ΚΕΦΑΛΑΙΟΝ 50
(Μασ. ΜΓ´) ΚΑΙ ἐγενήθη ὡς ἐπαύσατο ῾Ιερεμίας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους, 2 καὶ εἶπεν ᾿Αζαρίας υἱὸς Μαασαίου καὶ ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ ῾Ιερεμίᾳ λέγοντες· ψεύδη, οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς λέγων· μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ, 3 ἀλλ ἢ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα. 4 καὶ οὐκ ἤκουσεν ᾿Ιωανὰν καὶ πάντες ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου κατοικῆσαι ἐν γῇ ᾿Ιούδα. 5 καὶ ἔλαβεν ᾿Ιωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους ᾿Ιούδα, τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ, 6 τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια, καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς, ἃς κατέλιπε Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ ᾿Αχεικάμ, καὶ ῾Ιερεμίαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν Νηρίου 7 καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου· καὶ εἰσῆλθον εἰς Τάφνας. 8 καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν ἐν Τάφνας λέγων· 9 λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Τάφνας, κατ ὀφθαλμοὺς ἀνδρῶν ᾿Ιούδα 10 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων, ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ αὐτοὺς 11 καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον, εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμόν, εἰς ἀποικισμόν, καὶ οὓς εἰς ρομφαίαν, εἰς ρομφαίαν. 12 καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐξελεύσεται ἐν εἰρήνῃ, 13 καὶ συντρίψει τοὺς στύλους ῾Ηλιουπόλεως, τοὺς ἐν ῎Ων, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.
ΚΕΦΑΛΑΙΟΝ 49
(Μασ. ΜΒ´) ΚΑΙ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ ᾿Ιωανὰν καὶ ᾿Αζαρίας υἱὸς Μαασαίου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου 2 πρὸς ῾Ιερεμίαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ· πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι· 3 καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδόν, ᾗ πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσομεν. 4 καὶ εἶπεν αὐτοῖς ῾Ιερεμίας· ἤκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, ὁ λόγος, ὃν ἂν ἀποκριθήσεται Κύριος ὁ Θεός, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφ ὑμῶν ρῆμα. 5 καὶ αὐτοὶ εἶπαν τῷ ῾Ιερεμίᾳ· ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἐὰν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσωμεν· 6 καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν, τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν, ἀκουσόμεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. 7 Καὶ ἐγενήθη μεθ ἡμέρας δέκα ἐγενήθη λόγος Κυρίου πρὸς ῾Ιερεμίαν. 8 καὶ ἐκάλεσε τὸν ᾿Ιωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου 9 καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος· 10 ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθελῶ καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω, ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς ἐποίησα ὑμῖν. 11 μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ, μὴ φοβηθῆτε, φησὶ Κύριος, ὅτι μεθ ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ· 12 καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. 13 καὶ εἰ λέγετε ὑμεῖς· οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου, 14 ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν, 15 διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου· οὕτως εἶπε Κύριος· ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν, 16 καὶ ἔσται, ἡ ρομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμός, οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ, καταλήψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε. 17 καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ρομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ αὐτούς. 18 ὅτι οὕτως εἶπε Κύριος· καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλήμ, οὕτως στάξει ὁ θυμός μου ἐφ ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον, καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον, 19 ἃ ἐλάλησε Κύριος ἐφ ὑμᾶς τοὺς καταλοίπους ᾿Ιούδα· μὴ εἰσέλθητε εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσθε 20 ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες· πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καὶ κατὰ πάντα, ἃ ἐὰν λαλήσῃ σοι Κύριος, ποιήσομεν. 21 καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, ἧς ἀπέστειλέ με πρὸς ὑμᾶς. 22 καὶ νῦν ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ, ᾧ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ.
ΚΕΦΑΛΑΙΟΝ 48
(Μασ. ΜΑ´) ΚΑΙ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν ᾿Ισμαὴλ υἰὸς Ναθανίου υἱοῦ ᾿Ελεασὰ ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ αὐτοῦ πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα. 2 καὶ ἀνέστη ᾿Ισμαὴλ καὶ οἱ δέκα ἄνδρες, οἳ ἦσαν μετ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς, 3 καὶ πάντας τοὺς ᾿Ιουδαίους τοὺς ὄντας μετ αὐτοῦ ἐν Μασσηφᾷ καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ. 4 Καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολίαν, καὶ ἄνθρωπος οὐκ ἔγνω, 5 καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχὲμ καὶ ἀπὸ Σαλὴμ καὶ ἀπὸ Σαμαρείας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μαναὰ καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου. 6 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς ᾿Ισμαήλ· αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον, καὶ εἶπεν αὐτοῖς· εἰσέλθετε πρὸς Γοδολίαν. 7 καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως, ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ. 8 καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ ᾿Ισμαήλ· μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλθε καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. 9 καὶ τὸ φρέαρ, εἰς ὃ ἔρριψεν ἐκεῖ ᾿Ισμαὴλ πάντας, οὓς ἐπάταξε, φρέαρ μέγα τοῦτό ἐστιν, ὃ ἐποίησεν ὁ βασιλεὺς ᾿Ασὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως ᾿Ισραήλ· τοῦτο ἐνέπλησεν ᾿Ισμαὴλ τραυματιῶν. 10 καὶ ἀπέστρεψεν ᾿Ισμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρακατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ ᾿Αχεικάμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν ᾿Αμμών. 11 Καὶ ἤκουσεν ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ αὐτοῦ πάντα τὰ κακά, ἃ ἐποίησεν ᾿Ισμαήλ, 12 καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών. 13 καὶ ἐγένετο ὅτε εἶδε πᾶς ὁ λαὸς ὁ μετὰ ᾿Ισμαὴλ τὸν ᾿Ιωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ αὐτοῦ, 14 καὶ ἀνέστρεψαν πρὸς ᾿Ιωανάν. 15 καὶ ᾿Ισμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς ᾿Αμμών. 16 Καὶ ἔλαβεν ᾿Ιωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, οὓς ἀπέστρεψεν ἀπὸ ᾿Ισμαήλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους, οὓς ἀπέστρεψαν ἀπὸ Γαβαών, 17 καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρώθ Χαμαὰμ τῇ πρὸς Βηθλεὲμ τοῦ πορευθῆναι εἰς Αἴγυπτον 18 ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν, ὅτι ἐπάταξεν ᾿Ισμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.
ΚΕΦΑΛΑΙΟΝ 47
(Μασ. Μ´) Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμὰν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις, ἐν μέσῳ ἀποικίας ᾿Ιούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα. 2 καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ· Κύριος ὁ Θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον, 3 καὶ ἐποίησε Κύριος, ὅτι ἡμάρτετε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐτοῦ. 4 ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ ἐμοῦ εἰς Βαβυλῶνα, ἧκε, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ· 5 εἰ δὲ μή, ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικάμ, υἱοῦ Σαφάν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ ᾿Ιούδα, καὶ οἴκησον μετ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ ᾿Ιούδα· εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι ἐκεῖ, καὶ πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν. 6 καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ αὐτοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ. 7 Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ καὶ παρακατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα. 8 καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ ᾿Ισμαὴλ υἱὸς Ναθανίου καὶ ᾿Ιωνὰν υἱὸς Καρηὲ καὶ Σαραίας υἱὸς Θαναεμὲθ καὶ υἱοὶ ᾿Ιωφὲ τοῦ Νετωφαθὶ καὶ ᾿Εζονίας υἱὸς τοῦ Μωχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. 9 καὶ ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων· μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν. 10 καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλθωσιν ἐφ ὑμᾶς, καὶ ὑμεῖς συνάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν, αἷς κατεκρατήσατε. 11 καὶ πάντες οἱ ᾿Ιουδαῖοι οἱ ἐν γῇ Μωὰβ καὶ ἐν υἱοῖς ᾿Αμμὼν καὶ οἱ ἐν τῇ ᾿Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκε βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ ᾿Ιούδᾳ, καὶ ὅτι κατέστησεν ἐπ αὐτοὺς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικάμ. 12 καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν ᾿Ιούδα εἰς Μασσηφὰ καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον. 13 Καὶ ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, οἱ ἐν τοῖς ἀγροῖς, ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ 14 καὶ εἶπαν αὐτῷ· εἰ γνώσει γινώσκεις ὅτι Βελεισσὰ βασιλεὺς υἱὸς υἱῶν ᾿Αμμὼν ἀπέστειλε πρὸς σὲ τὸν ᾿Ισμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας. 15 καὶ εἶπεν ᾿Ιωανὰν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηφᾷ· πορεύσομαι δὴ καὶ πατάξω τὸν ᾿Ισμαὴλ καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς ᾿Ιούδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι ᾿Ιούδα. 16 καὶ εἶπε Γοδολίας πρὸς ᾿Ιωανάν· μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις περὶ ᾿Ισμαήλ.
ΚΕΦΑΛΑΙΟΝ 46
(Μασ. ΛΘ´) ΚΑΙ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως ᾿Ιούδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπολιόρκουν αὐτήν. 2 καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐνάτῃ τοῦ μηνός, ἐρράγη ἡ πόλις. 3 καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Ναργαλασὰρ καὶ Σαμαγὼθ καὶ Ναβουσαχὰρ καὶ Ναβουσαρεῖς καὶ Ναγαργασνασὲρ Ραβαμὰγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος· 14 καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν ῾Ιερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικὰμ υἱοῦ Σαφάν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ. 15 Καὶ πρὸς ῾Ιερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων· 16 πορεύου καὶ εἰπὲ πρὸς ᾿Αβδεμέλεχ τὸν Αἰθίοπα· οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά, 17 καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν, 18 ὅτι σώζων σώσω σε, καὶ ἐν ρομφαίᾳ οὐ μὴ πέσῃς. καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπ ἐμοί, φησὶ Κύριος.