Δευτέρα 30 Νοεμβρίου 2015

ΛΕΥΙΤΙΚΟΝ

ΚΕΦΑΛΑΙΟΝ 1


ΚΑΙ ἀνεκάλεσε Μωυσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων· 2 λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν. 3 ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν, ἄρσεν ἄμωμον προσάξει· πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον Κυρίου. 4 καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος, δεκτὸν αὐτῷ ἐξιλάσασθαι περὶ αὐτοῦ. 5 καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου. 6 καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη, 7 καὶ ἐπιθήσουσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ. 8 καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου, 9 τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ ἐπιθήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. 10 ᾿Εὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων, εἰς ὁλοκαυτώματα, ἄρσεν ἄμωμον προσάξει αὐτὸ καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 11 καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βορρᾶν ἔναντι Κυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον κύκλῳ. 12 καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ, καὶ ἐπιστοιβάσουσιν οἱ ἱερεῖς αὐτὰ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου. 13 καὶ τὰ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι. καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. 14 ᾿Εὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃ δῶρον αὐτοῦ τῷ Κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων, ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ. 15 καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον καὶ ἀποκνίσει τὴν κεφαλήν, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου. 16 καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολάς εἰς τὸν τόπον τῆς σποδοῦ. 17 καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.

Κυριακή 29 Νοεμβρίου 2015

Απολυτίκιον

Είναι τροπάριο που <<εν συνόψει>> περιέχει την υπόθεση της εορτής. Το τροπάριο αυτό ψάλλεται στο τέλος, στην απόλυση (απ' εδώ και η ονομασία Απολυτίκιον) του Εσπερινού, στον Όρθρο μετά το <<Θεός Κύριος...>> και μετά την Δοξολογία. Επίσης πριν και μετά την Μικρά Είσοδο.

Σάββατο 28 Νοεμβρίου 2015

Ασωμάτων Κανόνες

Κανόνες που ψάλλονται στους Αρχαγγέλους κάθε Δευτέρα, ημέρα αφιερωμένη στις Επουράνιες, Πνευματικές Δυνάμεις. Οι κανόνες των Αρχαγγέλων περιέχονται στο βιβλίο της παρακλητικής. 

Παρασκευή 27 Νοεμβρίου 2015

Απόδοσις εορτής

Κάθε μεγάλη χριστιανική εορτή π.χ. Χριστούγεννα, Θεοφάνεια κ.ά. διαρκεί οκτώ ημέρες. Την ογδόη ημέρα αποδίδεται η εορτή. Εξαίρεση είναι η εορτή του Πάσχα που διαρκεί σαράντα ημέρες και αποδίδεται την παραμονή της Αναλήψεως του Κυρίου. Άλλοτε η εορτή αποδίδεται σε τρεις ημέρες π.χ. εορτή των Εισοδίων της Θεοτόκου, άλλοτε σε πέντε και άλλοτε σε μία ημέρα όπως τις εορτές του Τριωδίου. 

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 40 


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 2 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου 3 καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι 4 καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. 5 καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου 6 καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. 7 καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἔσται ἁγία. 8 καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων καὶ πάντα τὰ σκεύη αὐτοῦ. 9 καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. 10 καὶ προσάξεις ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ὕδατι 11 καὶ ἐνδύσεις ᾿Ααρὼν τὰς στολὰς τὰς ἁγίας καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτόν, καὶ ἱερατεύσει μοι· 12 καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας 13 καὶ ἀλείψεις αὐτούς, ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσί μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατείας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν. 14 καὶ ἐποίησε Μωυσῆς πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε. 15 Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή· 16 καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας καὶ διενέβαλε τοὺς μοχλοὺς καὶ ἔστησε τοὺς στύλους 17 καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ᾿ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 18 καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν 19 καί εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 20 καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βορρᾶν, ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς, 21 καὶ προέθηκεν ἐπ᾿ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 22 καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον 23 καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 24 καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος 25 καὶ ἐθυμίασεν ἐπ᾿ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. 26 καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς 27 καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. 28 Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή· 29 καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ᾿ αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. 30 ἡνίκα δ᾿ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ ᾿Ισραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν· 31 εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη· 32 νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας καὶ πῦρ ἦν ἐπ᾿ αὐτῆς νυκτὸς ἐναντίον παντὸς ᾿Ισραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.