Δευτέρα 11 Νοεμβρίου 2019

ΕΚΚΛΗΣΙΑΣΤΗΣ

ΚΕΦΑΛΑΙΟΝ 3 


ΤΟΙΣ πᾶσι χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν. 2 καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν, καιρὸς τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον, 3 καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασθαι, καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομεῖν, 4 καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι, καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι, 5 καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους, καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως, 6 καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι, καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν, 7 καιρὸς τοῦ ρῆξαι καὶ καιρὸς τοῦ ράψαι, καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν, 8 καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης. 9 τίς περισσεία τοῦ ποιοῦντος ἐν οἷς αὐτὸς μοχθεῖ; 10 εἶδον σὺν πάντα τὸν περισπασμόν, ὃν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. 11 σύμπαντα, ἃ ἐποίησε, καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ὁ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ Θεὸς ἀπ᾿ ἀρχῆς καὶ μέχρι τέλους. 12 ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. 13 καί γε πᾶς ἄνθρωπος, ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, δόμα Θεοῦ ἐστιν. 14 ἔγνων ὅτι πάντα, ὅσα ἐποίησεν ὁ Θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ᾿ αὐτῷ οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ᾿ αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ Θεὸς ἐποίησεν, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ. 15 τὸ γενόμενον ἤδη ἐστί, καὶ ὅσα τοῦ γίνεσθαι, ἤδη γέγονε, καὶ ὁ Θεὸς ζητήσει τὸν διωκόμενον. 16 Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον τῆς κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τόπον τοῦ δικαίου, ἐκεῖ ὁ ἀσεβής. 17 καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ Θεός, ὅτι καιρὸς τῷ παντὶ πράγματι καὶ ἐπὶ παντὶ τῷ ποιήματι ἐκεῖ. 18 εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς ὁ Θεός, καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσί. 19 καί γε αὐτοῖς συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς ὁ θάνατος τούτου, οὕτως καὶ ὁ θάνατος τούτου, καὶ πνεῦμα ἓν τοῖς πᾶσι· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν, ὅτι πάντα ματαιότης. 20 τὰ πάντα εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέψει εἰς τὸν χοῦν. 21 καὶ τίς οἶδε τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου, εἰ ἀναβαίνει αὐτὸ ἄνω, καὶ τὸ πνεῦμα τοῦ κτήνους, εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν; 22 καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ὁ ἄνθρωπος ἐν ποιήμασιν αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἐὰν γένηται μετ᾿ αὐτόν;

Παρασκευή 8 Νοεμβρίου 2019

ΕΚΚΛΗΣΙΑΣΤΗΣ

ΚΕΦΑΛΑΙΟΝ 2


ΕΙΠΟΝ ἐγὼ ἐν καρδίᾳ μου· δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἰδὲ ἐν ἀγαθῷ· καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης. 2 τῷ γέλωτι εἶπα περιφοράν, καὶ τῇ εὐφροσύνῃ· τί τοῦτο ποιεῖς; 3 καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου —καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ— καὶ τοῦ κρατῆσαι ἐπ᾿ εὐφροσύνην, ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν. 4 ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους. ἐφύτευσά μοι ἀμπελῶνας, 5 ἐποίησά μοι κήπους καὶ παραδείσους καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ· 6 ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ᾿ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα· 7 ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν ῾Ιερουσαλήμ· 8 συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ἆδούσας καὶ ἐντρυφήματα υἱῶν ἀνθρώπων, οἰνοχόον καὶ οἰνοχόας· 9 καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν ῾Ιερουσαλήμ· καί γε σοφία μου ἐστάθη μοι. 10 καὶ πᾶν, ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ᾿ αὐτῶν, οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης, ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου. 11 καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι ποιήμασί μου, οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ, ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον. 12 καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ περιφορὰν καί ἀφροσύνην· ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς τὰ ὅσα ἐποίησεν αὐτήν; 13 καὶ εἶδον ἐγὼ ὅτι ἐστὶ περισσεία τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος. 14 τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται· καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. 15 καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεταί μοι, καὶ ἱνατί ἐσοφισάμην ἐγώ; τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ὁ ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης. 16 ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι ἐρχόμεναι τὰ πάντα ἐπελήσθη· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; 17 καὶ ἐμίσησα σὺν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ᾿ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. 18 καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου, ὃν ἐγὼ κοπιῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ᾿ ἐμέ· 19 καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; καὶ εἰ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης. 20 καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τὴν καρδίαν μου ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, 21 ὅτι ἐστὶν ἄνθρωπος, ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄνθρωπος, ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ. καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη· 22 ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον. 23 ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καί γε τοῦτο ματαιότης ἐστίν. 24 οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ, ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ Θεοῦ ἐστιν· 25 ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ; 26 ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην· καί τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Τετάρτη 6 Νοεμβρίου 2019

ΕΚΚΛΗΣΙΑΣΤΗΣ

ΚΕΦΑΛΑΙΟΝ 1 


1 Ρήματα ἐκκλησιαστοῦ υἱοῦ Δαβὶδ βασιλέως ᾿Ισραὴλ ἐν ῾Ιερουσαλήμ. 2 Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. 3 τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; 4 γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκε. 5 καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. 6 αὐτὸς ἀνατέλλων ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, πορεύεται τὸ πνεῦμα, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. 7 πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιπλαμένη· εἰς τὸν τόπον, οὗ οἱ χείμαρροι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέφουσι τοῦ πορευθῆναι. 8 πάντες οἱ λόγοι ἔγκοποι· οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν, καὶ οὐ πλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως. 9 τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ τὶ τό πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον· καί οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. 10 ὃς λαλήσει καὶ ἐρεῖ· ἰδὲ τοῦτο κενόν ἐστιν, ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν. 11 οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτῶν μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην. 12 ᾿Εγὼ ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς ἐπὶ ᾿Ισραὴλ ἐν ῾Ιερουσαλήμ· 13 καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γινομένων ὑπὸ τὸν οὐρανόν· ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπάσθαι ἐν αὐτῷ. 14 εἶδον σὺν πάντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. 15 διεστραμμένον οὐ δυνήσεται ἐπικοσμηθῆναι, καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι. 16 ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τῷ λέγειν· ἰδοὺ ἐγὼ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν, οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν ῾Ιερουσαλήμ, καὶ ἔδωκα καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν. 17 καὶ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων ἐγώ, ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος· 18 ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα.

Δευτέρα 4 Νοεμβρίου 2019

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ 29 


ΚΡΕΙΣΣΩΝ ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου, ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις. 2 ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί, ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες. 3 ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ, ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον. 4 βασιλεὺς δίκαιος ἀνίστησι χώραν, ἀνὴρ δὲ παράνομος κατασκάπτει. 5 ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλους δίκτυον, περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν. 6 ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς, δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται. 7 ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς, ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν, καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων. 8 ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν, σοφοὶ δὲ ἐπέστρεψαν ὀργήν. 9 ἀνὴρ σοφὸς κρινεῖ ἔθνη, ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει. 10 ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ. 11 ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. 12 βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπ᾿ αὐτὸν παράνομοι. 13 δανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. 14 βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχούς, ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται. 15 πληγαὶ καὶ ἔλεγχοι διδόασι σοφίαν, παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ. 16 πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι, οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται. 17 παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε, καὶ δώσει κόσμον τῇ ψυχῇ σου. 18 οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός. 19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ᾿ οὐχ ὑπακούσεται. 20 ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. 21 ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ᾿ ἑαυτῷ. 22 ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίαν. 23 ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος. 24 ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσι, 25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν· ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ εὐφρανθήσεται. ἀσέβεια ἀνδρὶ δίδωσι σφάλμα, ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ, σωθήσεται. 26 πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων, παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί. 27 βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος, βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός. (Μασσ. ΛΑ´, 10). Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. 11 θάρσει ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· 12 ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. 13 μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. 14 ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον.* 15 καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. 16 θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. 17 ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. 18 ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. 19 τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. 20 χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. 21 οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. 22 δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. 23 περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. 24 σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. 25 ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. 26 στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. 27 στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. 28 τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. 29 Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. 30 ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. 31 δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Παρασκευή 1 Νοεμβρίου 2019

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ 28 

ΦΕΥΓΕΙ ἀσεβὴς μηδενὸς διώκοντος, δίκαιος δὲ ὥσπερ λέων πέποιθε. 2 δι᾿ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς. 3 ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής, 4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουν ἀσέβειαν, οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος. 5 ἄνδρες κακοὶ οὐ νοήσουσι κρίμα, οἱ δὲ ζητοῦντες τὸν Κύριον συνήσουσιν ἐν παντί. 6 κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ, πλουσίου ψευδοῦς. 7 φυλάσσει νόμον υἱὸς συνετός, ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα. 8 ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν. 9 ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. 10 ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθά, καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. 11 σοφὸς παρ᾿ ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ. 12 διὰ βοήθειαν δικαίων πολλὴν γίνεται δόξα, ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. 13 ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται. 14 μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι᾿ εὐλάβειαν, ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς. 15 λέων πεινῶν καὶ λύκος διψῶν, ὃς τυραννεῖ, πτωχὸς ὤν, ἔθνους πενιχροῦ. 16 βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται. 17 ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος, φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ. 17α παίδευε υἱὸν καὶ ἀγαπήσει σε, καὶ δώσει κόσμον τῇ σῆ ψυχῇ· οὐ μὴ ὑπακούσει ἔθνει παρανόμῳ. 18 ὁ πορευόμενος δικαίως βεβοήθηται, ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται. 19 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων, ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας. 20 ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται, ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται. 21 ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός· ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα. 22 σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. 23 ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος. 24 ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα, καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. 25 ἄπιστος ἀνὴρ κρίνει εἰκῆ, ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται. 26 ὃς πέποιθε θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων· ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται. 27 ὃς δίδωσι πτωχοῖς, οὐκ ἐνδεηθήσεται, ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται. 28 ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.