Τετάρτη 17 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 28 


Ο ΕΚΔΙΚΩΝ παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει. 2 ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται. 3 ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν; 4 ἐπ᾿ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται; 5 αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; 6 μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς. 7 μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαθήκην ῾Υψίστου καὶ πάριδε ἄγνοιαν. 8 ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην, 9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβάλλει διαβολήν. 10 κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, καὶ κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται. 11 ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα. 12 ἐὰν φυσήσῃς εἰς σπινθῆρα, ἐκκαήσεται, καὶ ἐὰν πτύσῃς ἐπ᾿ αὐτόν, σβεσθήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται. 13 Ψίθυρον καὶ δίγλωσσον καταράσασθε, πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν. 14 γλῶσσα τρίτη πολλοὺς ἐσάλευσε καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλε καὶ οἰκίας μεγιστάνων κατέστρεψε. 15 γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλε καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐτῶν. 16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνώσει μεθ᾿ ἡσυχίας. 17 πληγὴ μάστιγος ποιεῖ μώλωπας, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ. 18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν. 19 μακάριος ὁ σκεπασθεὶς ἀπ᾿ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσε τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη· 20 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκεοι. 21 θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς. 22οὐ μὴ κρατήσει εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται. 23 οἱ καταλείποντες Κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐξαποσταλήσεται ἐπ᾿ αὐτοῖς ὡς λέων, καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς. 24 ἴδε περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον· 25 καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν, καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν. 26 πρόσεχε μήπως ὀλισθήσῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.

Δευτέρα 15 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 27 


ΧΑΡΙΝ διαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν. 2 ἀναμέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος, καὶ ἀναμέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία. 3 ἐὰν μὴ ἐν φόβῳ Κυρίου κρατήσῃ κατὰ σπουδήν, ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος. 4 ᾿Εν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ. 5 σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ. 6 γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου. 7 πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα, οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.— 8 ᾿Εὰν διώκῃς τὸ δίκαιον, καταλήψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης. 9 πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει. 10 λέων θήραν ἐνεδρεύει, οὕτως ἁμαρτίαι ἐργαζομένους ἄδικα. 11 διήγησις εὐσεβοῦς διαπαντὸς σοφία, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. 12 εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. 13 διήγησις μωρῶν προσόχθισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας. 14 λαλιὰ πολυόρκου ὀρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων. 15 ἔκχυσις αἵματος μάχη ὑπερηφάνων, καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.— 16 ῾Ο ἀποκαλύπτων μυστήρια ἀπώλεσε πίστιν, καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ. 17 στέρξον φίλον καὶ πιστώθητι μετ᾿ αὐτοῦ· ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ. 18 καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ, οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον· 19 καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας, οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν. 20 μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος. 21 ὅτι τραῦμά ἐστι καταδῆσαι καὶ λοιδορίας ἐστὶ διαλλαγή, ὁ δὲ ἀποκαλύψας μυστήρια ἀπήλπισεν.— 22 Διανεύων ὀφθαλμῷ τεκταίνει κακά, καὶ οὐδεὶς αὐτὸν ἀποστήσει ἀπ᾿ αὐτοῦ· 23 ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ στόμα σου, καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. 24 πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ Κύριος μισήσει αὐτόν. 25 ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διελεῖ τραύματα. 26 ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται. 27 ὁ ποιῶν πονηρὰ εἰς αὐτὸν κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ. 28 ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν. 29 παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν. 30 Μῆνις καὶ ὀργὴ καὶ ταῦτά ἐστι βδελύγματα καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.

Σάββατο 13 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 26 



ΓΥΝΑΙΚΟΣ ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος. 2 γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. 3 γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται. 4 πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν. 5 ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά. 6 ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα. 7 βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου. 8 ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει. 9 πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται. 10 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται. 11 ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ· 12 ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν. 13 χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς. 14 δόσις Κυρίου γυνὴ σιγηρά, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς. 15 χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά, καὶ οὐκ ἔστι σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς. 16 ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς. 17 λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ. 18 στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς. [19 Τέκνον, ἀκμὴν ἡλικίας σου συντήρησον ὑγιῆ, καὶ μὴ δῷς ἀλλοτρίοις τὴν ἰσχύν σου. 20 ἀναζητήσας παντὸς πεδίου εὔγειον κλῆρον σπεῖρε τὰ ἴδια σπέρματα πεποιθὼς τῇ εὐγενείᾳ σου· 21 οὕτως τὰ γενήματά σου περιόντα καὶ παρρησίαν εὐγενείας ἔχοντα μεγαλυνοῦσι. 22 γυνὴ μισθία ἴση σιάλῳ λογισθήσεται, ὕπανδρος δὲ πύργος θανάτου τοῖς χρωμένοις λογισθήσεται. 23 γυνὴ ἀσεβὴς ἀνόμῳ μερὶς δοθήσεται, εὐσεβὴς δὲ δίδοται τῷ φοβουμένῳ τὸν Κύριον. 24 γυνὴ ἀσχήμων ἀτιμίαν κατατρίψει, θυγάτηρ δὲ εὐσχήμων καὶ τὸν ἄνδρα ἐντραπήσεται. 25 γυνὴ ἀδιάτρεπτος ὡς κύων λογισθήσεται, ἡ δὲ ἔχουσα αἰσχύνην τὸν Κύριον φοβηθήσεται. 26 γυνὴ ἄνδρα ἴδιον τιμῶσα σοφὴ πᾶσι φανήσεται, ἀτιμάζουσα δὲ ἐν ὑπερηφανίᾳ ἀσεβὴς πᾶσι γνωσθήσεται. γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, ὁ γὰρ ἀριθμὸς τῶν ἐτῶν αὐτοῦ διπλάσιος ἔσται. 27 γυνὴ μεγαλόφωνος καὶ γλωσσώδης ὡς σάλπιγξ πολέμων εἰς τροπὴν θεωρηθήσεται, ἀνθρώπου δὲ παντὸς ψυχὴ ὁμοιότροπος τούτοις, πολέμου ἀκαταστασίαις τὴν ψυχὴν διαιτηθήσεται].— 28 ᾿Επὶ δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν, ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν· ὁ Κύριος ἑτοιμάσει εἰς ρομφαίαν αὐτόν. 29 Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας.

Τετάρτη 10 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 25  


ΕΝ τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι. 2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.— 3 ᾿Εν νεότητι οὐ συναγήοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου; 4 ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν. 5 ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. 6 στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.— 7 ᾿Εννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν· 8 μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ· 9 μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων· 10 ὡς μέγας ὁ εὑρὼν σοφίαν· ἀλλ᾿ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον· 11 φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται; [12 φόβος Κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ, πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ]. 13 Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός· 14 πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν. 15 οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ. 16 συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. 17 πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος. 18 ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ ἀκούσας ἀνεστέναξε πικρά. 19 μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ. 20 ἀνάβασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. 21 μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς. 22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. 23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς. 24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι᾿ αὐτὴν ἀποθνήσκομεν πάντες. 25 μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ ἐξουσίαν. 26 εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.

Δευτέρα 8 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 24  


ΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ.— ῾Η σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται. 2 ἐν ἐκκλησίᾳ ῾Υψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται· 3 ἐγὼ ἀπὸ στόματος ῾Υψίστου ἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· 4 ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης· 5 γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα· 6 ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην. 7 μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι. 8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου καὶ εἶπεν· ἐν ᾿Ιακὼβ κατασκήνωσον καὶ ἐν ᾿Ισραὴλ κατακληρονομήθητι. 9 πρὸ τοῦ αἰῶνος ἀπ᾿ ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω. 10 ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιὼν ἐστηρίχθην· 11 ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσε, καὶ ἐν ῾Ιερουσαλὴμ ἡ ἐξουσία μου· 12 καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ. 13 ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν ᾿Αερμών· 14 ὡς φοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν ῾Ιεριχώ, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος. 15 ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ. 16 ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος. 17 ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. [18 ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς, καὶ φόβου καὶ γνώσεως καὶ τῆς ὁσίας ἐλπίδος, δίδομαι οὖν πᾶσι τοῖς τέκνοις μου, ἀειγενὴς τοῖς λεγομένοις ὑπ’ αὐτοῦ]. 19 προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτων μου ἐμπλήσθητε· 20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον. 21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν. 22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι. 23 ταῦτα πάντα βίβλος διαθήκης Θεοῦ ῾Υψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς ᾿Ιακώβ. [24 μὴ ἐκλύεσθε ἰσχὺν ἐν Κυρίῳ, κολλᾶσθε δὲ πρὸς αὐτόν, ἵνα κραταιώσῃ ὑμᾶς, Κύριος παντοκράτωρ Θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ]. 25 ὁ πιμπλῶν ὡς Φεισὼν σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων, 26 ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς ᾿Ιορδάνης ἐν ἡμέραις θερισμοῦ, 27 ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ. 28 οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν· 29 ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης. 30 κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον· 31 εἶπα· ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν. 32 ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν· 33 ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων. 34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν.