ΚΕΦΑΛΑΙΟΝ 4
ΑΚΟΥΣΑΤΕ τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος, αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας, αἱ καταδυναστεύουσαι πτωχοὺς καὶ καταπατοῦσαι πένητας, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν· ἐπίδοτε ἡμῖν ὅπως πίωμεν. 2 ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ᾿ ὑμᾶς, καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθ᾿ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί, 3 καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριφήσεσθε εἰς τὸ ὄρος τὸ Ρεμμάν, λέγει Κύριος. 4 Εἰσήλθατε εἰς Βαιθὴλ καὶ ἠνομήσατε καὶ εἰς Γάλγαλα ἐπληθύνατε τοῦ ἀσεβῆσαι καὶ ἠνέγκατε εἰς τὸ πρωΐ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν· 5 καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας. ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ ᾿Ισραήλ, λέγει Κύριος. 6 καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν· καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος. 7 καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται, καὶ μερίς, ἐφ᾿ ἣν οὐ βρέξω ἐπ᾿ αὐτήν, ξηρανθήσεται· 8 καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσι· καὶ οὐκ ἐπιστράφητε πρός με, λέγει Κύριος. 9 ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ· ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν καὶ συκεῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδ᾿ ὧς ἐπεστρέψατε πρός με, λέγει Κύριος. 10 ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου καὶ ἀπέκτεινα ἐν ρομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ἐν τῇ ὀργῇ μου· καὶ οὐδ᾿ ὧς ἐπεστρέψατε πρός με, λέγει Κύριος. 11 κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός· καὶ οὐδ᾿ ὧς ἐπεστρέψατε πρός με, λέγει Κύριος. 12 διὰ τοῦτο οὕτως ποιήσω σοι, ᾿Ισραήλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, ᾿Ισραήλ. 13 διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων· εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
ΚΕΦΑΛΑΙΟΝ 3
ΑΚΟΥΣΑΤΕ τὸν λόγον τοῦτον, ὃν ἐλάλησε Κύριος ἐφ᾿ ὑμᾶς, οἶκος ᾿Ισραήλ, καὶ κατὰ πάσης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων· 2 πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ᾿ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν. 3 εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; 4 εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι; 5 εἰ πεσεῖται ὄρνεον ἐπὶ γῆς γῆς ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τί; 6 εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε; 7 διότι οὐ μὴ ποιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποικαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας. 8 λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; 9 ᾿Απαγγείλατε χώραις ἐν ᾿Ασσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε· συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ καταδυναστείαν τὴν ἐν αὐτῇ· 10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. 11 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός· Τύρος, κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. 12 τάδε λέγει Κύριος· ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ ᾿Ισραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι τῆς φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς, 13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ ᾿Ιακώβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· 14 διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ ᾿Ισραὴλ ἐπ᾿ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν· 15 συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται ἕτεροι οἶκοι πολλοί, λέγει Κύριος.
ΚΕΦΑΛΑΙΟΝ 2
ΤΑΔΕ λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς ᾿Ιδουμαίας εἰς κονίαν. 2 καὶ ἐξαποστελῶ πῦρ εἰς Μωάβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος. 3 καὶ ἐξολοθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας αὐτῆς ἀποκτενῶ μετ᾿ αὐτοῦ, λέγει Κύριος. 4 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισίν ἀσεβείαις υἱῶν ᾿Ιούδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον τοῦ Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν, ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν. 5 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ ᾿Ιούδαν, καὶ καταφάγεται θεμέλια ῾Ιερουσαλήμ. 6 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις᾿Ισραὴλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, 7 τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλῶσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν. 8 καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν. 9 ἐγὼ δὲ ἐξῇρα τὸν ᾿Αμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν, καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ρίζας αὐτοῦ ὑποκάτωθεν. 10 καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν ᾿Αμορραίων. 11 καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν. μὴ οὐκ ἔστι ταῦτα υἱοὶ ᾿Ισραήλ; λέγει Κύριος. 12 καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες· οὐ μὴ προφητεύσητε. 13 διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης· 14 καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, 15 καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ καὶ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ 16 καὶ ὁ κραταιὸς οὐ μὴ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.
ΚΕΦΑΛΑΙΟΝ 1
ΛΟΓΟΙ ᾿Αμώς, οἳ ἐγένοντο ἐν ᾿Ακκαρεὶμ ἐκ Θεκουέ, οὓς εἶδεν ὑπὲρ ῾Ιερουσαλὴμ ἐν ἡμέραις ᾿Οζίου βασιλέως ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ τοῦ ᾿Ιωὰς βασιλέως ᾿Ισραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. 2 Καὶ εἶπε· Κύριος ἐκ Σιὼν ἐφθέγξατο καὶ ἐξ ῾Ιερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου. 3 Καὶ εἶπε Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ· 4 καὶ ἀποστελῶ πῦρ εἰς τὸν οἶκον ᾿Αζαήλ, καὶ καταφάγεται τὰ θεμέλια υἱοῦ ῎Αδερ· 5 καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου ῏Ων, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαρράν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος. 6 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμὼν τοῦ συγκλεῖσαι εἰς τὴν ᾿Ιδουμαίαν. 7 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς· 8 καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐξ ᾿Αζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ ᾿Ασκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ ᾿Ακκάρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος. 9 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν, ἀνθ᾿ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν ᾿Ιδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν· 10 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς. 11 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς ᾿Ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ρομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος. 12 καὶ ἐξαποστελῶ πῦρ εἰς Θαμάν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς. 13 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν ᾿Αμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν· 14 καὶ ἀνάψω πῦρ ἐπὶ τείχη Ραββάθ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς· 15 καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶ ἐπὶ τὸ αὐτό, λέγει Κύριος.
ΚΕΦΑΛΑΙΟΝ 14
ΑΦΑΝΙΣΘΗΣΕΤΑΙ Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ρομφαίᾳ πεσοῦνται αὐτοί, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται. 2 ἐπιστράφηθι, ᾿Ισραήλ, πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησαν ἐν ταῖς ἀδικίαις σου. 3 λάβετε μεθ᾿ ἑαυτῶν λόγους καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἴπατε αὐτῷ, ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν. 4 ᾿Ασσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφ᾿ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν· θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν. 5 ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀποστρέψω τὴν ὀργήν μου ἀπ᾿ αὐτοῦ. 6 ἔσομαι ὡς δρόσος τῷ ᾿Ισραήλ, ἀνθήσει ὡς κρίνον καὶ βαλεῖ τὰς ρίζας αὐτοῦ ὡς ὁ Λίβανος· 7 πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου· 8 ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ὡς ἄμπελος μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου. 9 τῷ ᾿Εφραίμ, τί αὐτῷ ἔτι καὶ εἰδώλοις; ἐγὼ ἐταπείνωσα αὐτόν, καὶ ἐγὼ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. 10 τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.