 ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ᾿ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν. 18 καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσοντες ἡμῖν πρὸς ταῦτα». 19 Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν ᾿Ονίᾳ· 20 «῎Αρειος βασιλεὺς Σπαρτιατῶν ᾿Ονίᾳ ἱερεῖ μεγάλῳ χαίρειν. 21 εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ ᾿Ιουδαίων, ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους ῾Αβραάμ. 22 καὶ νῦν ἀφ᾿ οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν, 23 καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστι, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν. ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα». 24 Καὶ ἤκουσεν ᾿Ιωνάθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν. 25 καὶ ἀπῇρεν ἐξ ῾Ιερουσαλὴμ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν ᾿Αμαθῖτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ. 26 καὶ ἀπέστειλε κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ, ὅτι οὕτω τάσσονται ἐπιπεσεῖν ἐπ᾿ αὐτοὺς τὴν νύκτα. 27 ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν ᾿Ιωνάθαν τοῖς παρ᾿ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις καὶ ἑτοιμάζεσθαι εἰς πόλεμον δι᾿ ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλε προφύλακας κύκλῳ τῆς παρεμβολῆς. 28 καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται ᾿Ιωνάθαν καὶ οἱ παρ᾿ αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν. 29 ᾿Ιωνάθαν δὲ καὶ οἱ παρ᾿ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωΐ, ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα. 30 καὶ κατεδίωξεν ᾿Ιωνάθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν ᾿Ελεύθερον ποταμόν. 31 καὶ ἐξέκλινεν ᾿Ιωνάθαν ἐπὶ τοὺς ῎Αραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν. 32 καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ. 33 καὶ Σίμων ἐξῆλθε καὶ διώδευσεν ἕως ᾿Ασκάλωνος καὶ τῶν πλησίον ὀχυρωμάτων, καὶ ἐξέκλινεν εἰς ᾿Ιόππην καὶ προκατελάβετο αὐτήν· 34 ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου· καὶ ἔθετο ἐκεῖ φρουράν, ὅπως φυλάσσωσιν αὐτήν. 35 καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν καὶ ἐξεκκλησίασε τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύσατο μετ᾿ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ ᾿Ιουδαίᾳ 36 καὶ προσυψῶσαι τὰ τείχη ῾Ιερουσαλὴμ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσι μήτε πωλῶσι. 37 καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν καὶ ἤγγισε τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασαν τὸ καλούμενον Χαφεναθά. 38 καὶ Σίμων ᾠκοδόμησε τὴν ᾿Αδιδὰ ἐν τῇ Σεφήλᾳ καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησε θύρας καὶ μοχλούς. 39 Καὶ ἐζήτησε Τρύφων βασιλεῦσαι τῆς ᾿Ασίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπὶ ᾿Αντίοχον τὸν βασιλέα. 40 καὶ ἐφοβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν ᾿Ιωνάθαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει πόρον τοῦ συλλαβεῖν τὸν ᾿Ιωνάθαν τοῦ ἀπολέσαι αὐτόν, καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσάν. 41 καὶ ἐξῆλθεν ᾿Ιωνάθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλθεν εἰς Βαιθσάν. 42 καὶ εἶδε Τρύφων ὅτι πάρεστιν ᾿Ιωνάθαν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπ᾿ αὐτὸν εὐλαβήθη, 43 καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξε ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτῷ ὡς ἑαυτῷ. 44 καὶ εἶπε τῷ ᾿Ιωνάθαν· ἱνατί ἔκοψας πάντα τὸν λαὸν τοῦτον, πολέμου μὴ ἐνεστηκότος ἡμῖν; 45 καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους, οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετ᾿ ἐμοῦ εἰς Πτολεμαΐδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι. 46 καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησε καθὼς εἶπε, καὶ ἐξαπέστειλε τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν ᾿Ιούδα. 47 κατέλιπε δὲ μεθ᾿ ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ. 48 ὡς δὲ εἰσῆλθεν ᾿Ιωνάθαν εἰς Πτολεμαΐδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς εἰσελθόντας μετ᾿ αὐτοῦ ἀπέκτειναν ἐν ρομφαίᾳ. 49 καὶ ἀπέστειλε Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ ᾿Ιωνάθαν. 50 καὶ ἐπέγνωσαν ὅτι συνελήφθη ᾿Ιωνάθαν καὶ ἀπόλωλε καὶ οἱ μετ᾿ αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον. 51 καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστι, καὶ ἐπέστρεψαν. 52 καὶ ἦλθον πάντες μετ᾿ εἰρήνης εἰς γῆν ᾿Ιούδα καὶ ἐπένθησαν τὸν ᾿Ιωνάθαν καὶ τοὺς μετ᾿ αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐπένθησε πᾶς ᾿Ισραὴλ πένθος μέγα. 53 καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρίψαι αὐτούς· εἶπαν γάρ· οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα· νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.

Παρασκευή 8 Φεβρουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 11 


ΚΑΙ ὁ βασιλεὺς Αἰγύπτου ἤθροισε δυνάμεις πολλὰς ὡς τὴν ἄμμον τὴν περὶ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας ᾿Αλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ. 2 καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν ᾿Αλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι. 3 ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις ὁ Πτολεμαῖος, ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει. 4 ὡς δὲ ἤγγισεν ᾿Αζώτου, ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγὼν ἐμπεπυρισμένον καὶ ῎Αζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους, οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ· ἐποίησαν γὰρ θημωνίας αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ. 5 καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν ᾿Ιωνάθαν εἰς τὸ ψογίσαι αὐτόν· καὶ ἐσίγησεν ὁ βασιλεύς. 6 καὶ συνήντησεν ᾿Ιωνάθαν τῷ βασιλεῖ εἰς ᾿Ιόππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ. 7 καὶ ἐπορεύθη ᾿Ιωνάθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου ᾿Ελευθέρου καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλήμ. 8 ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσε τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ ᾿Αλεξάνδρου λογισμοὺς πονηρούς. 9 καὶ ἀπέστειλε πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων· δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην, καὶ δώσω σοι τὴν θυγατέρα μου, ἣν ἔχει ᾿Αλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου· 10 μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου, ἐζήτησε γὰρ ἀποκτεῖναί με. 11 καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ· 12 καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοτριώθη τῷ ᾿Αλεξάνδρῳ καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν. 13 καὶ εἰσῆλθε Πτολεμαῖος εἰς ᾿Αντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς ᾿Ασίας· καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ τῆς ᾿Ασίας καὶ Αἰγύπτου. 14 ᾿Αλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων. 15 καὶ ἤκουσεν ᾿Αλέξανδρος καὶ ἦλθεν ἐπ᾿ αὐτὸν πολέμῳ. καὶ ἐξήγαγε Πτολεμαῖος τὴν δύναμιν καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν. 16 καὶ ἔφυγεν ᾿Αλέξανδρος εἰς τὴν ᾿Αραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη. 17 καὶ ἀφεῖλε Ζαβδιὴλ ὁ ῎Αραψ τὴν κεφαλὴν ᾿Αλεξάνδρου καὶ ἀπέστειλε τῷ Πτολεμαίῳ. 18 καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασι. 19 καὶ ἐβασίλευσε Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. 20 ᾿Εν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν ᾿Ιωνάθαν τοὺς ἐκ τῆς ᾿Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησεν ἐπ᾿ αὐτὴν μηχανὰς πολλάς. 21 καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι ᾿Ιωνάθαν περικάθηται τὴν ἄκραν. 22 καὶ ἀκούσας ὠργίσθη· ὡς δὲ ἤκουσεν, εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαΐδα καὶ ἔγραψεν ᾿Ιωνάθαν τοῦ μὴ περικαθῆσθαι τῇ ἄκρᾳ καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαΐδα τὴν ταχίστην. 23 ὡς δὲ ἤκουσεν ᾿Ιωνάθαν, ἐκέλευσε περικαθῆσθαι καὶ ἐπέλεξε τῶν πρεσβυτέρων ᾿Ισραὴλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ· 24 καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαΐδα καὶ εὗρε χάριν ἐνώπιον αὐτοῦ. 25 καὶ ἐνετύγχανον κατ᾿ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους. 26 καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον πάντων τῶν φίλων αὐτοῦ, 27 καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχε τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι. 28 καὶ ἠξίωσεν ᾿Ιωνάθαν τὸν βασιλέα ποιῆσαι τὴν ᾿Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρεῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια. 29 καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψε τῷ ᾿Ιωνάθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον· 30 «Βασιλεὺς Δημήτριος ᾿Ιωνάθαν τῷ ἀδελφῷ χαίρειν, καὶ ἔθνει ᾿Ιουδαίων. 31 τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν, γεγράφαμεν καὶ πρὸς ὑμᾶς ὅπως εἰδῆτε. 32 βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. 33 τῷ ἔθνει τῶν ᾿Ιουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσι τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθοποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς. 34 ἑστάκαμεν οὖν αὐτοῖς τά τε ὅρια τῆς ᾿Ιουδαίας καὶ τοὺς τρεῖς νομούς, ᾿Αφαίρεμα καὶ Λύδδαν καὶ Ραμαθέμ, οἵτινες προσετέθησαν τῇ ᾿Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρείτιδος, καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσι τοῖς θυσιάζουσιν εἰς ῾Ιεροσόλυμα, ἀντὶ τῶν βασιλικῶν, ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ᾿ αὐτῶν τὸ πρότερον κατ᾿ ἐνιαυτὸν ἀπὸ τῶν γεννημάτων τῆς γῆς καὶ ἀπὸ τῶν ἀκροδρύων. 35 καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους, πάντα ἐπαρκῶς παρίεμεν αὐτοῖς. 36 καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον. 37 νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον καὶ δοθήτω ᾿Ιωνάθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ». 38 Καὶ εἶδε Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει, καὶ ἀπέλυσε πάσας τὰς δυνάμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων, ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν· καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις τῶν πατέρων αὐτοῦ. 39 Τρύφων δὲ ἦν τῶν παρὰ ᾿Αλέξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσι τοῦ Δημητρίου, καὶ ἐπορεύθη πρὸς Εἰμαλκουαὶ τὸν ῎Αραβα, ὃς ἔτρεφε τὸν ᾿Αντίοχον τὸ παιδάριον τὸ τοῦ ᾿Αλεξάνδρου. 40 καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αὐτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσε Δημήτριος καὶ τὴν ἔχθραν, ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ, καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς. 41 καὶ ἀπέστειλεν ᾿Ιωνάθαν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ ῾Ιερουσαλὴμ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν· ἦσαν γὰρ πολεμοῦντες τὸν ᾿Ισραήλ. 42 καὶ ἀπέστειλε Δημήτριος πρὸς ᾿Ιωνάθαν λέγων· οὐ μόνον ταῦτα ποιήσω σοι καὶ τῷ ἔθνει σου, ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου, ἐὰν εὐκαιρίας τύχω. 43 νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας, οἳ συμμαχήσουσιν, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου. 44 καὶ ἀπέστειλεν ᾿Ιωνάθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύϊ αὐτῷ εἰς ᾿Αντιόχειαν, καὶ ἤλθοσαν πρὸς τὸν βασιλέα, καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν. 45 καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας ἀνδρῶν καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα. 46 καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν. 47 καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς ᾿Ιουδαίους ἐπὶ βοήθειαν, καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει πάντες ἅμα καὶ ἀπέκτειναν ἐν τῇ πόλει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα· 48 καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἐλάβοσαν σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα. 49 καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ ᾿Ιουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο, καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες· 50 δὸς ἡμῖν δεξιὰς καὶ παυσάσθωσαν οἱ ᾿Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν. 51 καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην καὶ ἐδοξάσθησαν οἱ ᾿Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ἔχοντες σκῦλα πολλά. 52 καὶ ἐκάθησε Δημήτριος ὁ βασιλεὺς ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ. 53 καὶ ἐψεύσατο πάντα, ὅσα εἶπε, καὶ ἠλλοτριώθη τῷ ᾿Ιωνάθαν καὶ οὐκ ἀνταπέδωκε κατὰ τὰς εὐνοίας, ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔθλιβεν αὐτὸν σφόδρα. 54 Μετὰ δὲ ταῦτα ἀπέστρεψε Τρύφων καὶ ᾿Αντίοχος μετ᾿ αὐτοῦ παιδάριον νεώτερον· καὶ ἐβασίλευσε καὶ ἐπέθετο διάδημα. 55 καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ἃς ἀπεσκόρπισε Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔφυγε καὶ ἐτροπώθη. 56 καὶ ἔλαβε Τρύφων τὰ θηρία καὶ κατεκράτησεν ᾿Αντιοχείας. 57 καὶ ἔγραψεν ᾿Αντίοχος ὁ νεώτερος τῷ ᾿Ιωνάθαν λέγων· ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως. 58 καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασι καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν· 59 καὶ Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησε στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου. 60 καὶ ἐξῆλθεν ᾿Ιωνάθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσι, καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις Συρίας εἰς συμμαχίαν, καὶ ἦλθεν εἰς ᾿Ασκάλωνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως. 61 καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης, καὶ περιεκάθισε περὶ αὐτὴν καὶ ἐνεπύρισε τὰ περιπόλια αὐτῆς πυρὶ καὶ ἐσκύλευσεν αὐτά. 62 καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης τὸν ᾿Ιωνάθαν, καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβε τοὺς υἱοὺς ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς ῾Ιερουσαλήμ· καὶ διῆλθε τὴν χώραν ἕως Δαμασκοῦ. 63 καὶ ἤκουσεν ᾿Ιωνάθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κάδης τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας. 64 καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτοῦ Σίμωνα κατέλιπεν ἐν τῇ χώρᾳ. 65 καὶ παρενέβαλε Σίμων ἐπὶ Βαιθσούρᾳ καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν. 66 καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ᾿ αὐτῇ φρουράν. 67 καὶ ᾿Ιωνάθαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ Γεννησάρ, καὶ ὤρθρισαν τὸ πρωΐ εἰς τὸ πεδίον Νασώρ. 68 καὶ ἰδοὺ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ᾿ αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξεναντίας. 69 τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον. καὶ ἔφυγον οἱ παρὰ ᾿Ιωνάθαν πάντες, 70 οὐδὲ εἷς κατελείφθη ἀπ᾿ αὐτῶν, πλὴν Ματταθίας ὁ τοῦ ᾿Αβεσσαλώμου καὶ ᾿Ιούδας ὁ τοῦ Χαλφὶ ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων. 71 καὶ διέρρηξεν ᾿Ιωνάθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ προσηύξατο. 72 καὶ ὑπέστρεψε πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔφυγον. 73 καὶ εἶδον οἱ φεύγοντες οἱ παρ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν πρὸς αὐτὸν καὶ ἐδίωκον μετ᾿ αὐτοῦ ἕως Κάδης ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ. 74 καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους. καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλήμ.

Τετάρτη 6 Φεβρουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 10 


ΚΑΙ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη ᾿Αλέξανδρος ὁ τοῦ ᾿Αντιόχου ὁ ᾿Επιφανὴς καὶ κατελάβετο Πτολεμαΐδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ. 2 καὶ ἤκουσε Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγε δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον. 3 καὶ ἀπέστειλε Δημήτριος πρὸς ᾿Ιωνάθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν. 4 εἶπε γάρ· προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ᾿ αὐτοῦ, πρὶν ἢ θεῖναι αὐτὸν μετὰ ᾿Αλεξάνδρου καθ᾿ ἡμῶν· 5 μνησθήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος αὐτοῦ. 6 καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπε παραδοῦναι αὐτῷ. 7 καὶ ἦλθεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλὴμ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας. 8 καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτι ἤκουσαν ὅτι ἔδωκεν ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις. 9 καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας ᾿Ιωνάθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν. 10 καὶ ᾤκησεν ᾿Ιωνάθαν ἐν ῾Ιερουσαλὴμ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. 11 καὶ εἶπε πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν· καὶ ἐποίησαν οὕτως. 12 καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησε Βακχίδης. 13 καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. 14 πλὴν ἐν Βαιθσούρᾳ ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα, ἦν γὰρ αὐτοῖς φυγαδευτήριον. 15 Καὶ ἤκουσεν ᾿Αλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλε Δημήτριος τῷ ᾿Ιωνάθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον, 16 καὶ εἶπε· μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν. 17 καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων· 18 «Βασιλεὺς ᾿Αλέξανδρος τῷ ἀδελφῷ ᾿Ιωνάθαν χαίρειν· 19 ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ δυνατὸς ἰσχύϊ καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῖν φίλος. 20 καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε (καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν) καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς». 21 καὶ ἐνεδύσατο ᾿Ιωνάθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγε δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά. 22 Καὶ ἤκουσε Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπε· 23 τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς ὁ ᾿Αλέξανδρος τοῦ φιλίαν καταθέσθαι τοῖς ᾿Ιουδαίοις εἰς στήριγμα; 24 γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δογμάτων, ὅπως ὦσι σὺν ἐμοὶ εἰς βοήθειαν. 25 καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους· «Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν ᾿Ιουδαίων χαίρειν. 26 ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν. 27 καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ᾿ ὧν ποιεῖτε μεθ᾿ ἡμῶν. 28 καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα. 29 καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς ᾿Ιουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεφάνων, 30 καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν, ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ τῆς γῆς ᾿Ιούδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρείτιδος καὶ Γαλιλαίας, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν αἰῶνα χρόνον. 31 καὶ ῾Ιερουσαλὴμ ἤτω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη. 32 ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν ῾Ιερουσαλὴμ καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν ἐκλέξηται αὐτὸς τοῦ φυλάσσειν αὐτήν. 33 καὶ πᾶσαν ψυχὴν ᾿Ιουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς ᾿Ιούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν. 34 καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς ᾿Ιουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου. 35 καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος. 36 καὶ προγραφήτωσαν τῶν ᾿Ιουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσι τοῦ βασιλέως. 37 καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασι τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ᾿ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν. καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ ᾿Ιούδα. 38 καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ ᾿Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ ᾿Ιουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ᾿ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ᾿ ἢ τοῦ ἀρχιερέως. 39 Πτολεμαΐδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν ῾Ιερουσαλὴμ εἰς τὴν προσήκουσαν δαπάνην τοῖς ἁγίοις. 40 κἀγὼ δίδωμι κατ᾿ ἐνιαυτὸν δεκαπέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων. 41 καὶ πᾶν τὸ πλεονάζον, ὃ οὐκ ἀπεδίδοσαν οἱ ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου. 42 καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ᾿ ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσι. 43 καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν ῾Ιεροσολύμοις καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ ὀφείλοντες βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου. 44 καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως. 45 καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη ῾Ιερουσαλὴμ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη τὰ ἐν τῇ ᾿Ιουδαίᾳ». 46 ῾Ως δὲ ἤκουσεν ᾿Ιωνάθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης, ἧς ἐποίησεν ἐν ᾿Ισραὴλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα. 47 καὶ εὐδόκησαν ἐν ᾿Αλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας. 48 Καὶ συνήγαγεν ᾿Αλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξεναντίας Δημητρίου. 49 καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ ᾿Αλέξανδρος καὶ ἴσχυσεν ἐπ᾿ αὐτούς. 50 καὶ ἐστερέωσε τὸν πόλεμον σφόδρα, ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 51 καὶ ἀπέστειλεν ᾿Αλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων· 52 «᾿Επεὶ ἀνέστρεψα εἰς γῆν βασιλείας μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν 53 καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ᾿ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ· 54 καὶ νῦν στήσωμεν πρὸς ἑαυτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου». 55 Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων· «᾿Αγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν. 56 καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλ᾿ ἀπάντησον εἰς Πτολεμαΐδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καθὼς εἴρηκας». 57 Καὶ ἐξῆλθε Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Πτολεμαΐδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. 58 καὶ ἀπήντησεν αὐτῷ ᾿Αλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδοτο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησε τὸν γάμον αὐτῆς ἐν Πτολεμαΐδι καθὼς οἱ βασιλεὶς ἐν δόξῃ μεγάλῃ. 59 καὶ ἔγραψεν ᾿Αλέξανδρος ὁ βασιλεὺς τῷ ᾿Ιωνάθαν ἐλθεῖν εἰς συνάντησιν αὐτῷ. 60 καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαΐδα καὶ ἀπήντησε τοῖς δυσὶ βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρε χάριν ἐναντίον αὐτῶν. 61 καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ ἐξ ᾿Ισραήλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ᾿ αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς. 62 καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν ᾿Ιωνάθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως. 63 καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ᾿ αὐτοῦ καὶ εἶπε τοῖς ἄρχουσιν αὐτοῦ· ἐξέλθετε μετ᾿ αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ᾿ αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου. 64 καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ, καθὼς ἐκήρυξε, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες. 65 καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην. 66 καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλὴμ μετ᾿ εἰρήνης καὶ εὐφροσύνης. 67 Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθε Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ. 68 καὶ ἤκουσεν ᾿Αλέξανδρος βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς ᾿Αντιόχειαν. 69 καὶ κατέστησε Δημήτριος ᾿Απολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγε δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐν ᾿Ιαμνείᾳ. καὶ ἀπέστειλε πρὸς ᾿Ιωνάθαν τὸν ἀρχιερέα λέγων· 70 «Σὺ μονώτατος ἐπαίρῃ ἐφ᾿ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ· καὶ διατί σὺ ἐξουσιάζῃ ἐφ᾿ ἡμᾶς ἐν τοῖς ὄρεσι; 71 νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσί σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ᾿ ἐμοῦ ἐστι δύναμις τῶν πόλεων. 72 ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν· οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν γῇ αὐτῶν. 73 καὶ νῦν οὐ δυνήσῃ ὑποστῇναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστι λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν». 74 ῾Ως δὲ ἤκουσεν ᾿Ιωνάθαν τῶν λόγων ᾿Απολλωνίου, ἐκινήθη τῇ διανοίᾳ καὶ ἐπέλεξε δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλθεν ἐξ ῾Ιερουσαλήμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ. 75 καὶ παρενέβαλεν ἐπὶ ᾿Ιόππην, καὶ ἀπέκλεισαν αὐτὸν ἐκ τῆς πόλεως, ὅτι φρουρὰ ᾿Απολλωνίου ἐν ᾿Ιόππῃ, καὶ ἐπολέμησαν αὐτήν. 76 καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν ᾿Ιωνάθαν ᾿Ιόππης. 77 καὶ ἤκουσεν ᾿Απολλώνιος, καὶ παρενέβαλε τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς ῎Αζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ᾿ αὐτῇ. 78 καὶ κατεδίωξεν ᾿Ιωνάθαν ὀπίσω αὐτοῦ εἰς ῎Αζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον. 79 καὶ ἀπέλιπεν ᾿Απολλώνιος χιλίαν ἵππον ἐν κρυπτῷ κατόπισθεν αὐτῶν. 80 καὶ ἔγνω ᾿Ιωνάθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωΐθεν ἕως ἑσπέρας· 81 ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν ᾿Ιωνάθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν. 82 καὶ εἵλκυσε Σίμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψε πρὸς τὴν φάραγγα, ἡ γὰρ ἵππος ἐξελύθη, καὶ συνετρίβησαν ὑπ᾿ αὐτοῦ καὶ ἔφυγον. 83 καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς ῎Αζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδωλεῖον αὐτῶν τοῦ σωθῆναι. 84 καὶ ἐνεπύρισεν ᾿Ιωνάθαν τὴν ῎Αζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγὼν καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισε πυρί. 85 καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους. 86 καὶ ἀπῇρεν ἐκεῖθεν ᾿Ιωνάθαν καὶ παρενέβαλεν ἐπὶ ᾿Ασκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ. 87 καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλὴμ σὺν τοῖς παρ᾿ αὐτοῦ ἔχοντες σκῦλα πολλά. 88 καὶ ἐγένετο ὡς ἤκουσεν ᾿Αλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν ᾿Ιωνάθαν. 89 καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶ δίδοσθαι τοῖς συγγενέσι τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ακκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.

Τρίτη 5 Φεβρουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 9 


ΚΑΙ ἤκουσε Δημήτριος ὅτι ἔπεσε Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν ῎Αλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν ᾿Ιούδα καὶ τὸ δεξιὸν κέρας μετ᾿ αὐτῶν. 2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλὼθ τὴν ἐν ᾿Αρβήλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς. 3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ ῾Ιερουσαλήμ· 4 καὶ ἀπῇραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ. 5 καὶ ᾿Ιούδας ἦν παρεμβεβληκὼς ἐν ᾿Ελασά, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετ᾿ αὐτοῦ. 6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσι, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ᾿ ἢ ὀκτακόσιοι ἄνδρες. 7 καὶ εἶδεν ᾿Ιούδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχε καιρὸν συναγαγεῖν αὐτούς, 8 καὶ ἐξελύθη καὶ εἶπε τοῖς καταλειφθεῖσιν· ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς. 9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες· οὐ μὴ δυνώμεθα, ἀλλ᾿ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν καὶ ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι. 10 καὶ εἶπεν ᾿Ιούδας· μή μοι γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ᾿ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν. 11 καὶ ἀπῇρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί· 12 Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι. καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξι, 13 καὶ ἐσάλπισαν οἱ παρὰ ᾿Ιούδᾳ καὶ αὐτοὶ ταῖς σάλπιγξι· καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωΐθεν ἕως ἑσπέρας. 14 καὶ εἶδεν ᾿Ιούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ, 15 καὶ συνετρίβη τὸ δεξιὸν κέρας ἀπ᾿ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως ᾿Αζώτου ὄρους. 16 καὶ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας ᾿Ιούδα καὶ τῶν μετ᾿ αὐτοῦ ἐκ τῶν ὄπισθεν. 17 καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων. 18 καὶ ᾿Ιούδας ἔπεσε, καὶ οἱ λοιποὶ ἔφυγον. 19 καὶ ᾖραν ᾿Ιωνάθαν καὶ Σίμων ᾿Ιούδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεΐν. 20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον· 21 πῶς ἔπεσε δυνατὸς σῴζων τὸν ᾿Ισραήλ; 22 καὶ τὰ περισσὰ τῶν λόγων ᾿Ιούδα καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησε, καὶ τῆς μεγαλωσύνης αὐτῶν οὐ κατεγράφη, πολλὰ γὰρ ἦν σφόδρα. 23 Καὶ ἐγένετο, μετὰ τὴν τελευτὴν ᾿Ιούδα ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσι τοῖς ὁρίοις ᾿Ισραήλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν. 24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ ηὐτομόλησεν ἡ χώρα μετ᾿ αὐτῶν. 25 καὶ ἐξέλεξε Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας. 26 καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων τοὺς φίλους ᾿Ιούδα καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκει ἐν αὐτοῖς καὶ ἐνέπαιζεν αὐτοῖς. 27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ ᾿Ισραήλ, ἥτις οὐκ ἐγένετο ἀφ᾿ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης ἐν αὐτοῖς. 28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι ᾿Ιούδα καὶ εἶπον τῷ ᾿Ιωνάθαν· 29 ἀφ᾿ οὗ ὁ ἀδελφός σου ᾿Ιούδας τετελεύτηκε, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν· 30 νῦν οὖν σε ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ᾿ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν. 31 καὶ ἐπεδέξατο ᾿Ιωνάθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ ᾿Ιούδα τοῦ ἀδελφοῦ αὐτοῦ. 32 Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. 33 καὶ ἔγνω ᾿Ιωνάθαν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ· καὶ πάντες οἱ μετ᾿ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωὲ καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου ᾿Ασφάρ. 34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ ᾿Ιορδάνου. 35 καὶ ἀπέστειλεν ᾿Ιωνάθαν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσε τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν. 36 καὶ ἐξῆλθον υἱοὶ ᾿Ιαμβρὶ ἐκ Μηδαβὰ καὶ συνέλαβον ᾿Ιωάννην καὶ πάντα, ὅσα εἶχε, καὶ ἀπῆλθον ἔχοντες. 37 μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν τῷ ᾿Ιωνάθαν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι οἱ υἱοὶ ᾿Ιαμβρὶ ποιοῦσι γάμον μέγαν καὶ ἄγουσι τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χαναὰν μετὰ παραπομπῆς μεγάλης. 38 καὶ ἐμνήσθησαν ᾿Ιωάννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους. 39 καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθε καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν. 40 καὶ ἐξανέστησαν ἐπ᾿ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου οἱ περὶ τὸν ᾿Ιωνάθαν καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν. 41 καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ ἡ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον. 42 καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ ᾿Ιορδάνου. 43 καὶ ἤκουσε Βακχίδης καὶ ἦλθε τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ ᾿Ιορδάνου ἐν δυνάμει πολλῇ. 44 καὶ εἶπεν ᾿Ιωνάθαν τοῖς παρ᾿ αὐτοῦ· ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστι σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· 45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξεναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ ᾿Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστι τόπος τοῦ ἐκκλῖναι· 46 νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ὑμῶν. 47 καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν ᾿Ιωνάθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ᾿ αὐτοῦ εἰς τὰ ὀπίσω. 48 καὶ ἐνεπήδησεν ᾿Ιωνάθαν καὶ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν ᾿Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ᾿ αὐτοὺς τὸν ᾿Ιορδάνην. 49 καὶ διέπεσον παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. 50 καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ ᾿Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν ῾Ιεριχὼ καὶ τὴν ᾿Αμμαοὺς καὶ τὴν Βαιθωρὼν καὶ τὴν Βαιθὴλ καὶ τὴν Θαμναθὰ Φαραθωνὶ καὶ τὴν Τεφὼν ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς· 51 καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ ᾿Ισραήλ. 52 καὶ ὠχύρωσε τὴν πόλιν τὴν ἐν Βαιθσούρᾳ καὶ τὴν Γάζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων. 53 καὶ ἔλαβε τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν ῾Ιερουσαλὴμ ἐν φυλακῇ. 54 Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν ῎Αλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλε τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν. 55 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη ῎Αλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἐδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ. 56 καὶ ἀπέθανεν ῎Αλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης. 57 καὶ εἶδε Βακχίδης ὅτι ἀπέθανεν ῎Αλκιμος, καὶ ἀπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ ᾿Ιούδα ἔτη δύο. 58 Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες· ἰδοὺ ᾿Ιωνάθαν καὶ οἱ παρ᾿ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσι πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ. 59 καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ. 60 καὶ ἀπῇρε τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρᾳ πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ, ὅπως συλλάβωσι τὸν ᾿Ιωνάθαν καὶ τοὺς μετ᾿ αὐτοῦ· καὶ οὐκ ἐδύναντο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν. 61 καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς. 62 καὶ ἐξεχώρησεν ᾿Ιωνάθαν καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ εἰς Βαιθβασὶ τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησε τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν. 63 καὶ ἔγνω Βακχίδης καὶ συνήγαγε πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς ᾿Ιουδαίας παρήγγειλε· 64 καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασὶ καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησε μηχανάς. 65 καὶ ἀπέλιπεν ᾿Ιωνάθαν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἐξῆλθεν ἐν ἀριθμῷ. 66 καὶ ἐπάταξεν ῾Οδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσι. 67 καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς· 68 καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν. καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή. 69 καὶ ὠργίσθη θυμῷ τοῖς ἀνδράσι τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ. 70 καὶ ἐπέγνω ᾿Ιωνάθαν καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν. 71 καὶ ἀπεδέξατο καὶ ἐποίησε κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· 72 καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσε τὸ πρότερον ἐκ γῆς ᾿Ιούδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν. 73 καὶ κατέπαυσε ρομφαία ἐξ ᾿Ισραήλ· καὶ ᾤκησεν ᾿Ιωνάθαν ἐν Μαχμάς. καὶ ἤρξατο ᾿Ιωνάθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισε τοὺς ἀσεβεῖς ἐξ ᾿Ισραήλ.

Παρασκευή 1 Φεβρουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 8  


ΚΑΙ ἤκουσεν ᾿Ιούδας τὸ ὄνομα τῶν Ρωμαίων, ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσι τοῖς προστιθεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν, 2 καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ. καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας, ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον, 3 καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ ῾Ισπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ· 4 καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ, καὶ ὁ τόπος ἦν μακρὰν ἀπέχων ἀπ᾿ αὐτῶν σφόδρα, καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπ᾿ αὐτοὺς ἀπ᾿ ἄκρου τῆς γῆς ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατ᾿ ἐνιαυτόν· 5 καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπῃρμένους ἐπ᾿ αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν· 6 καὶ ᾿Αντίοχον τὸν μέγαν βασιλέα τῆς ᾿Ασίας τὸν πορευθέντα ἐπ᾿ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσιν ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν, 7 καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ᾿ αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν 8 καὶ χώραν τὴν ᾿Ινδικὴν καὶ Μηδίαν καὶ Λυδίαν καὶ ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρ᾿ αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ· 9 καὶ ὅτι οἱ ἐκ τῆς ῾Ελλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς, 10 καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπ᾿ αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς αὐτῶν καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· 11 καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς, 12 μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν· καὶ κατεκράτησαν τῶν βασιλειῶν τῶν ἐγγὺς καὶ τῶν μακράν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν, ἐφοβοῦντο ἀπ᾿ αὐτῶν. 13 ὅσοις δ᾿ ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύουσιν· οὓς δ᾿ ἂν βούλωνται, μεθιστῶσι· καὶ ὑψώθησαν σφόδρα. 14 καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέθετο οὐδεὶς αὐτῶν διάδημα καὶ οὐ περιεβάλοντο πορφύραν ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ· 15 καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθ᾿ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διαπαντὸς περὶ τοῦ πλήθους τοῦ εὐκοσμεῖν αὐτούς· 16 καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ τὴν ἀρχὴν αὐτῶν κατ᾿ ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσι τοῦ ἑνός, καὶ οὐκ ἔστι φθόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς. 17 καὶ ἐπέλεξεν ᾿Ιούδας τὸν Εὐπόλεμον υἱὸν ᾿Ιωάννου τοῦ ᾿Ακκὼς καὶ ᾿Ιάσονα υἱὸν ᾿Ελεαζάρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ρώμην στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν 18 καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ᾿ αὐτῶν, ὅτι εἶδον τὴν βασιλείαν τῶν ῾Ελλήνων καταδουλουμένους τὸν ᾿Ισραὴλ δουλείᾳ. 19 καὶ ἐπορεύθησαν εἰς Ρώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίθησαν καὶ εἶπον· 20 ᾿Ιούδας ὁ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν ᾿Ιουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς στῆσαι μεθ᾿ ὑμῶν συμμαχίαν καὶ εἰρήνην καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν. 21 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν. 22 καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἀντέγραψεν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλεν εἰς ῾Ιερουσαλὴμ εἶναι παρ᾿ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας. 23 «Καλῶς γένοιτο Ρωμαίοις καὶ τῷ ἔθνει ᾿Ιουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ρομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπ᾿ αὐτῶν. 24 ἐὰν δὲ ἐνστῇ πόλεμος ἐν Ρώμῃ προτέρᾳ ἢ πᾶσι τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ κυρείᾳ αὐτῶν, 25 συμμαχήσει τὸ ἔθνος τῶν ᾿Ιουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογραφῇ αὐτοῖς καρδίᾳ πλήρει. 26 καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσι σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ρωμαίοις· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες. 27 κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει ᾿Ιουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ρωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ· 28 καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ρώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν καὶ οὐ μετὰ δόλου. —29 κατὰ τοὺς λόγους τούτους ἔστησαν Ρωμαῖοι τῷ δήμῳ τῶν ᾿Ιουδαίων. 30 ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν, ποιήσονται ἐξ αἱρέσεως αὐτῶν, καὶ ὃ ἐὰν προσθῶσιν ἢ ἀφέλωσιν, ἔσται κύρια. 31 καὶ περὶ τῶν κακῶν, ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ λέγοντες· διατί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους ᾿Ιουδαίους; 32 ἐὰν οὖν ἔτι ἐντύχωσι κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς».