ΚΕΦΑΛΑΙΟΝ 5
ΜΝΗΣΘΗΤΙ, Κύριε, ὅ,τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν. 2 κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις. 3 ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι. 4 ὕδωρ ἡμῶν ἐν ἀργυρίῳ ἐπίομεν, ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν ἐπὶ τὸν τράχηλον ἡμῶν. 5 ἐδιώχθημεν, ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν. 6 Αἴγυπτος ἔδωκε χεῖρα, ᾿Ασσοὺρ εἰς πλησμονὴν αὐτῶν. 7 οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάραχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν. 8 δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν. 9 ἐν ταῖας ψυχαῖς ἡμῶν, εἰσοίσομεν ἄρτον ἡμῶν, ἀπὸ προσώπου ρομφαίας τῆς ἐρήμου. 10 τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ. 11 γυναῖκας ἐν Σιὼν ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν ᾿Ιούδα. 12 ἄρχοντες ἐν χερσὶν αὐτῶν, ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν. 13 ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν. 14 καὶ πρεσβύται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν. 15 κατέλυσε χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν, 16 ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν. 17 περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν. 18 ἐπ ὄρος Σιών, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ. 19 σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν. 20 ἱνατί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν; 21 ἐπίστρεψον ἡμᾶς, Κύριε, πρός σε, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν. 22 ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ ἡμᾶς ἕως σφόδρα.
Πέμπτη 7 Δεκεμβρίου 2023
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
Τρίτη 14 Νοεμβρίου 2023
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
ΚΕΦΑΛΑΙΟΝ 4
ΠΩΣ ἀμαυρωθήσεται χρυσίον, ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν; ἐξεχύθησαν λίθοι ἅγιοι ἀπ ἀρχῆς πασῶν ἐξόδων. 2 Υἱοὶ Σιὼν οἱ τίμιοι, οἱ ἐπῃρμένοι ἐν χρυσίῳ, πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως; 3 Καί γε δράκοντες ἐξέδυσαν μαστούς, ἐθήλασαν σκύμνοι αὐτῶν· θυγατέρες λαοῦ μου εἰς ἀνίατον ὡς στρουθίον ἐν ἐρήμῳ. 4 ᾿Εκολλήθη ἡ γλῶσσα θηλάζοντες πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει· νήπια ᾔτηησαν ἄρτον, ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς. 5 Οἱ ἔσθοντες τὰς τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις, οἱ τιθηνούμενοι ἐπὶ κόκκων περιεβάλλοντο κοπρίας. 6 Καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδόμων τῆς κατεστραμμένης ὥσπερ σπουδῇ, καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας. 7 ᾿Εκαθαριώθησαν Ναζιραῖοι αὐτῆς ὑπὲρ χιόνα, ἔλαμψαν ὑπὲρ γάλα, ἐπυρώθησαν ὑπὲρ λίθους σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν. 8 ᾿Εσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσθησαν ἐν ταῖς ἐξόδοις· ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν ὥσπερ ξύλον. 9 Καλοὶ ἦσαν οἱ τραυματίαι ρομφαίας ἢ οἱ τραυματίαι λιμοῦ· ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γεννημάτων ἀγρῶν. 10 Χεῖρες γυναικῶν οἰκτριρμόνων ἥψησαν τὰ παιδία αὐτῶν, ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συννντρίμματι τῆς θυγατρὸς τοῦ λαοῦ μου. 11 Συνετέλεσε Κύριος θυμὸν αὐτοῦ, ἐξέχεε θυμὸν ὀργῆς αὐτοῦ καὶ ἀνῆψε πῦρ ἐν Σιών, καὶ κατέφαγε τὰ θεμέλια αὐτῆς. 12 Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν ῾Ιερουσαλήμ. 13 ᾿Εξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς τῶν ἐκχεόντων αἷμα δίκαιον ἐν μέσῳ αὐτῆς. 14 ᾿Εσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις, ἐμολύνθησαν ἐν αἵματι· ἐν τῷ μὴ δύνασθαι αὐτοὺς ἥψαντο ἐνδυμάτων αὐτῶν. 15 ᾿Απόστητε ἐκαθάρτων καλέσατε αὐτούς ἀπόστητε, ἀπόστητε, μὴ ἅπτεσθε, ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν· εἴπατε ἐν τοῖς ἔθνεσιν· οὐ μὴ προσθῶσι τοῦ παροικεῖν. 16 Πρόσωπον Κυρίου μερὶς αὐτῶν, οὐ προσθήσει ἐπιβλέπψαι αὐτοῖς· πρόσωπον ἱερέων οὐκ ἔλαβον, πρεσβύτας οὐκ ἠλέησαν. 17 ῎Ετι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀοφθαλμοὶ ἡμῶν εἰς τὴν βοήθειαν ἡμῶν μάταια· ἀποσκοπευόντων ἡμῶν ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῷζον. 18 ᾿Εθηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴυ προεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν·19 ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐκπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν ὁ καιρὸς ἡμῶν. Κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ, ἐπὶ τῶν ὀρέων ἐξέπτησαν, ἐν ἐρήμῳ ἐνύδρευσαν ἡμᾶς. 20 Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κυρίου συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπαμεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι. 21 Χαῖρε καὶ εὐφραίνου, θύγατερ ᾿Ιδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς· καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου καὶ μεθυσθήσῃ καὶ ἀποχεεῖς. 22 ᾿Εξέλιπεν ἡ ἀνομία σου, θύγατερ Σιών, οὐ προσθήσει τοῦ ἀποικίσαι σε. ἐπεσκέψατο ἀνομίας σου, θύγατερ ᾿Εδώμ· ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου.
Παρασκευή 13 Οκτωβρίου 2023
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
ΚΕΦΑΛΑΙΟΝ 3
Τετάρτη 6 Σεπτεμβρίου 2023
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
ΠΩΣ ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σιών; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα ᾿Ισραήλ, καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ. 2 Κατεπόντισε Κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα ᾿Ιακώβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς ᾿Ιούδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσε βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς. 3 Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας ᾿Ισραήλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν ᾿Ιακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγε πάντα τὰ κύκλῳ. 4 ᾿Ενέτεινε τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιών, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ. 5 ᾿Εγενήθη Κύριος ὡς ἐχθρός, κατεπόντισεν ᾿Ισραήλ, κατεπόντισε πάσας τὰς βάρεις αὐτῆς, διέφθειρε τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνε τῇ θυγατρὶ ᾿Ιούδα ταπεινουμένην καὶ τεταπεινωμένην. 6 Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο Κύριος ἃ ἐποίησεν ἐν Σιὼν ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα. 7 ᾿Απώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς. 8 Καὶ ἐπέστρεψε Κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον, οὐκ ἀπέστρεψε χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησε τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν. 9 ᾿Ενεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσε καὶ συνέτριψε μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντα αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστι νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ Κυρίου. 10 ᾿Εκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιών, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν ῾Ιερουσαλήμ. 11 ᾿Εξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς τὴν γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλείπειν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως. 12 Ταῖς μητράσιν αὐτῶν εἶπαν· ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν. 13 Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ ῾Ιερουσαλήμ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιών; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε; 14 Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου, καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα. 15 ᾿Εκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα ῾Ιερουσαλήμ· αὕτη ἡ πόλις, ἐροῦσι, στέφανος εὐφροσύνης πάσης τῆς γῆς. 16 Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὁδόντας, καὶ εἶπαν· κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν. 17 ᾿Εποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ρήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλε καί οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσε κέρας θλίβοντός σε. 18 ᾿Εβόησε καρδία αὐτῶν πρὸς Κύριον· τείχη Σιών, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου. 19 ᾿Ανάστα, ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ ἀρχῆς πασῶν ἐξόδων. 20 ᾿Ιδέ, Κύριε, καὶ ἐπίβλεψον τίνι ἐπφφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησε μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην; 21 ᾿Εκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης. παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω. 22 ᾿Εκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.
Δευτέρα 4 Σεπτεμβρίου 2023
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
