Σάββατο 10 Οκτωβρίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 29


ΚΑΙ ταῦτά ἐστιν, ἃ ποιήσεις αὐτοῖς ἁγιάσαι αὐτούς, ὥστε ἱερατεύειν μοι αὐτούς. λήψῃ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς ἀμώμους δύο 2 καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ· σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά. 3 καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἓν καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς. 4 καὶ ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ἐν ὕδατι. 5 καὶ λαβὼν τὰς στολάς ἐνδύσεις ᾿Ααρὼν τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λογεῖον καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα. 6 καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ῾Αγίασμα ἐπὶ τὴ μίτραν. 7 καὶ λήψῃ τοῦ ἐλαίου τοῦ χρίσματος καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ χρίσεις αὐτόν. 8 καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας 9 καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις, καὶ ἔσται αὐτοῖς ἱερατεία μοι εἰς τὸν αἰῶνα. καὶ τελειώσεις ᾿Ααρὼν τὰς χεῖρας αὐτοῦ καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ. 10 καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσουσιν ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· 11 καὶ σφάξεις τὸν μόσχον ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 12 καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ θήσεις ἐπὶ τῶν κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου· τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου. 13 καὶ λήψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον. 14 τὰ δὲ κρέατα τοῦ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστι. 15 καὶ τὸν κριὸν λήψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ· 16 καὶ σφάξεις αὐτὸν καὶ λαβὼν τὸ αἷμα προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. 17 καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τούς πόδας ὕδατι καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ. 18 καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύτωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυσίασμα Κυρίῳ ἐστί. 19 καὶ λήψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθήσει ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ· 20 καὶ σφάξεις αὐτόν, καὶ λήψῃ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς ᾿Ααρὼν τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν. 21 καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ρανεῖς ἐπὶ ᾿Ααρὼν καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ· τὸ δὲ αἷμα τοῦ κριοῦ προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. 22 καὶ λήψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν· ἔστι γὰρ τελείωσις αὕτη· 23 καὶ ἄρτον ἕνα ἐξ ἐλαίου καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι Κυρίου 24 καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας ᾿Ααρὼν καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀφοριεῖς αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου. 25 καὶ λήψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι Κυρίου· κάρπωμά ἐστι Κυρίῳ. 26 καὶ λήψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ὅ ἐστιν ᾿Ααρών, καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι Κυρίου, καὶ ἔσται σοι ἐν μερίδι. 27 καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος, ὃς ἀφώρισται καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ ᾿Ααρὼν καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ, 28 καὶ ἔσται ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν ᾿Ισραήλ· ἔστι γὰρ ἀφαίρεμα τοῦτο καὶ ἀφαίρεμα ἔσται παρὰ τῶν υἱῶν ᾿Ισραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν ᾿Ισραήλ, ἀφαίρεμα Κυρίῳ. 29 καὶ ἡ στολὴ τοῦ ἁγίου, ἥ ἐστιν ᾿Ααρών, ἔσται τοῖς υἱοῖς αὐτοῦ μετ᾿ αὐτόν, χρισθῆναι αὐτοὺς ἐν αὐτοῖς καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν. 30 ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντ᾿ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ, ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λειτουργεῖν ἐν τοῖς ἁγίοις. 31 καὶ τὸν κριὸν τῆς τελειώσεως λήψῃ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ, 32 καὶ ἔδονται ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· 33 ἔδονται αὐτά, ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας αὐτῶν, ἁγιάσαι αὐτούς, καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ᾿ αὐτῶν· ἔστι γὰρ ἅγια. 34 ἐὰν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωΐ, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ βρωθήσεται, ἁγίασμα γάρ ἐστι. 35 καὶ ποιήσεις ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτω κατὰ πάντα, ὅσα ἐνετειλάμην σοι· ἑπτὰ ἡμέρας τελειώσεις τὰς χεῖρας αὐτῶν. 36 καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ καὶ καθαριεῖς τὸ θυσιαστήριον ἐν τῷ ἁγιάζειν σε ἐπ᾿ αὐτῷ καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό. 37 ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τοῦ ἁγίου· πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου ἁγιασθήσεται. 38 Καὶ ταῦτά ἐστιν, ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. 39 τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν· 40 καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ εἲν καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἲν οἴνου τῷ ἀμνῷ τῷ ἑνί· 41 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν, κατὰ τὴν θυσίαν τὴν πρωϊνὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις εἰς ὀσμὴν εὐωδίας, κάρπωμα Κυρίῳ, 42 θυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν, ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν, ὥστε λαλῆσαί σοι. 43 καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου· 44 καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον καὶ ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω ἱερατεύειν μοι. 45 καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἔσομαι αὐτῶν Θεός, 46 καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐπικληθῆναι αὐτοῖς καὶ εἶναι αὐτῶν Θεός.

Τετάρτη 7 Οκτωβρίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 28

ΚΑΙ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε ᾿Ααρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ ἱερατεύειν μοι, ᾿Ααρὼν καὶ Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ υἱοὺς ᾿Ααρών. 2 καὶ ποιήσεις στολὴν ἁγίαν ᾿Ααρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν. 3 καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησαν πνεύματος σοφίας καὶ αἰσθήσεως, καὶ ποιήσουσι τὴν στολὴν τὴν ἁγίαν ᾿Ααρὼν εἰς τὸ ἅγιον, ἐν ᾗ ἱερατεύσει μοι. 4 καὶ αὗται αἱ στολαί, ἃς ποιήσουσι· τὸ περιστήθιον καὶ τὴν ἐπωμίδα καὶ τὸν ποδήρη καὶ χιτῶνα κοσυμβωτὸν καὶ κίδαριν καὶ ζώνην· καὶ ποιήσουσι στολὰς ἁγίας ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι. 5 καὶ αὐτοὶ λήψονται τὸ χρυσίον καὶ τὸν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον. 6 καὶ ποιήσουσι τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ· 7 δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι· 8 καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων, ὅ ἐστιν ἐπ᾿ αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καθαροῦ καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης· 9 καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραήλ, 10 ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν. 11 ἔργον λιθουργικῆς τέχνης, γλύμμα σφραγῖδος, διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν ᾿Ισραήλ. 12 καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς ᾿Ισραήλ· καὶ ἀναλήψεται ᾿Ααρὼν τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν. 13 καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ· 14 καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων. 15 καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ρυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό· ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ποιήσεις αὐτό. 16 τετράγωνον ἔσται, διπλοῦν, σπιθαμῆς τὸ μῆκος αὐτοῦ καὶ σπιθαμῆς τὸ εὖρος. 17 καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον. στίχος λίθων ἔσται, σάρδιον, τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς· 18 καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις· 19 καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον, ἀχάτης καὶ ἀμέθυστος· 20 καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον· περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ, ἔστωσαν κατὰ στίχον αὐτῶν. 21 καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν ᾿Ισραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα, ἔστωσαν εἰς δεκαδύο φυλάς. 22 καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ. 23 καὶ λήψεται ᾿Ααρὼν τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον, μνημόσυνον ἐναντίον τοῦ Θεοῦ. 24 καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπ᾿ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις 25 καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπ᾿ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον. 26 καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους ᾿Ααρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι Κυρίου. καὶ οἴσει ᾿Ααρὼν τὰς κρίσεις τῶν υἱῶν ᾿Ισραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός. 27 καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον. 28 καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ραγῇ. 29 καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ρόας ροΐσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπί τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ εἶδος ροΐσκους χρυσοῦς καὶ κώδωνας ἀναμέσον τούτων περικύκλῳ· 30 παρὰ ροΐσκον χρυσοῦν κώδωνα καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. 31 καὶ ἔσται ᾿Ααρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ ἅγιον ἔναντι Κυρίου καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ. 32 καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος ῾Αγίασμα Κυρίου. 33 καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης, καὶ ἔσται ἐπί τῆς μίτρας· κατά πρόσωποντῆς μίτρας ἔσται. 34 καὶ ἔσται ἐπὶ τοῦ μετώπου ᾿Ααρών, καὶ ἐξαρεῖ ᾿Ααρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ ᾿Ισραήλ, παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου ᾿Ααρὼν διαπαντός, δεκτὸναὐτοῖς ἔναντι Κυρίου. 35 καὶ οἱ κοσυμβωτοὶ τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ. 36 καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ποιήσεις χιτῶνας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν. 37 καὶ ἐνδύσεις αὐτὰ ᾿Ααρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσί μοι. 38 καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν· ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται. 39 καὶ ἕξει ᾿Ααρὼν αὐτὰ καὶ υἱοὶ αὐτοῦ, ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου, καὶ οὐκ ἐπάξονται πρός ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσι· νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν.

Σάββατο 3 Οκτωβρίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 27


ΚΑΙ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ μῆκος καὶ πέντε πήχεων τὸ εὖρος, τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ. 2 καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα· καὶ καλύψεις αὐτὰ χαλκῷ. 3 καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς φιάλας αὐτοῦ καὶ τὰς κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ· καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ. 4 καὶ ποιήσεις αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρας δακτυλίους χαλκοῦς ὑπὸ τὰ τέσσαρα κλίτη. 5 καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν· ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου. 6 καὶ ποιήσεις τῷ θυσιαστηρίῳ ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων καὶ περιχαλκώσεις αὐτούς χαλκῷ. 7 καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους, καὶ ἔστωσαν ἀναφορεῖς κατὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό. 8 κοῖλον σανιδωτὸν ποιήσεις αὐτό· κατὰ τὸ παραδεχθέν σοι ἐν τῷ ὄρει, οὕτω ποιήσεις αὐτό. 9 Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τό πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης, μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει· 10 καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ. 11 οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία, ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. 12 τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. 13 καὶ εὖρος τῆς αὐλῆς τῆς πρὸς νότον, ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. 14 καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 15 καὶ τὸ κλίτος τὸ δεύτερον δεκαπέντε πήχεων τῶν ἱστίων τὸ ὕψος· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 16 καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα, εἴκοσι πήχεων τὸ ὕψος, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ραφιδευτοῦ· στῦλοι αὐτῶν τέσσαρες καὶ αἱ βάσεις αὐτῶν τέσσαρες. 17 πάντες οἱ στῦλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραῖ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. 18 τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ᾿ ἑκατόν, καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα, καὶ ὕψος πέντε πήχεων, ἐκ βύσσου κεκλωσμένης, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. 19 καὶ πᾶσα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ. 20 Καὶ σὺ σύνταξον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαιῶν ἄτρυγον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται λύχνος διαπαντός. 21 ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ᾿ ἑσπέρας ἕως πρωΐ ἐναντίον Κυρίου· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν ᾿Ισραήλ.

Τρίτη 29 Σεπτεμβρίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 26

ΚΑΙ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου· Χερουβὶμ ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς. 2 μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις. 3 πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμενοι ἑτέρα τῇ ἑτέρᾳ. 4 καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς μιᾶς ἐκ τοῦ ἑνὸς μέρους εἰς τὴν συμβολὴν καὶ οὕτω ποιήσεις ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συμβολῇ τῇ δευτέρᾳ. 5 πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ, καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας, ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην. 6 καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς. καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρᾳ τοῖς κρίκοις. καὶ ἔσται ἡ σκηνὴ μία. 7 καὶ ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς, ἕνδεκα δέρρεις ποιήσεις αὐτάς. 8 τὸ μῆκος τῆς δέρρεως τῆς μιᾶς, τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέρρεως τῆς μιᾶς· τὸ αὐτὸ μέτρον ἔσται ταῖς ἕνδεκα δέρρεσι. 9 καὶ συνάψεις τὰς πέντε δέρρεις ἐπὶ τὸ αὐτό, καὶ τὰς ἓξ δέρρεις ἐπὶ τὸ αὐτό. καὶ ἐπιδιπλώσεις τὴν δέρριν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς. 10 καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς μιᾶς, τῆς ἀνὰ μέσον κατὰ συμβολήν. καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέρρεως, τῆς συναπτούσης τῆς δευτέρας. 11 καὶ ποιήσεις κρίκους χαλκοῦς πεντήκοντα. καὶ συνάψεις τοὺς κρίκους ἐκ τῶν ἀγκυλῶν, καὶ συνάψεις τὰς δέρρεις, καὶ ἔσται ἕν. 12 καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ταῖς δέρρεσι τῆς σκηνῆς. τὸ ἥμισυ τῆς δέρρεως τὸ ὑπολελειμμένον ὑποκαλύψεις εἰς τὸ πλεονάζον τῶν δέρρεων τῆς σκηνῆς. ὑποκαλύψεις ὀπίσω τῆς σκηνῆς. 13 πῆχυν ἐκ τούτου, καὶ πῆχυν ἐκ τούτου, ἐκ τοῦ ὑπερέχοντος τῶν δέρρεων, ἐκ τοῦ μήκους τῶν δέρρεων τῆς σκηνῆς, ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα καλύπτῃ. 14 καὶ ποιήσεις κατακάλυμμα τῇ σκηνῇ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ ἐπικαλύμματα δέρματα ὑακίνθινα ἐπάνωθεν. 15 καὶ ποιήσεις στύλους τῆς σκηνῆς ἐκ ξύλων ἀσήπτων. 16 δέκα πήχεων ποιήσεις τὸν στύλον τὸν ἕνα, καὶ πήχεως ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός. 17 δύο ἀγκωνίσκους τῷ στύλῳ τῷ ἑνί, ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ. οὕτω ποιήσεις πᾶσι τοῖς στύλοις τῆς σκηνῆς. 18 καὶ ποιήσεις στύλους τῇ σκηνῇ, εἴκοσι στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς βορρᾶν. 19 καὶ τεσσαράκοντα βάσεις ἀργυρᾶς ποιήσεις τοῖς εἴκοσι στύλοις. δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ. καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ. 20 καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς νότον, εἴκοσι στύλους. 21 καὶ τεσσαράκοντα βάσεις αὐτῶν ἀργυρᾶς. δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ. 22 καὶ ἐκ τῶν ὀπίσω τῆς σκηνῆς κατὰ τὸ μέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους. 23 καὶ δύο στύλους ποιήσεις ἐπὶ τῶν γωνιῶν τῆς σκηνῆς ἐκ τῶν ὀπισθίων. 24 καὶ ἔσται ἐξ ἴσου κάτωθεν. κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τῶν κεφαλῶν εἰς σύμβλησιν μίαν. οὕτω ποιήσεις ἀμφοτέραις ταῖς δυσὶ γωνίαις. ἴσαι ἔστωσαν. 25 καὶ ἔσονται ὀκτὼ στύλοι, καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ δέκα ἕξ. δύο βάσεις τῷ ἑνὶ στύλῳ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνί. 26 καὶ ποιήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων· πέντε τῷ ἑνὶ στύλῳ ἐκ τοῦ ἑνὸς μέρους τῆς σκηνῆς, 27 καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ἑνὶ κλίτει τῆς σκηνῆς τῷ δευτέρῳ, καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ὀπισθίῳ τῷ κλίτει τῆς σκηνῆς τῷ πρὸς θάλασσαν. 28 καὶ ὁ μοχλὸς ὁ μέσος ἀναμέσον τῶν στύλων διικνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος. 29 καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίῳ. καὶ τοὺς δακτυλίους ποιήσεις χρυσοῦς, εἰς οὓς εἰσάξεις τοὺς μοχλούς. καὶ καταχρυσώσεις τοὺς μοχλοὺς χρυσίῳ. 30 καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει. 31 καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καί βύσσου νενησμένης. ἔργον ὑφαντὸν ποιήσεις αὐτὸΧερουβίμ. 32 καὶ ἐπιθήσεις αὐτὸ ἐπί τεσσάρων στύλων ἀσήπτων κεχρυσωμένων χρυσίῳ. καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. 33 καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων. καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου. καὶ διοριεῖ τό καταπέτασμα ὑμῖν ἀνὰ μέσον τοῦ ἁγίου καὶ ἀνὰ μέσον τοῦ ἁγίου τῶν ἁγίων. 34 καὶ κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν τοῦ μαρτυρίου ἐν τῷ ἁγίῳ τῶν ἁγίων. 35 καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βορρᾶν. 36 καὶ ποιήσεις ἐπίσπαστρον τῇ θύρᾳ τῆς σκηνῆς ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ποικιλτοῦ. 37 καὶ ποιήσεις τῷ καταπετάσματι πέντε στύλους καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ χωνεύσεις αὐτοῖς πέντε βάσεις χαλκᾶς.

Σάββατο 26 Σεπτεμβρίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ

ΚΕΦΑΛΑΙΟΝ Α΄ 

Στίχ. 1-16. Οι ψευδοδιδάσκαλοι θα τιμωρηθούν. 

Ιούδας, Ιησού Χριστού δούλος, αδελφός δε Ιακώβου, τοις εν Θεώ πατρί ηγιασμένοις και Ιησού Χριστώ τετηρημένοις κλητοίς 
2 έλεος υμίν και ειρήνη και αγάπη πληθυνθείη. 
3 Αγαπητοί, πάσαν σπουδήν ποιούμενος γράφειν υμίν περί της κοινής σωτηρίας, ανάγκην έσχον γράψαι υμίν παρακαλών επαγωνίζεσθαι τη άπαξ παραδοθείση τοις αγίοις πίστει. 
4 παρεισέδυσαν γαρ τινες άνθρωποι, οι πάλαι προγεγραμμένοι εις τούτο το κρίμα, ασεβείς, την του Θεού ημών χάριν μετατιθέντες εις ασέλγειαν και τον μόνον δεσπότην και Κύριον ημών Ιησούν Χριστόν αρνούμενοι. 
5 Υπομνήσαι δε υμάς βούλομαι, ειδότας υμάς άπαξ τούτο, ότι ο Κύριος λαόν εκ γης Αιγύπτου σώσας, το δεύτερον τους μη πιστεύσαντας απώλεσεν, 
6 αγγέλους τε τους μη τηρήσαντας την εαυτών αρχήν, αλλά απολιπόντας το ίδιον οικητήριον εις κρίσιν μεγάλης ημέρας δεσμοίς αϊδίοις υπό ζόφον τετήρηκεν 
7 ως Σόδομα και Γόμορρα και αι περί αυτάς πόλεις τον όμοιον τούτοις τρόπον εκπορνεύσασαι και απελθούσαι οπίσω σαρκός ετέρας πρόκεινται δείγμα, πυρός αιωνίου δίκην υπέχουσαι. 
8 ομοίως μέντοι και ούτοι ενυπνιαζόμενοι σάρκα μεν μιαίνουσι, κυριότητα δε αθετούσι, δόξας δε βλασφημούσιν. 
9 ο δε Μιχαήλ ο αρχάγγελος, ότε τω διαβόλω διακρινόμενος διελέγετο περί του Μωσέως σώματος, ουκ ετόλμησε κρίσιν επενεγκείν βλασφημίας, αλλ' είπεν επιτιμήσαι σοι Κύριος. 
10 ούτοι δε όσα μεν ουκ οίδασι βλασφημούσιν, όσα δε φυσικώς ως τα άλογα ζώα επίστανται, εν τούτοις φθείρονται. 
11 ουαί αυτοίς, ότι τη οδώ του Κάϊν επορεύθησαν, και τη πλάνη του Βαλαάμ μισθού εξεχύθησαν, και τη αντιλογία του Κορέ απώλοντο. 
12 Ούτοι εισιν εν ταις αγάπαις υμών σπιλάδες, συνευωχούμενοι αφόβως, εαυτούς ποιμαίνοντες, νεφέλαι άνυδροι υπό ανέμων παραφερόμεναι, δένδρα φθινοπωρινά, άκαρπα, δις αποθανόντα, εκριζωθέντα, 
13 κύματα άγρια θαλάσσης επαφρίζοντα τας εαυτών αισχύνας, αστέρες πλανήται, οις ο ζόφος του σκότους εις τον αιώνα τετήρηται. 
14 προεφήτευσε δε και τούτοις έβδομος από Αδάμ Ενώχ λέγων ιδού ήλθε Κύριος εν αγίαις μυριάσιν αυτού, 
15 ποιήσαι κρίσιν κατά πάντων και ελέγξαι πάντας τους ασεβείς αυτών περί πάντων των έργων ασεβείας αυτών ων ησέβησαν και περί πάντων των σκληρών ων ελάλησαν κατ' αυτού αμαρτωλοί ασεβείς. 
16 Ούτοι εισι γογγυσταί, μεμψίμοιροι, κατά τας επιθυμίας αυτών πορευόμενοι, και το στόμα αυτών λαλεί υπέρογκα, θαυμάζοντες πρόσωπα ωφελείας χάριν. 

Στίχ. 17-25. Προτροπή προς τους πιστούς να προφυλαχθούν από την πλάνην. 

17 Υμείς δε, αγαπητοί, μνήσθητε των ρημάτων των προειρημένων υπό των αποστόλων του Κυρίου ημών Ιησού Χριστού, 
18 ότι έλεγον υμίν ότι εν ρσχάτω χρόνω έσονται εμπαίκται κατά τας εαυτών επιθυμίας πορευόμενοι των ασεβειών. 
19 Ούτοι εισιν οι αποδιορίζοντες, ψυχικοί, Πνεύμα μη έχοντες. 
20 Υμείς δε, αγαπητοί, τη αγιωτάτη υμών πίστει εποικοδομούντες εαυτούς, εν Πνεύματι Αγίω προσευχόμενοι, 
21 εαυτούς εν αγάπη Θεού τηρήσατε, προσδεχόμενοι το έλεος του Κυρίου ημών Ιησού Χριστού, εις ζωήν αιώνιον. 
22 και ους μεν ελεείτε διακρινόμενοι, 
23 ους δε εν φόβω σώζετε εκ του πυρός αρπάζοντες, μισούντες και τον από της σαρκός εσπιλωμένον χιτώνα. 
24 Τω δε δυναμένω φυλάξαι υμάς απταίστους και στήσαι κατενώπιον της δόξης αυτού αμώμους εν αγαλλιάσει, 
25 μόνω σοφώ Θεώ σωτήρι ημών, δόξα και μεγαλωσύνη, κράτος και εξουσία και νυν και εις πάντας τους αιώνας αμήν.