Τετάρτη 12 Αυγούστου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ 48 


ΚΑΙ ἀνέστη ᾿Ηλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο· 2 ὃς ἐπήγαγεν ἐπ᾿ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς· 3 ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτως τρὶς πῦρ. 4 ὡς ἐδοξάσθης, ᾿Ηλία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι; 5 ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ῾Υψίστου· 6 ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν· 7 ὁ ἀκούων ἐν Σινᾷ ἐλεγμὸν καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως· 8 ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ᾿ αὐτόν· 9 ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων· 10 ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς ᾿Ιακώβ. 11 μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι, καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα. 12 ᾿Ηλίας, ὃς ἐν λαίλαπι ἐσκεπάσθη, καὶ ᾿Ελισαιὲ ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς. 13 πᾶς λόγος οὐχ ὑπερῇρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροφήτευσε τὸ σῶμα αὐτοῦ· 14 καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.— 15 ᾿Εν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ. καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων τῷ οἴκῳ Δαυίδ· 16 τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.— 17 ᾿Εζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς τὸ μέσον αὐτῆς ὕδωρ, ὤρυξε σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα. 18 ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρὶμ καὶ ἀπέστειλε Ραψάκην, καὶ ἀπῇρε· καὶ ἐπῇρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σιὼν καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ. 19 τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι· 20 καὶ ἐπεκαλέσαντο τὸν Κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ ῾Ησαΐου. 21 ἐπάταξε τὴν παρεμβολὴν τῶν ᾿Ασσυρίων. καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ. 22 ἐποίησε γὰρ ᾿Εζεκίας τὸ ἀρεστὸν Κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο ῾Ησαΐας ὁ προφήτης, ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ. 23 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκε ζωὴν βασιλεῖ. 24 πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιών· 25 ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.

Τρίτη 11 Αυγούστου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ 47 


ΚΑΙ μετὰ τοῦτο ἀνέστη Νάθαν προφητεύειν ἐν ἡμέραις Δαυίδ. 2 ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυὶδ ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ. 3 ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων. 4 ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινε γίγαντα καὶ ἐξῇρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ; 5 ἐπεκαλέσατο γὰρ Κύριον τὸν ῞Υψιστον καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ, ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ. 6 οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις Κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης· 7 ἐξέτριψε γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσε Φυλιστιεὶμ τοὺς ὑπεναντίους· ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας. 8 ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ῾Υψίστῳ ρήματι δόξης· ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησε καὶ ἠγάπησε τὸν ποιήσαντα αὐτόν. 9 καὶ ἔστησε ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη· 10 ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησε καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωΐ ἠχεῖν τὸ ἁγίασμα. 11 Κύριος ἀφεῖλε τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ ᾿Ισραήλ.— 12 Μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δι᾿ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ· 13 Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, ᾧ ὁ Θεὸς κατέπαυσε κυκλόθεν, ἵνα στήσῃ οἶκον ἐπ᾿ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα. 14 ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως. 15 γῆν ἐπεκάλυψεν ἡ ψυχή σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων· 16 εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου· 17 ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι. 18 ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ τοῦ ἐπικεκλημένου Θεοῦ ᾿Ισραήλ, συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλυβδον ἐπλήθυνας ἀργύριον. 19 παρανέκλινας τὰς λαγόνας σου γυναιξὶ καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου· 20 ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου, 21 γενέσθαι δίχα τυραννίδα καὶ ἐξ ᾿Εφραὶμ ἄρξαι βασιλείαν ἀπειθῆ. 22 ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ καὶ οὐ μὴ διαφθείρῃ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· καὶ τῷ ᾿Ιακὼβ ἔδωκε κατάλειμμα καὶ τῷ Δαυὶδ ἐξ αὐτοῦ ρίζαν.— 23 Καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπε μετ᾿ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει, Ροβοάμ, ὃς ἀπέστησε λαὸν ἐκ βουλῆς αὐτοῦ, καὶ ῾Ιεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραὴλ καὶ ἔδωκε τῷ ᾿Εφραὶμ ὁδὸν ἁμαρτίας. 24 καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν· 25 καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν, ἕως ἐκδίκησις ἔλθῃ ἐπ᾿ αὐτούς.

Παρασκευή 31 Ιουλίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 46


ΚΡΑΤΑΙΟΣ ἐν πολέμοις ᾿Ιησοῦς Ναυῆ καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν ᾿Ισραήλ. 2 ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ρομφαίαν ἐπὶ πόλεις. 3 τίς πρότερον αὐτοῦ οὕτως ἔστη; τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν. 4 οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο; 5 ἐπεκαλέσατο τὸν ῞Υψιστον δυνάστην ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν, καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· 6 κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ· καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου.— 7 Καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, αὐτὸς καὶ Χάλεβ υἱὸς ᾿Ιεφοννῆ, ἀντιστῆναι ἔναντι ἐκκλησίας, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας. 8 καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ρέουσαν γάλα καὶ μέλι. 9 καὶ ἔδωκεν ὁ Κύριος τῷ Χάλεβ ἰσχύν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν, 10 ὅπως ἴδωσι πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.— 11 Καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις· 12 τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐφ᾿ υἱοῖς δεδοξασμένων αὐτῶν.— 13 ᾿Ηγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουὴλ προφήτης Κυρίου κατέστησε βασιλείαν καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ· 14 ἐν νόμῳ Κυρίου ἔκρινε συναγωγήν, καὶ ἐπεσκέψατο Κύριος τὸν ᾿Ιακώβ· 15 ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως. 16 καὶ ἐπεκαλέσατο τὸν Κύριον δυνάστην ἐν τῷ θλῖψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ· 17 καὶ ἐβρόντησεν ἀπ᾿ οὐρανοῦ Κύριος καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ 18 καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιείμ. 19 καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ αὐτοῦ· χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος. 20 καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν ἐπροφήτευσε καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.

Τετάρτη 29 Ιουλίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 45 


ΚΑΙ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός, ἠγαπημένον ὑπὸ Θεοῦ καὶ ἀνθρώπων, Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις· 2 ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν· 3 ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ· 4 ἐν πίστει καὶ πραΰτητι αὐτὸν ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός· 5 ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης διδάξαι τὸν ᾿Ιακὼβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν ᾿Ισραήλ.— 6 ᾿Ααρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευΐ· 7 ἔστησεν αὐτῷ διαθήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν στολὴν δόξης· 8 ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος, περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα, 9 καὶ ἐκύκλωσεν αὐτὸν ροΐσκοις χρυσοῖς, κώδωσι πλείστοις κυκλόθεν, ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ· 10 στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας, κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου, 11 λίθοις πολυτελέσι γλύμματος σφραγῖδος, ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ᾿ ἀριθμὸν φυλῶν ᾿Ισραήλ· 12 στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα ὡραῖα· 13 πρὸ αὐτοῦ οὐ γέγονε τοιαῦτα ἕως αἰῶνος, οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διαπαντός. 14 θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθημέραν ἐνδελεχῶς δίς. 15 ἐπλήρωσε Μωσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι αὐτοῦ. 16 ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος προσαγαγεῖν κάρπωσιν Κυρίῳ, θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου. 17 ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν ᾿Ιακὼβ τὰ μαρτύρια καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι ᾿Ισραήλ. 18 ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἄνδρες οἱ περὶ Δαθὰν καὶ ᾿Αβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ ἐν θυμῷ καὶ ὀργῇ· 19 εἶδε Κύριος καὶ οὐκ εὐδόκησε, καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς· ἐποίησεν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ. 20 καὶ προσέθηκεν ᾿Ααρὼν δόξαν καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· ἀπαρχὰς πρωτογεννημάτων ἐμέρισεν αὐτῷ, ἄρτον πρώτοις ἡτοίμασε πλησμονήν· 21 καὶ γὰρ θυσίας Κυρίου φάγονται, ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ. 22 πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ, αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία.— 23 Καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ, ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ ᾿Ισραήλ. 24 διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ, ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας. 25 καὶ διαθήκην τῷ Δαυὶδ υἱῷ ᾿Ιεσσαὶ ἐκ φυλῆς ᾿Ιούδα, κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου· κληρονομία ᾿Ααρὼν καὶ τῷ σπέρματι αὐτοῦ. 26 δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.

Δευτέρα 27 Ιουλίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 44 


ΠΑΤΕΡΩΝ ΥΜΝΟΣ.— Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει. 2 πολλὴν δόξαν ἔκτισεν ὁ Κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπ᾿ αἰῶνος. 3 κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις· 4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· 5 ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ· 6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύϊ, εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν· 7 πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα. 8 εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους· 9 καὶ εἰσὶν ὧν οὐκ ἔστι μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ᾿ αὐτούς. 10 ἀλλ᾿ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν· 11 μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία, ἔκγονα αὐτῶν· 12 ἐν ταῖς διαθήκαις ἔστη σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι᾿ αὐτούς· 13 ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται· 14 τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς· 15 σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία. 16 ᾿Ενὼχ εὐηρέστησε Κυρίῳ καὶ μετετέθη, ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς. 17 Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ, ὅτε ἐγένετο κατακλυσμός· 18 διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.— 19 ῾Αβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ· 20 ὃς συνετήρησε νόμον ῾Υψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ᾿ αὐτοῦ· ἐν σαρκὶ αὐτοῦ ἔστησε διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός. 21 διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου γῆς. 22 καὶ ἐν τῷ ᾿Ισαὰκ ἔστησεν οὕτως διὰ ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην 23 καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν ᾿Ιακώβ. ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλε μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισε δεκαδύο.