Πέμπτη 4 Απριλίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 14 


ΜΕΤΑ δὲ τριετῆ χρόνον προσέπεσε τοῖς περὶ τὸν ᾿Ιούδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου 2 κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον ᾿Αντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν. 3 ῎Αλκιμος δέ τις προγενόμενος ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυμμένος ἐν τοῖς τῆς ἐπιμειξίας χρόνοις, συννοήσας ὅτι καθ᾿ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία, οὐδὲ πρὸς ἅγιον θυσιαστήριον ἔτι πρόσοδος, 4 ἧκε πρὸς τὸν βασιλέα Δημήτριον πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχε. 5 καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργόν, προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθεὶς ἐν τίνι διαθέσει καὶ βουλῇ καθεστήκασιν οἱ ᾿Ιουδαῖοι, πρὸς ταῦτα ἔφη· 6 οἱ λεγόμενοι τῶν ᾿Ιουδαίων ᾿Ασιδαῖοι, ὧν ἀφηγεῖται ᾿Ιούδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσι καὶ στασιάζουσιν, οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν. 7 ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν, λέγω δὴ τὴν ἀρχιερωσύνην, δεῦρο νῦν ἐλήλυθα, 8 πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ. 9 ἕκαστα δὲ τούτων ἐπεγνωκώς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιϊσταμένου γένους ἡμῶν προνοήθητι, καθ᾿ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν. 10 ἄχρι γὰρ ᾿Ιούδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα. 11 τοιούτων δὲ ρηθέντων ὑπὸ τούτου, θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν ᾿Ιούδαν προσεπύρωσαν τὸν Δημήτριον. 12 προσκαλεσάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην, καὶ στρατηγὸν ἀναδείξας τῆς ᾿Ιουδαίας, ἐξαπέστειλε 13 δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν ᾿Ιούδαν ἐπαναλέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ ῎Αλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ. 14 οἱ δὲ ἐπὶ τῆς ᾿Ιουδαίας πεφυγαδευκότες τὸν ᾿Ιούδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι, τὰς τῶν ᾿Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι. 15 ᾿Ακούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν, καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν ἑαυτοῦ λαόν, ἀεὶ δὲ μετ᾿ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος. 16 προτάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀνέζευξαν καὶ συμμίσγουσιν αὐτοῖς ἐπὶ κώμην Δεσσαού. 17 Σίμων δὲ ὁ ἀδελφὸς ᾿Ιούδα συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραχέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς. 18 ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν ᾿Ιούδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς ὑπὲρ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι᾿ αἱμάτων ποιήσασθαι. 19 διόπερ ἔπεμψε Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθίαν δοῦναι καὶ λαβεῖν δεξιάς. 20 πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγεμόνος τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης, ἐπένευσαν ταῖς συνθήκες. 21 ἐτάξαντο δὲ ἡμέραν, ἐν ᾗ κατ᾿ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθε καὶ παρ᾿ ἑκάστου διαφόρους ἔθεσαν δίφρους· 22 διέταξεν ᾿Ιούδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μή ποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν. 23 διέτριβε δὲ ὁ Νικάνωρ ἐν ῾Ιεροσολύμοις, καὶ ἔπραττεν οὐθὲν ἄτοπον, τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσε. 24 καὶ εἶχε τὸν ᾿Ιούδαν διαπαντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο. 25 παρακάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι· ἐγάμησεν, εὐστάθησεν, ἐκοινώνησε βίου. 26 ῾Ο δὲ ῎Αλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας, ἀναλαβὼν ἧκε πρὸς τὸν Δημήτριον καὶ ἔλεγε τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας ᾿Ιούδαν διάδοχον ἀναδέδειχεν ἑαυτοῦ. 27 ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου ἐρεθισθεὶς διαβολαῖς, ἔγραψε Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν ταχέως εἰς ᾿Αντιόχειαν. 28 προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τ᾿ ἀνδρὸς ἠδικηκότος. 29 ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ᾿ ἐπιτελέσαι. 30 ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξάγοντα συνιδὼν τὸν Νικάνορα πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα, νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι, συστρέψας οὐκ ὀλίγους τῶν περὶ ἑαυτόν, συνεκρύπτετο τὸν Νικάνορα. 31 συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερόν, τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων, ἐκέλευσε παραδιδόναι τὸν ἄνδρα. 32 τῶν δὲ μεθ᾿ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ᾿ ἔστιν ὁ ζητούμενος, 33 προτείνας τὴν δεξιὰν εἰς τὸν νεὼ ταῦτα ὤμοσε· ἐὰν μὴ δέσμιόν μοι τὸν ᾿Ιούδαν παραδῶτε, τόνδε τοῦ Θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω. 34 τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανόν, ἐπεκαλοῦντο τὸν διαπαντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες· 35 σὺ Κύριε, τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων, εὐδόκησας ναὸν τῆς σῆς κατασκηνώσεως ἐν ἡμῖν γενέσθαι. 36 καὶ νῦν ἅγιε παντὸς ἁγιασμοῦ Κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον. 37 Ραζὶς δέ τις τῶν ἀπὸ ῾Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι, ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν ᾿Ιουδαίων προσαγορευόμενος. 38 ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος ᾿Ιουδαϊσμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ ᾿Ιουδαϊσμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας. 39 βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι, ἣν εἶχε πρὸς τοὺς ᾿Ιουδαίους δυσμένειαν, ἀπέστειλε στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν· 40 ἔδοξε γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐργάσασθαι συμφοράν. 41 τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάληπτος γενόμενος ὑπέθηκε ἑαυτῷ ξίφος, 42 εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι. 43 τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων εἴσω τῶν θυρωμάτων εἰσβαλόντων, ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος, κατεκρήμνισεν ἑαυτὸν ἀνδρείως εἰς τοὺς ὄχλους. 44 τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθε κατὰ μέσον τὸν κενεῶνα. 45 ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς, ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν ὄντων τῶν τραυμάτων, δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρωγάδος, 46 παντελῶς ἔξαιμος ἤδη γενόμενος, προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσίν, ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος, ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι, τόνδε τὸν τρόπον μετήλλαξεν.

Δευτέρα 1 Απριλίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 13 


Τῼ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσε τοῖς περὶ τὸν ᾿Ιούδαν ᾿Αντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν ᾿Ιουδαίαν 2 καὶ σὺ αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν ῾Ελληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππεῖς πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἰκοσιδύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια. 3 καὶ Μενέλαος δὲ συνέμειξεν αὐτοῖς καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν ᾿Αντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι. 4 ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρε τὸν θυμὸν τοῦ ᾿Αντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας αὐτὸν εἰς Βέροιαν. 5 ἔστι δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πηχῶν πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχε περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν. 6 ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ὄντα ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον. 7 τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν, μηδὲ τῆς γῆς τυχόντα Μενέλαον, πάνυ δικαίως. 8 ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο. 9 Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς ᾿Ιουδαίοις. 10 μεταλαβὼν δὲ ᾿Ιούδας ταῦτα παρήγγειλε τῷ πλήθει δι᾿ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν Κύριον, εἴποτε ἄλλοτε καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλουσι 11 καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσι ὑποχειρίους γενέσθαι. 12 πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα Κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐφ᾿ ἡμέρας τρεῖς ἀδιαλείπτως, παρακαλέσας αὐτοὺς ὁ ᾿Ιούδας ἐκέλευσε παραγίνεσθαι. 13 καθ᾿ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο, πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν ᾿Ιουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς, ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ Κυρίου βοηθείᾳ. 14 δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου, παρακαλέσας τοὺς σὺν αὐτῶ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, περὶ ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας, ἐποιήσατο περὶ Μωδεΐν τὴν στρατοπεδείαν. 15 δοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθεμα «Θεοῦ νίκη», μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλήν, ἐν τῇ παρεμβολῇ ἀνεῖλεν εἰς ἄνδρας τετρακισχιλίους καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῶν κατ᾿ οἰκίαν ὄχλῳ συνέθηκε 16 καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες· 17 ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ Κυρίου σκέπην. 18 ῾Ο δὲ βασιλεὺς εἰληφὼς γεῦσιν τῆς τῶν ᾿Ιουδαίων εὐτολμίας, κατεπείρασε διὰ μεθόδων τοὺς τόπους. 19 καὶ ἐπὶ Βαιθσούρᾳ φρούριον ὀχυρὸν τῶν ᾿Ιουδαίων προσῆγε καὶ ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο· 20 τοῖς δὲ ἔνδον ᾿Ιούδας τὰ δέοντα εἰσέπεμψε. 21 προσήγγειλε δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ρόδοκος ἐκ τῆς ᾿Ιουδαϊκῆς τάξεως· ἀνεζητήθη δὲ καὶ κατελήφθη καὶ κατεκλείσθη. 22 ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούρᾳ δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει προσέβαλε τοῖς περὶ τὸν ᾿Ιούδαν, ἥττων ἐγένετο, 23 μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν ᾿Αντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς ᾿Ιουδαίους παρεκάλεσεν, ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησε τὸν νεὼ καὶ τὸν τόπον ἐφιλανθρώπησε 24 καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο. κατέλιπε στρατηγὸν ἀπὸ Πτολεμαΐδος ἕως τῶν Γερρηνῶν ῾Ηγεμονίδην. 25 ἦλθεν εἰς Πτολεμαΐδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις. 26 προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἐπελογήσατο ἐνδεχομένως, συνέπεισε, κατεπράϋνε, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς ᾿Αντιόχειαν. οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησε.

Κυριακή 31 Μαρτίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 12 


ΓΕΝΟΜΕΝΩΝ τῶν συνθηκῶν τούτων, ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ ᾿Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο. 2 τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ ᾿Απολλώνιος ὁ τοῦ Γενναίους, ἔτι δὲ ῾Ιερώνυμος καὶ Δημοφῶν, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖς καὶ τὰ τῆς ἡσυχίας ἄγειν. 3 ᾿Ιοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας ᾿Ιουδαίους ἐμβῆναι εἰς τὰ παρασταθέντα ὑπ᾿ αὐτῶν σκάφη σὺν γυναιξὶ καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας, 4 κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα, καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων, ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων. 5 μεταλαβὼν δὲ ᾿Ιούδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα, παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσι 6 καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν Θεόν, παρεγένετο ἐπὶ τοὺς μιαιοφόνους τῶν ἀδελφῶν· καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησε καὶ τὰ σκάφη κατέφλεξε, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησε. 7 τοῦ δὲ χωρίου συγκλεισθέντος, ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν ᾿Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα. 8 μεταλαβὼν δὲ καὶ τοὺς ἐν ᾿Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν ᾿Ιουδαίοις, 9 καὶ τοῖς ᾿Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψε τὸν λιμένα σὺν τῷ στόλῳ, ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ ῾Ιεροσόλυμα, σταδίων ὄντων διακοσίων τεσσαράκοντα. 10 ᾿Εκεῖθεν δὲ ἀποσπασθέντων σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον, προσέβαλον ῎Αραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι. 11 γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν ᾿Ιούδαν διὰ τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν εὐημερησάντων, ἐλαττωθέντες οἱ νομάδες ῎Αραβες ἠξίουν δοῦναι τὸν ᾿Ιούδαν δεξιὰν αὐτοῖς, ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς. 12 ᾿Ιούδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους, ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς αὐτῶν ἐχωρίσθησαν. 13 ᾿Επέβαλε δὲ καὶ ἐπί τινα πόλιν γεφυροῦν ὀχυρὰν καὶ τείχεσι περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσι κατοικουμένην, ὄνομα δὲ Κάσπιν. 14 οἱ δ᾿ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει, ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν ᾿Ιούδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις. 15 οἱ δὲ περὶ τὸν ᾿Ιούδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην, τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν ῾Ιεριχὼ κατὰ τοὺς ᾿Ιησοῦ χρόνους, ἐνέσεισαν θηριωδῶς τῷ τείχει. 16 καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ Θεοῦ θελήσει, ἀμυθήτους ἐποιήσαντο σφαγάς, ὥστε τὴν παρακειμένην λίμνην, τὸ πλάτος ἔχουσαν σταδίων δύο, κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι. 17 ᾿Εκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιήνους ᾿Ιουδαίους. 18 καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτόν τε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν. 19 Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν. 20 ὁ δὲ Μακκαβαῖος διατάξας τὴν ἑαυτοῦ στρατιὰν σπειρηδόν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ χιλίους πρὸς τοῖς πεντακοσίοις. 21 τὴν δὲ ἔφοδον μεταλαβὼν ᾿Ιούδα, ὁ Τιμόθεος προσεξαπέστειλε τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνίον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν τῶν πάντων τῶν τόπων στενότητα. 22 ἐπιφανείσης δὲ τῆς ᾿Ιούδα σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους, φόβου τε ἐκ τῆς τοῦ πάντα ἐφορῶντος ἐπιφανείας γενομένου ἐπ᾿ αὐτούς, εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος, ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι. 23 ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ᾿Ιούδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέ τε εἰς μυριάδας τρεῖς ἀνδρῶν. 24 αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον, ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῷον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται, εἰ ἀποθάνοι. 25 πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστήσειν τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας. 26 ᾿Εξελθὼν δὲ ἐπὶ τὸ Καρνίον καὶ τὸ ᾿Αταργατεῖον κατέσφαξε μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους. 27 μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν ᾿Ιούδας καὶ ἐπὶ ᾿Εφρὼν πόλιν ὀχυράν, ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη· νεανίαι δὲ πρὸ τῶν τειχῶν καθεστῶτες ρωμαλέοι ἀπεμάχοντο εὐρώστως, ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον 28 ἐπικαλεσάμενοι δὲ τὸν Δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκάς, ἔλαβον τὴν πόλιν ὑποχείριον καὶ κατέστρωσαν τῶν ἔνδον εἰς μυριάδας δύο καὶ πεντακισχιλίους. 29 ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ ῾Ιεροσολύμων σταδίους ἐξακοσίους. 30 ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ κατοικούντων ᾿Ιουδαίων, ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν ἐποιοῦντο. 31 εὐχαρηστήσαντες αὐτοῖς καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγένοντο εἰς ῾Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου. 32 Μετὰ δὲ τὴν λεγομένην Πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς ᾿Ιδουμαίας στρατηγόν. 33 ἐξῆλθε δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων, 34 καὶ παραταξαμένων συνέβη πεσεῖν ὀλίγους τῶν ᾿Ιουδαίων. 35 Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων Θρακῶν τινος ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισά. 36 τῶν δὲ περὶ τὸν ῎Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος ὁ ᾿Ιούδας τὸν Κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου, 37 καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ᾿ ὕμνων κραυγήν, ἀναβοήσας καὶ ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο. 38 ᾿Ιούδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἦγεν εἰς ᾿Οδολλὰμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης, κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον. 39 τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν ᾿Ιούδαν καθ᾿ ὃν τρόπον τὸ τῆς χρείας ἐγεγόνει, τὰ τῶν προπεπτωκότων σώματα ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους. 40 εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ ᾿Ιαμνείας εἰδώλων, ἀφ᾿ ὧν ὁ νόμος ἀπείργει τοὺς ᾿Ιουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι. 41 πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου Κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος, 42 εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι. ὁ δὲ γενναῖος ᾿Ιούδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν ἑαυτοὺς ἀναμαρτήτους εἶναι, ὑπ᾿ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν. 43 ποιησάμενός τε κατ᾿ ἀνδραλογίαν κατασκευάσματα εἰς ἀργυρίου δραχμὰς δισχιλίας, ἀπέστειλεν εἰς ῾Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος· 44 εἰ γὰρ μὴ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν ἂν ἦν καὶ ληρῶδες ὑπὲρ νεκρῶν προσεύχεσθαι. 45 εἶτ᾿ ἐμβλέπων τοῖς μετ᾿ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσαντο τῆς ἁμαρτίας ἀπολυθῆναι.

Δευτέρα 25 Μαρτίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 11 



ΜΕΤ᾿ ὀλίγον δὲ παντελῶς χρόνον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι, 2 συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον πᾶσαν, παρεγένετο ἐπὶ τοὺς ᾿Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν ῞Ελλησιν οἰκητήριον ποιήσειν, 3 τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ τὴν ἀρχιερωσύνην κατ᾿ ἔτος ποιήσειν, 4 οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ Θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσι τῶν πεζῶν καὶ ταῖς χιλιάσι τῶν ἱππέων καὶ τοῖς ἐλέφασι τοῖς ὀγδοήκοντα. 5 εἰσελθὼν δὲ εἰς τὴν ᾿Ιουδαίαν καὶ συνεγγίσας Βαιθσούρᾳ, ὄντι μὲν ἐρυμνῷ χωρίῳ, ἀπὸ δὲ ῾Ιεροσολύμων ἀπέχοντι ὡσεὶ σταδίους πέντε, τοῦτο ἔθλιβεν. 6 ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετ᾿ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν Κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ ᾿Ισραήλ. 7 αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους, ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν. 8 αὐτόθι δὲ καὶ πρὸς τοῖς ῾Ιεροσολύμοις ὄντων, ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι, πανοπλίαν χρυσῆν κραδαίνων. 9 ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα Θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ θῆρας τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι, 10 προῆγον ἐν διασκευῇ τὸν ἀπ᾿ οὐρανοῦ σύμμαχον ἔχοντες, ἐλεήσαντος αὐτοὺς τοῦ Κυρίου. 11 λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτοὺς χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φυγεῖν. 12 οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν, καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη. 13 οὐκ ἄνους δὲ ὑπάρχων, πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ ἑαυτὸν ἐλάσσωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς ῾Εβραίους, τοῦ πάντα δυναμένου Θεοῦ συμμαχοῦντος αὐτοῖς, προσαποστείλας 14 ἔπεισε συλλύσεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσειν φίλον αὐτοῖς ἀναγκάζειν γενέσθαι. 15 ἐνέπνευσε δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν, οἷς ὁ Λυσίας παρεκάλει, τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκε τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν ᾿Ιουδαίων, συνεχώρησεν ὁ βασιλεύς. 16 ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς ᾿Ιουδαίοις ἐπιστολαί, παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον· «Λυσίας τῷ πλήθει τῶν ᾿Ιουδαίων χαίρειν. 17 ᾿Ιωάννης καὶ ᾿Αβεσσαλὼμ οἱ πεμφθέντες παρ᾿ ὑμῶν, ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμόν, ἠξίουν περὶ τῶν δι᾿ αὐτοῦ σημαινομένων. 18 ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ πρσενεχθῆναι, διεσάφησα· ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν. 19 ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ὑμῖν ἀγαθῶν γενέσθαι. 20 ὑπὲρ δὲ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ᾿ ἐμοῦ διαλεχθῆναι ὑμῖν. 21 ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Διοσκορινθίου τετράδι καὶ εἰκάδι». 22 ῾Η δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως· «Βασιλεὺς ᾿Αντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν. 23 τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος, βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν, 24 ἀκηκοότες τοὺς ᾿Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ ῾Ελληνικὰ μεταθέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας καὶ διὰ τοῦτο ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα αὐτῶν· 25 αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι, κρίνομεν τό τε ἱερὸν αὐτοῖς ἀποκατασταθῆναι καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη. 26 εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὦσι καὶ ἡδέως διαγίνωνται πρὸς τὴν τῶν ἰδίων ἀντίληψιν». 27 Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιαύτη ἦν· «Βασιλεὺς ᾿Αντίοχος τῇ γερουσίᾳ τῶν ᾿Ιουδαίων καὶ τοῖς ἄλλοις ᾿Ιουδαίοις χαίρειν. 28 εἰ ἔρρωσθε, εἴη ἂν ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. 29 ἐνεφάνισεν ἡμῖν ὁ Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις. 30 τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας 31 χρῆσθαι τοὺς ᾿Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασι καὶ νόμοις, καθὰ καὶ τὸ πρότερον, καὶ οὐδεὶς αὐτῶν κατ᾿ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων. 32 πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς. 33 ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ». 34 ῎Επεμψαν δὲ καὶ οἱ Ρωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως· «Κόϊντος Μέμμιος, Τίτος Μάνλιος, πρεσβῦται Ρωμαίων, τῷ δήμῳ τῶν ᾿Ιουδαίων χαίρειν. 35 ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν. 36 ἃ δὲ ἔκρινε προσανενεχθῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς ᾿Αντιόχειαν. 37 διὸ σπεύσατε καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης. 38 ὑγιαίνετε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ».

Τετάρτη 20 Μαρτίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 10 



ΜΑΚΚΑΒΑΙΟΣ δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ Κυρίου προάγοντος αὐτούς, τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν, 2 τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καθεῖλον. 3 καὶ τὸν νεὼν καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίαν μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο. 4 ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν Κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλ᾿ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπ᾿ αὐτοῦ μετ᾿ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσι παραδίδοσθαι. 5 ἐν ᾗ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνός, ὅς ἐστι Χασελεῦ. 6 καὶ μετ᾿ εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον, μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι. 7 διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον. 8 ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν ᾿Ιουδαίων ἔθνει κατ᾿ ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας. 9 καὶ τὰ μὲν τῆς ᾿Αντιόχου τοῦ προσαγορευθέντος ᾿Επιφανοῦς τελευτῆς οὕτως εἶχε. 10 Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα ᾿Αντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον δηλώσομεν, αὐτὰ συντέμνοντες τὰ τῶν πολέμων κακά. 11 αὐτὸς γὰρ παραλαβὼν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον. 12 Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος εἰς τοὺς ᾿Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν. 13 ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρέκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς ᾿Αντίοχον τὸν ᾿Επιφανῆ ἀναχωρῆσαι μήτ᾿ εὐγενῆ τὴν ἐξουσίαν ἔχων, ὑπ᾿ ἀθυμίας φαρμακεύσας ἑαυτὸν ἐξέλιπε τὸν βίον. 14 Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρέκαστα πρὸς τοὺς ᾿Ιουδαίους ἐπολεμοτρόφει. 15 ὁμοῦ δὲ τούτῳ καὶ οἱ ᾿Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς ᾿Ιουδαίους, καὶ τοὺς φυγαδευθέντας ἀπὸ ῾Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν. 16 οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν Θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν ᾿Ιδουμαίων ὀχυρώματα ὥρμησαν, 17 οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἦττον τῶν δισμυρίων. 18 συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας, 19 ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σίμωνα καὶ ᾿Ιώσηφον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη. 20 οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυριάδας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι. 21 προσαγγελθέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος, συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πεπράκασι τοὺς ἀδελφούς, τοὺς πολεμίους κατ᾿ αὐτῶν ἀπολύσαντες. 22 τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινε καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο. 23 τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασι πλείους τῶν δισμυρίων. 24 Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν ᾿Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς ᾿Ασίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους, παρῆν ὡς δορυάλωτον ληψόμενος τὴν ᾿Ιουδαίαν. 25 οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ, πρὸς ἱκετείαν τοῦ Θεοῦ ἐτράπησαν γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες, 26 ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες, ἠξίουν ἵλεων αὐτοῖς γενόμενν ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς ὁ νόμος διασαφεῖ. 27 γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως, ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ᾿ ἑαυτῶν ἦσαν. 28 ἄρτι δὲ τῆς ἀνατολῆς διαδεχομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετ᾿ ἀρετῆς τὴν ἐπὶ τὸν Κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν. 29 γενομένης δὲ καρτερᾶς μάχης, ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ᾿ ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν ᾿Ιουδαίων, 30 οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν· διὸ συγχυθέντες ἀορασίᾳ κατεκόπτοντο ταραχῆς πεπληρωμένοι. 31 κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι. 32 αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γάζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρέου. 33 οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας. 34 οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προΐεντο. 35 ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας, εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας, προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον. 36 ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον, ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάψαντες ζῶντας τοὺς βλασφήμους κατέκαιον. οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν. 37 καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν ᾿Απολλοφάνην. 38 ταῦτα δὲ διαπραξάμενοι μεθ᾿ ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ Κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν ᾿Ισραὴλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι.