ΚΕΦΑΛΑΙΟΝ 48
ΑΚΟΥΣΑΤΕ ταῦτα, οἶκος ᾿Ιακὼβ οἱ κεκλημένοι τῷ ὀνόματι ᾿Ισραὴλ καὶ ἐξ ᾿Ιούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ, μιμνησκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης 2 καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ Θεῷ ᾿Ισραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ. 3 τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε. 4 γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν. 5 καὶ ἀνήγγειλά σοι πάλαι, πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα· μήποτε εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησε, καὶ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι. 6 ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσθαι, καὶ οὐκ εἶπας. 7 νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς· ναὶ γινώσκω αὐτά. 8 οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ᾿ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. 9 ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολοθρεύσω σε. 10 ἰδοὺ πέπρακά σε οὐκ ἕνεκεν ἀργυρίου, ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας· 11 ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. 12 ῎Ακουέ μου, ᾿Ιακὼβ καὶ ᾿Ισραήλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, 13 καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. καλέσω αὐτούς, καὶ στήσονται ἅμα 14 καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων. 15 ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. 16 προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ᾿ ἀρχῆς ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν Κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ. 17 οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε, ὁ ἅγιος ᾿Ισραήλ· ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῆ. 18 καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης· 19 καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ. 20 ῎Εξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγεται· ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ ᾿Ιακώβ· 21 καὶ ἐὰν διψήσωσι, δι᾿ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ρυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. 22 οὐκ ἐστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν.
ΚΕΦΑΛΑΙΟΝ 47
ΚΑΤΑΒΗΘΙ, κάθισον ἐπὶ τὴν γῆν, παρθένος, θυγάτηρ Βαβυλῶνος, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. 2 λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς· 3 ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις. 4 εἶπεν ὁ ρυσάμενός σε Κύριος σαβαώθ, ὄνομα αὐτῷ ἅγιος ᾿Ισραήλ· 5 κάθισον κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας. 6 παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα. 7 καὶ εἶπας· εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα· οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατα. 8 νῦν δὲ ἄκουε ταῦτα, ἡ τρυφερά, ἡ καθημένη πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανίαν. 9 νῦν δὲ ἥξει ἐπὶ σὲ τὰ δύο ταῦτα ἐξαίφνης ἐν ἡμέρᾳ μιᾶ· ἀτεκνία καὶ χηρεία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα, 10 τῇ ἐλπίδι τῆς πονηρίας σου· σὺ γὰρ εἶπας· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶθι, ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. 11 καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξ ἀπίνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς. 12 στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι. 13 κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. 14 ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαυθήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ᾿ αὐτούς. 15 οὗτοι ἔσονταί σοι βοήθεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος, ἄνθρωπος καθ᾿ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.
ΚΕΦΑΛΑΙΟΝ 46
ΠΕΣΕ Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι 2 καὶ πεινῶντι, ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. 3 ᾿Ακούετέ μου, οἶκος τοῦ ᾿Ιακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ ᾿Ισραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου 4 ἕως γήρους· ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι· ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμᾶς. 5 τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι. 6 οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ, στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς. 7 αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὡς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώση αὐτόν. 8 μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοήσατε οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ, 9 καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ 10 ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. καὶ εἶπα· πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα, ὅσα βεβούλευμαι, ποιήσω· 11 καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. 12 ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης. 13 ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ᾿ ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ ᾿Ισραὴλ εἰς δόξασμα.
ΚΕΦΑΛΑΙΟΝ 45
ΟΥΤΩ λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. 2 ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω 3 καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ καλῶν τὸ ὄνομά σου, ὁ Θεὸς ᾿Ισραήλ. 4 ἕνεκεν τοῦ παιδός μου ᾿Ιακὼβ καὶ ᾿Ισραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε, σὺ δὲ οὐκ ἔγνως με 5 ὅτι ἐγὼ Κύριος ὁ Θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ Θεός, ἐνίσχυσά σε καὶ οὐκ ᾔδεις με, 6 ἵνα γνῶσι οἱ ἀπ᾿ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ Κύριος ὁ Θεός, καὶ οὐκ ἔστιν ἔτι· 7 ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ Κύριος ὁ Θεὸς ὁ ποιῶν πάντα ταῦτα. 8 εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ρανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα· ἐγώ εἰμι Κύριος ὁ κτίσας σε. 9 Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας; 10 μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό; ὁ λέγων τῷ πατρί· τί γεννήσεις; καὶ τῇ μητρί· τί ὠδίνεις; 11 ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος ᾿Ισραὴλ ὁ ποιήσας τὰ ἐπερχόμενα· ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. 12 ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. 13 ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος σαβαώθ. 14 Οὕτω λέγει Κύριος σαβαώθ· ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι καὶ οὐκ ἐστι Θεὸς πλὴν σοῦ· 15 σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ ᾿Ισραὴλ σωτήρ. 16 αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με, νῆσοι. 17 ᾿Ισραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι. 18 Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ Θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτὴν ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. 19 οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι ᾿Ιακώβ· μάταιον ζητήσατε. ἐγώ εἰμι ἐγώ εἰμι Κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν. 20 συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν, οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ οἱ προσευχόμενοι ὡς πρὸς θεούς, οἳ οὐ σῴζουσι. 21 εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ᾿ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν· ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ. 22 ἐπιστράφητε ἐπ᾿ ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ᾿ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστιν ἄλλος. 23 κατ᾿ ἐμαυτοῦ ὀμνύω, ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ Θεῷ 24 λέγων· δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσι καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς· 25 ἀπὸ Κυρίου δικαιωθήσονται καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν ᾿Ισραήλ.
ΚΕΦΑΛΑΙΟΝ 44
ΝΥΝ δὲ ἄκουσον, ᾿Ιακὼβ ὁ παῖς μου καὶ ᾿Ισραήλ, ὃν ἐξελεξάμην· 2 οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας· ἔτι βοηθηθήσῃ, μὴ φοβοῦ, παῖς μου ᾿Ιακὼβ καὶ ἠγαπημένος ᾿Ισραήλ, ὃν ἐξελεξάμην. 3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, 4 καὶ ἀνατελοῦσιν ὡς ἀναμέσον ὕδατος χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. 5 οὕτος ἐρεῖ· τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι ᾿Ιακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ· τοῦ Θεοῦ εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι ᾿Ισραὴλ βοήσεται. 6 Οὕτως λέγει ὁ Θεὸς ὁ βασιλεὺς τοῦ ᾿Ισραὴλ ὁ ρυσάμενος αὐτὸν Θεὸς σαβαώθ· ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. 7 τίς ὥσπερ ἐγώ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ᾿ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. 8 μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε· οὐκ ἀπ᾿ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔτσι Θεὸς πλὴν ἐμοῦ· 9 καὶ οὐκ ἦσαν τότε οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται 10 πάντες οἱ πλάσσοντες Θεὸν καὶ γλύφοντες ἀνωφελῆ, 11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στησάτωσαν ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα. 12 ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔστησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. 13 ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτὸ καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. 14 ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος καὶ ὑετὸς ἐμήκυνεν, 15 ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· καὶ λαβὼν ἀπ᾿ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾿ αὐτῶν, τὸ δὲ λοιπὸν εἰργάσαντο θεούς, καὶ προσκυνοῦσιν αὐτοῖς. 16 οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾿ αὐτῶν· καὶ ἐπ᾿ αὐτοῦ κρέας ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ. 17 τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων· ἐξελοῦ με, ὅτι θεός μου εἰς σύ. 18 οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. 19 καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέα ἔφαγε καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτῷ. 20 γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου; 21 Μνήσθητι ταῦτα ᾿Ιακὼβ καὶ ᾿Ισραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σὺ ᾿Ισραὴλ μὴ ἐπιλανθάνου μου. 22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφηθι πρός με, καὶ λυτρώσομαί σε. 23 εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ Θεός τὸν ᾿Ισραήλ· σαλπίσατε, τὰ θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν ᾿Ιακώβ, καὶ ᾿Ισραὴλ δοξασθήσεται. 24 Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας· ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. 25 τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων 26 καὶ ἱστῶν ρῆμα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων τῇ ῾Ιερουσαλήμ· κατοικηθήσῃ καὶ ταῖς πόλεσι τῆς ᾿Ιδουμαίας· οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ· 27 ὁ λέγων τῇ ἀβύσσῳ· ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· 28 ὁ λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων ῾Ιερουσαλήμ· οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.