Τετάρτη 1 Ιανουαρίου 2020

ΑΣΜΑ ΑΣΜΑΤΩΝ

ΚΕΦΑΛΑΙΟΝ 7 


ΕΠΙΣΤΡΕΦΕ, ἐπίστρεφε, ἡ Σουλαμῖτις· ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί, τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. 2 ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ Ναδάβ· ρυθμοὶ μηρῶν ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου· 3 ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις· 4 δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος· 5 ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν ᾿Εσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ· 6 κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. 7 τί ὡραιώθης καὶ τὶ ἡδύνθης ἀγάπη, ἐν τρυφαῖς σου; 8 τοῦτο μέγεθός σου, ὡμοιώθης τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. 9 εἶπα· ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ρινός σου ὡς μῆλα 10 καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν. 11 ᾿Εγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ᾿ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. 12 ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις· 13 ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ροαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. 14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.

Δευτέρα 30 Δεκεμβρίου 2019

ΑΣΜΑ ΑΣΜΑΤΩΝ

ΚΕΦΑΛΑΙΟΝ 6 


ΠΟΥ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. 2 ᾿Αδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα. 3 ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἀδελφιδός μου ἐμοί, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. 4 Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς ῾Ιερουσαλήμ, θάμβος ὡς τεταγμέναι. 5 ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ. 6 ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. 7 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον τῆς ροᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. 8 ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. 9 μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καί γε παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν. 10 τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι; 11 Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνθισεν ἡ ἄμπελος, ἐξήνθησαν αἱ ροαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. 12 οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα ᾿Αμιναδάβ.

Παρασκευή 27 Δεκεμβρίου 2019

ΑΣΜΑ ΑΣΜΑΤΩΝ

ΚΕΦΑΛΑΙΟΝ 5 


ΕΙΣΗΛΘΟΝ εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου· φάγετε, πλησίοι, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί. 2 ᾿Εγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. ῎Ανοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός. 3 ᾿Εξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς; 4 ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ᾿ αὐτόν. 5 ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου, χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου. 6 ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδός μου παρῆλθε. ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. 7 εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με· ἦραν τὸ θέριστρόν μου ἀπ᾿ ἐμοῦ φύλακες τῶν τειχέων. 8 ὥρκισα ὑμᾶς, θυγατέρες ῾Ιερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι. 9 Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; 10 ᾿Αδελφιδός μου, λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων· 11 κεφαλὴ αὐτοῦ χρυσίον καιφάζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ· 12 ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουσμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα· 13 σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη· 14 χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου· 15 κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι· 16 φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες ῾Ιερουσαλήμ.

Πέμπτη 26 Δεκεμβρίου 2019

ΑΣΜΑ ΑΣΜΑΤΩΝ

ΚΕΦΑΛΑΙΟΝ 4 


Ιδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ. 2 ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. 3 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον ροᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. 4 ὡς πύργος Δαυΐδ τράχηλός σου, ὁ ᾠκοδομημένος εἰς θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ᾿ αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν. 5 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις. 6 ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί, πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου. 7 ὅλη καλὴ εἶ, πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. 8 δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ ᾿Ερμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. 9 ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλων σου. 10 τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα; 11 κηρίον ἀποστάζουσι χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου. 12 κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. 13 ἀποστολαί σου παράδεισος ροῶν μετὰ καρποῦ ἀκροδρύων, κύπροι μετὰ νάρδων, 14 νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα ἀλὼθ μετὰ πάντων πρώτων μύρων. 15 πηγὴ κήπου καὶ φρέαρ ὕδατος ζῶντος καὶ ροιζοῦντος ἀπὸ τοῦ Λιβάνου. 16 ᾿Εξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ρευσάτωσαν ἀρώματά μου· καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.

Πέμπτη 19 Δεκεμβρίου 2019

ΑΣΜΑ ΑΣΜΑΤΩΝ

ΚΕΦΑΛΑΙΟΝ 3 


ΕΠΙ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέ μου. 2 ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. 3 εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; 4 ὡς μικρὸν ὅτε παρῆλθον ἀπ᾿ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. 5 ὥρκισα ὑμᾶς, θυγατέρες ῾Ιερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. 6 Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; 7 ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν ᾿Ισραήλ, 8 πάντες κατέχοντες ρομφαίαν, δεδιδαγμένοι πόλεμον, ἀνὴρ ρομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξί. 9 φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου· 10 στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον· ἐπίβασις αὐτοῦ πορφυρᾶ, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀγάπην ἀπὸ θυγατέρων ῾Ιερουσαλήμ. 11 θυγατέρες Σιών, ἐξέλθατε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.