Τετάρτη 10 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 32 



ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ· λέοντι ἐθνῶν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου καὶ κατεπάτεις τοὺς ποταμούς σου. 3 τάδε λέγει Κύριος· καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου 4 καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σέ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐμπλήσω ἐκ σοῦ πάντα τὰ θηρία πάσης τῆς γῆς, 5 καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου, 6 καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων, φάραγγας ἐμπλήσω ἀπὸ σοῦ. 7 καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς· 8 πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει Κύριος Κύριος. 9 καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν, ἣν οὐκ ἔγνως. 10 καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασθαι τὴν ρομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφ' ἡμέρας πτώσεώς σου. 11 ὅτι τάδε λέγει Κύριος Κύριος· ρομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι, 12 ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς. 13 καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφ' ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ποὺς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό. 14 οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος. 15 ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείρω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 16 θρῆνός ἐστι καὶ θρηνήσεις αὐτόν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτόν· ἐπ' Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτήν, λέγει Κύριος Κύριος. 17 καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνός, πεντεκαιδεκάτῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 18 υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον. 19 ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετ' αὐτοῦ, 20 καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ. 21 καὶ ἐροῦσί σοι οἱ γίγαντες· ἐν βάθει βόθρου γίνου, τίνος κρείττων εἶ; κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας. 22 ἐκεῖ ᾿Ασσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, 23 οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς. 24 ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον 25 ἐν μέσῳ τραυματιῶν. 26 ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβὲλ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς. 27 καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπ' αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν· καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστέων αὐτῶν, ὅτι ἐξεφόβησαν γίγαντας ἐν γῇ ζωῆς. 28 καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ. 29 ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες ᾿Ασσοὺρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον. 30 ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ ᾿Ασσούρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύϊ αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον. 31 ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει Κύριος Κύριος. 32 ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραὼ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέγει Κύριος Κύριος.

Τρίτη 9 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 31 



ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, εἰπὸν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ τῷ πλήθει αὐτοῦ· τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; 3 ἰδοὺ ᾿Ασσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ καὶ καλὸς ταῖς παραφυάσι καὶ ὑψηλὸς τῷ μεγέθει, εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ. 4 ὕδωρ ἐξέθρεψεν αὐτόν, ἡ ἄβυσσος ὕψωσεν αὐτόν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγε κύκλῳ τῶν φυτῶν αὐτοῦ καὶ τὰ συστέματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. 5 ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ ἀφ' ὕδατος πολλοῦ. 6 ἐν ταῖς παραφυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ θηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησε πᾶν πλῆθος ἐθνῶν. 7 καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήθησαν αἱ ρίζαι αὐτοῦ εἰς ὕδωρ πολύ. 8 κυπάρισσοι τοιαῦται οὐκ ἐγενήθησαν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, καὶ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ 9 διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσαν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ. 10 διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐγένου μέγας τῷ μεγέθει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελῶν, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν, 11 καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ. 12 καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἐν πάσαις ταῖς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐθνῶν καὶ ἠδάφισαν αὐτόν. 13 ἐπὶ τὴν πτῶσιν αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένοντο πάντα τὰ θηρία τοῦ ἀγροῦ, 14 ὅπως μὴ ὑψωθῶσιν ἐν τῷ μεγέθει αὐτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι· καὶ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεφελῶν καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ. πάντες ἐδόθησαν εἰς θάνατον, εἰς γῆς βάθος, ἐν μέσῳ υἱῶν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον. - 15 Τάδε λέγει Κύριος Κύριος· ἐν ᾗ ἡμέρᾳ κατέβη εἰς ᾅδου, ἐπένθησεν αὐτὸν ἡ ἄβυσσος, καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτῆς καὶ ἐκώλυσα πλῆθος ὕδατος, καὶ ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ' αὐτῷ ἐξελύθησαν. 16 ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσθησαν τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον, καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυφῆς καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ. 17 καὶ γὰρ αὐτοὶ κατέβησαν μετ' αὐτοῦ εἰς ᾅδου ἐν τοῖς τραυματίαις ἀπὸ μαχαίρας, καὶ τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὐτῶν ἀπώλοντο. 18 τίνι ὡμοιώθης; κατάβηθι καὶ καταβιβάσθητι μετὰ τῶν ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας. οὕτως Φαραὼ καὶ τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Κύριος Κύριος.

Δευτέρα 8 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 30 


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος· ὦ ὦ ἡ ἡμέρα, 3 ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ἡμέρα νεφέλης, πέρας ἐθνῶν ἔσται. 4 καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. 5 Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ. 6 καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος. 7 καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται· 8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπ' Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ. 9 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. - 10 Τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, 11 αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν ἐπ' Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. 12 καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα. - 13 ῞Οτι τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι. 14 καὶ ἀπολῶ γῆν Φαθωρῆς καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει 15 καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σαὶν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως. 16 καὶ δώσω πῦρ ἐπ' Αἴγυπτον, καὶ ταραχῇ ταραχθήσεται ἡ Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα. 17 νεανίσκοι ῾Ηλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται. 18 καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται. 19 καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 20 Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτω μηνί, ἑβδόμῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 21 υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπ' αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας. 22 διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ 23 καὶ διασπερῶ Αἴγυπτον εἰς τά ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· 24 καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ρομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τά σκῦλα αὐτῆς. 25 καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ δέ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ρομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου. 26 καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι Κύριος.

Παρασκευή 5 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 29 


ΕΝ τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην 3 καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραώ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα· ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς. 4 καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου· 5 καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα· 6 καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι Κύριος, ἀνθ' ὧν ἐγενήθης ράβδος καλαμίνη τῷ οἴκῳ ᾿Ισραήλ. 7 ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης, καὶ ὅτε ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν. 8 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ρομφαίαν καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη· 9 καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε· οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτούς. 10 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ρομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων. 11 οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη. 12 καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. 13 τάδε λέγει Κύριος· μετὰ τεσσαράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, 14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ, ὅθεν ἐλήφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ 15 παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι. 16 καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ ᾿Ισραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 17 καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 18 υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ' αὐτήν. 19 τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ· 20 ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει Κύριος Κύριος· 21 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ ᾿Ισραήλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

Πέμπτη 4 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 28


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ. 3 μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμη αὐτῶν; 4 μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; 5 ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου. 6 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ, 7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν· 8 καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. 9 μὴ λέγων ἐρεῖς· Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός. 10 ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος. - 11 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 12 υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ· τάδε λέγει Κύριος Κύριος· σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους 13 ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πάντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καί ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ 14 ἀφ' ἧς ἡμέρας ἐκτίσθης σύ. μετὰ τοῦ Χεροὺβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων. 15 ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. 16 ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ, καὶ ἤγαγέ σε τὸ Χεροὺβ ἐκ μέσου λίθων πυρίνων. 17 ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι. 18 διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τά ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε. 19 καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα. 20 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 21 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ' αὐτὴν 22 καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί. 23 αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος. - 24 Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ ᾿Ισραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 25 τάδε λέγει Κύριος Κύριος· καὶ συνάξω τὸν ᾿Ισραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν· 26 καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου ᾿Ιακώβ, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν.