Παρασκευή 15 Ιανουαρίου 2021

ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ 4 


ΚΑΙ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ 2 καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα· ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς· 3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων. 4 καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων· τί ἐστι ταῦτα, κύριε; 5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρός με λέγων· οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα· οὐχί, κύριε. 6 καὶ ἀπεκρίθη καὶ εἶπε πρός με λέγων· οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων· οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ᾿ ἢ ἐν πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. 7 τίς εἶ σύ, τό ὄρος τὸ μέγα, τὸ πρὸ προσώπου Ζαροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς. 8 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 9 αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ, διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε. 10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. 11 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν· τί αἱ δύο ἐλαῖαι αὗται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; 12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν· τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; 13 καὶ εἶπε πρός με· οὐκ οἶδας τί ἐστι ταῦτα; καὶ εἶπα οὐχί, κύριε. 14 καὶ εἶπεν· οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι Κυρίῳ πάσης τῆς γῆς.

Τετάρτη 13 Ιανουαρίου 2021

ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ 3 


ΚΑΙ ἔδειξέ μοι Κύριος ᾿Ιησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. 2 καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν ῾Ιερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; 3 καὶ ᾿Ιησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ρυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. 4 καὶ ἀπεκρίθη καὶ εἶπε πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων· ἀφέλετε τὰ ἱμάτια τὰ ρυπαρὰ ἀπ᾿ αὐτοῦ. καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη 5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τήν κεφαλὴν αὐτοῦ. καί περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει. 6 καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς ᾿Ιησοῦν λέγων· 7 τάδε λέγει Κύριος παντοκράτωρ· ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. 8 ἄκουε δή, ᾿Ιησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου ᾿Ανατολήν· 9 διότι ὁ λίθος, ὃν ἔδωκα πρὸ προσώπου τοῦ ᾿Ιησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν. ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. 10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.

Δευτέρα 11 Ιανουαρίου 2021

ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ  2 


ΚΑΙ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. 2 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπε πρός με· ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν ᾿Ιούδαν καὶ τὸν ᾿Ισραὴλ καὶ ῾Ιερουσαλήμ. 3 καὶ ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. 4 καὶ εἶπα· τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε· ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν ᾿Ιούδα καὶ τὸν ᾿Ισραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ᾖρε κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ διασκορπίσαι αὐτήν. 5 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. 6 καὶ εἶπα πρὸς αὐτόν· ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρός με· διαμετρῆσαι τὴν ῾Ιερουσαλὴμ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι καὶ πηλίκον τὸ μῆκος. 7 καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ. 8 καὶ εἶπε πρὸς αὐτὸν λέγων· δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων· κατακάρπως κατοικηθήσεται ῾Ιερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς· 9 καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. 10 ὦ ὦ φεύγετε ἀπὸ γῆς Βορρᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος· 11 εἰς Σιὼν ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. 12 διότι τάδε λέγει Κύριος παντοκράτωρ· ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. 13 διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ᾿ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με. 14 τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. 15 καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε. 16 καὶ κατακληρονομήσει Κύριος τὸν ᾿Ιούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν ῾Ιερουσαλήμ. 17 εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.                                                                                                                                                                                                                                                 

Παρασκευή 8 Ιανουαρίου 2021

ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ  1 


ΕΝ τῷ ὀγδόῳ μηνί, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου, υἱὸν ᾿Αδδὼ τὸν προφήτην λέγων· 2 ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην, 3 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων. 4 καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες· τάδε λέγει Κύριος παντοκράτωρ· ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος. 5 οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται; 6 πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρίθησαν καὶ εἶπαν· καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν. 7 Τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδεκάτῳ μηνί —οὗτός ἐστιν ὁ μὴν Σαβάτ— ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν ᾿Αδδὼ τὸν προφήτην λέγων· 8 ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. 9 καὶ εἶπα· τί οὗτοι, Κύριε; καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. 10 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπε πρός με· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν. 11 καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον· περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἠσυχάζει. 12 καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπε· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; 13 καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ρήματα καλὰ καὶ λόγους παρακλητικούς. 14 καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἐζήλωκα τὴν ῾Ιερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν 15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾿ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. 16 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπιστρέψω ἐπὶ ῾Ιερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ ῾Ιερουσαλὴμ ἔτι. 17 καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἔτι ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν ῾Ιερουσαλήμ.

Πέμπτη 7 Ιανουαρίου 2021

ΑΓΓΑΙΟΣ

 ΚΕΦΑΛΑΙΟΝ  2


Τῼ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ καὶ εἰκάδι τοῦ μηνός, ἐλάλησε Κύριος ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων· 2 εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ πρὸς ᾿Ιησοῦν τοῦ ᾿Ιωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων· 3 τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; 4 καὶ νῦν κατίσχυε, Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε, ᾿Ιησοῦ ὁ τοῦ ᾿Ιωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε· διότι μεθ᾿ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ, 5 καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε, 6 διότι τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν· 7 καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ. 8 ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ. 9 διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. — 10 Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνός, ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς ᾿Αγγαῖον τὸν προφήτην λέγων· 11 τάδε λέγει Κύριος παντοκράτωρ· ἐπερώτησον δὴ τοὺς ἱερεῖς νόμον λέγων· 12 ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν· οὔ. 13 καὶ εἶπεν ᾿Αγγαῖος· ἐὰν ἅψηται μεμιασμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν· μιανθήσεται. 14 καὶ ἀπεκρίθη ᾿Αγγαῖος καὶ εἶπεν· οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας 15 καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου, 16 τίνες ᾖτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένοντο κριθῆς δέκα σάτα· καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι. 17 ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος. 18 ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα· ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν, 19 εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ροὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω. — 20 Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς ᾿Αγγαῖον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων· 21 εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα λέγων· ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν 22 καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλοθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ρομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ. 23 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιήλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντοκράτωρ.