Τετάρτη 16 Οκτωβρίου 2019

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ 21 


ΩΣΠΕΡ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ· οὗ ἐὰν θέλων νεύσῃ, ἐκεῖ ἔκλινεν αὐτήν. 2 πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος, κατευθύνει δὲ καρδίας Κύριος. 3 ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα. 4 μεγαλόφρων ἐν ὕβρει θρασυκάρδιος, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία. 6 ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει καὶ ἔρχεται ἐπὶ παγίδας θανάτου. 7 ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται, οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια. 8 πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός, ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. 9κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ. 10 ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ᾿ οὐδενὸς τῶν ἀνθρώπων. 11 ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος, συνίων δὲ σοφὸς δέξεται γνῶσιν. 12 συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς. 13 ὃς φράσσει τὰ ὧτα αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων. 14 δόσις λάθριος ἀνατρέπει ὀργάς, δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν. 15 εὐφροσύνη δικαίων ποιεῖν κρίμα, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις. 16 ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται. 17 ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον· 18 περικάθαρμα δὲ δικαίου ἄνομος. 19 κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου. 20 θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν. 21 ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν. 22 πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλε τὸ ὀχύρωμα, ἐφ᾿ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς. 23 ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. 24 θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται, ὃς δὲ μνησικακεῖ, παράνομος. 25 ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν, οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. 26 ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς. 27 θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. 28 μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. 29 ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ. 30 οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ πρὸς τὸν ἀσεβῆ. 31 ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια.

Δευτέρα 14 Οκτωβρίου 2019

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ 20  



ΑΚΟΛΑΣΤΟΝ οἶνος καὶ ὑβριστικὸν μέθη, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται. 2 οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος, ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. 3 δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται. 4 ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύτως καὶ ὁ δανειζόμενος σῖτον ἐν ἀμήτῳ. 5 ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός, ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν. 6 μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν. 7 ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει. 8 ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν. 9 τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; 20 κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ, αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος. 21 μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται. 22 μὴ εἴπῃς· τίσομαι τὸν ἐχθρόν, ἀλλ᾿ ὑπόμεινον τὸν Κύριον, ἵνα σοι βοηθήσῃ. 10 στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, ἀκάθαρτα ἐνώπιον Κυρίου καὶ ἀμφότερα καὶ ὁ ποιῶν αὐτά. 11 ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ. 12 οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· Κυρίου ἔργα καὶ ἀμφότερα. 13 μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων. 23 βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον, καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ. 24 παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί, θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; 25 παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι, μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. 26 λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός, καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν. 27 φῶς Κυρίου πνοὴ ἀνθρώπων, ὃς ἐρευνᾷ ταμιεῖα κοιλίας. 28 ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. 29 κόσμος νεανίαις σοφία, δόξα δὲ πρεσβυτέρων πολιαί. 30 ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς, πληγαὶ δὲ εἰς ταμιεῖα κοιλίας.

Παρασκευή 11 Οκτωβρίου 2019

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ 19 


ΑΦΡΟΣΥΝΗ ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ. 4 πλοῦτος προστίθησι φίλους πολλούς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται. 5 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται. 6 πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί. 7 πᾶς, ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν. ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν, ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται. 8 ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν, ὃς δὲ φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθά. 9 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὃς δ᾿ ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ᾿ αὐτῆς. 10 οὐ συμφέρει ἄφρονι τρυφή, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ᾿ ὕβρεως δυναστεύειν. 11 ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. 12 βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος, ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ. 13 αἰσχύνη πατρὶ υἱὸς ἄφρων· οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. 14 οἶκον καὶ ὕπαρξιν μερίζουσι πατέρες παισί, παρὰ δὲ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί. 15 δειλία κατέχει ἀνδρόγυνον, ψυχὴ δὲ ἀεργοῦ πεινάσει. 16 ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται. 17 δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ. 18 παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. 19 κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει. 20 ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ᾿ ἐσχάτων σου. 21 πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. 22 καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης. 23 φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖται γνῶσις. 24 ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς. 25 λοιμοῦ μαστιγουμένου, ἄφρων πανουργότερος γίνεται· ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν. 26 ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται. 27 υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ρήσεις κακάς. 28 ὁ ἐγγυώμενος παῖδα ἄφρονα καθυβρίσει δικαίωμα, στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις. 29 ἑτοιμάζονται ἀκολάστοις μάστιγες, καὶ τιμωρίαι ὁμοίως ἄφροσιν.

Τετάρτη 9 Οκτωβρίου 2019

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ 18 



Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. 2 οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν, μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ. 3 ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, επέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. 4 ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός, ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς. 5 θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει. 6 χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά, τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται. 7 στόμα ἄφρονος συντριβὴ αὐτῷ, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ. 8 ὀκνηροὺς καταβάλλει φόβος, ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν. 9 ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὑτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν. 10 ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου, αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται. 11 ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά, ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει. 12 πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται. 13 ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος. 14 θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος, ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει; 15 καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν. 16 δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν. 17 δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, ὡς δ’ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος ἐλέγχεται. 18 ἀντιλογίας παύει σιγηρός, ἐν δὲ δυναστείαις ὁρίζει. 19 ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή, ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον. 20 ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησι κοιλίαν αὐτοῦ, ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται. 21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς. 22 ὃς εὗρε γυναῖκα ἀγαθήν, εὗρε χάριτας, ἔλαβε δὲ παρὰ Θεοῦ ἱλαρότητα. 22α ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν, ἐκβάλλει τὰ ἀγαθά, ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής.

Δευτέρα 7 Οκτωβρίου 2019

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΑΦΑΛΑΙΟΝ 17 


ΚΡΕΙΣΣΩΝ ψωμὸς μεθ᾿ ἡδονῆς ἐν εἰρήνη ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. 2 οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. 3 ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. 4 κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν. 5 ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται· ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. 6 στέφανος γερόντων τέκνα τέκνων, καύχημα δὲ τέκνων πατέρες αὐτῶν. 6α τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. 7 οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά, οὐδὲ δικαίῳ χείλη ψευδῆ. 8 μισθὸς χαρίτων ἡ παιδεία τοῖς χρωμένοις, οὗ δ᾿ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται. 9 ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν, ὃς δὲ μισεῖ κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους. 10 συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. 11 ἀντιλογίας ἐγείρει πᾶς κακός, ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. 12 ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. 13 ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. 14 ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. 15 ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. 16 ἱνατί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. 16α ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν, ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά. 17 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. 18 ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τῶν ἑαυτοῦ φίλων. 19 φιλαμαρτήμων χαίρει μάχαις, [ὑψῶν δὲ θύραν αὐτοῦ ζητεῖ συντριβήν]. 20 ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά, 21 καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. 22 καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. 23 λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. 24 πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ᾿ ἄκρα γῆς. 25 ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. 26 ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. 27 ὃς φείδεται ρῆμα προέσθαι σκληρόν, ἐπιγνώμων, μακρόθυμος δὲ ἀνὴρ φρόνιμος. 28 ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι.