Παρασκευή 29 Ιουλίου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 2 

ΚΑΙ ἐπιστραφέντες ἀπῄραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησε Κύριος πρός με, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς. 2 καὶ εἶπε Κύριος πρός με· 3 ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν· 4 καὶ τῷ λαῷ ἔντειλαι λέγων· ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν ῾Ησαῦ, οἳ κατοικοῦσιν ἐν Σηείρ, καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα. 5 μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς ῾Ησαῦ τὸ ὄρος τὸ Σηείρ. 6 ἀργυρίου βρώματα ἀγοράσατε παρ᾿ αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήψεσθε παρ᾿ αὐτῶν ἀργυρίου καὶ πίεσθε· 7 ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν εὐλόγησέ σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη Κύριος ὁ Θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ρήματος. 8 καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς ῾Ησαῦ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν τὴν ῎Αραβα ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γεσιὼν Γάβερκαὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωάβ. 9 καὶ εἶπε Κύριος πρός με· μὴ ἐχθραίνετετοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν ᾿Αροὴρ κληρονομεῖν. (10 οἱ ᾿Ομμὶν πρότεροι ἐνεκάθηντο ἐπ᾿ αὐτῆς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες, ὥσπερ οἱ ᾿Ενακίμ· 11 Ραφαΐν λογισθήσονται καὶ οὗτοι ὥσπερ καὶ οἱ ᾿Ενακίμ, καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς ᾿Ομμίν. 12 καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χορραῖος τὸ πρότερον, καὶ υἱοὶ ῾Ησαῦ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν, ὃν τρόπον ἐποίησεν ᾿Ισραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκε Κύριος αὐτοῖς). 13 νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρέτ. 14 καὶ αἱ ἡμέραι, ἃς παρεπορεύθημεν ἀπὸ Κάδης Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρέτ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσε πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσε Κύριος ὁ Θεὸς αὐτοῖς· 15 καὶ ἡ χεὶρ τοῦ Θεοῦ ἦν ἐπ᾿ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν. 16 καὶ ἐγενήθη ἐπειδὴ ἔπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ, 17 καὶ ἐλάλησε Κύριος πρός με λέγων· 18 σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Σηεὶρ 19 καὶ προσάξετε ἐγγὺς υἱῶν ᾿Αμμάν· μὴ ἐχθραίνετε αὐτοῖς μηδὲ συνάψητε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν ᾿Αμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ. (20 γῆ Ραφαΐν λογισθήσεται· καὶ γὰρ ἐπ᾿ αὐτῆς κατῴκουν οἱ Ραφαΐν τὸ πρότερον, καὶ οἱ ᾿Αμμανῖται ἐπονομάζουσιν αὐτοὺς Ζομζομμίν, 21 ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, ὥσπερ καὶ οἱ ᾿Ενακίμ, καὶ ἀπώλεσεν αὐτοὺς Κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· 22 ὥσπερ ἐποίησαν τοῖς υἱοῖς ῾Ησαῦ κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· 23 καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν ᾿Ασηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν). 24 νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα ᾿Αρνῶν· ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηὼν βασιλέα ᾿Εσεβὼν τὸν ᾿Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον. 25 ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ προσώπου πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου. 26 Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα ᾿Εσεβὼν λόγοις εἰρηνικοῖς λέγων· 27 παρελεύσομαι διὰ τῆς γῆς σου, ἐν τῇ ὁδῷ πορεύσομαι, οὐκ ἐκκλινῶ δεξιὰ οὐδ᾿ ἀριστερά· 28 βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσί, 29 καθὼς ἐποίησάν μοι οἱ υἱοὶ ῾Ησαῦ οἱ κατοικοῦντες ἐν Σηεὶρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν ᾿Αροήρ, ἕως ἂν παρέλθω τὸν ᾿Ιορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν. 30 καὶ οὐκ ἠθέλησε Σηὼν βασιλεὺς ᾿Εσεβὼν παρελθεῖν ἡμᾶς δι᾿ αὐτοῦ, ὅτι ἐσκλήρυνε Κύριος ὁ Θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσε τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. 31 καὶ εἶπε Κύριος πρός με· ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα ᾿Εσεβὼν τὸν ᾿Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. 32 καὶ ἐξῆλθε Σηὼν βασιλεὺς ᾿Εσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς ᾿Ιασσά. 33 καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ· 34 καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν· 35 πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν. 36 ἐξ ᾿Αροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάρρου ᾿Αρνῶν, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλαὰδ οὐκ ἐγενήθη πόλις, ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκε Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν· 37 πλὴν ἐγγὺς υἱῶν ᾿Αμμὰν οὐ προσήλθομεν, πάντα τὰ συγκυροῦντα χειμάρρου ᾿Ιαβὸκ καὶ τάς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν.

Τετάρτη 27 Ιουλίου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 1 

ΟΥΤΟΙ οἱ λόγοι, οὓς ἐλάλησε Μωυσῆς παντὶ ᾿Ισραὴλ πέραν τοῦ ᾿Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς θαλάσσης ἀνὰ μέσον Φαρὰν Τοφὸλ καὶ Λοβὸν καὶ Αὐλὼν καὶ Καταχρύσεα· 2 ἕνδεκα ἡμερῶν ἐκ Χωρὴβ ὁδὸς ἐπ᾿ ὄρος Σηεὶρ ἕως Κάδης Βαρνή. 3 καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησε Μωυσῆς πρὸς πάντας υἱοὺς ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς. 4 μετὰ τὸ πατάξαι Σηὼν βασιλέα ᾿Αμορραίων τὸν κατοικήσαντα ἐν ᾿Εσεβὼν καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, 5 ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν γῇ Μωάβ, ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων· 6 Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων· ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ· 7 ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος ᾿Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους ῎Αραβα, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ ᾿Αντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. 8 ἴδετε, παραδέδωκεν ἐνώπιον ὑμῶν τῆν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς. 9 καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· 10 Κύριος ὁ Θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· 11 Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. 12 πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν; 13 δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ᾿ ὑμῶν ἡγουμένους ὑμῶν. 14 καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε· καλὸν τὸ ρῆμα ὃ ἐλάλησας ποιῆσαι. 15 καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. 16 καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ. 17 οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· καὶ τὸ ρῆμα, ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾿ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ᾿ ἐμέ, καὶ ἀκούσομαι αὐτό. 18 καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους, οὓς ποιήσετε. 19 καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ ᾿Αμορραίου, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Κάδης Βαρνή. 20 καὶ εἶπα πρὸς ὑμᾶς· ἤλθατε ἕως τοῦ ὄρους τοῦ ᾿Αμορραίου, ὃ Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν. 21 ἴδετε, παραδέδωκεν ἡμῖν Κύριος ὁ Θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε. 22 καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε· ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν, δι᾿ ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς. 23 καὶ ἤρεσεν ἐναντίον μου τὸ ρῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ φυλήν. 24 καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν. 25 καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ὑμᾶς καὶ ἔλεγον· ἀγαθὴ ἡ γῆ, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν. 26 καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, ἀλλ᾿ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ἡμῶν 27 καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε· διὰ τὸ μισεῖν Κύριον ἡμᾶς, ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας ᾿Αμορραίων, ἐξολοθρεῦσαι ἡμᾶς. 28 ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ δὲ ἀδελφοὶ ὑμῶν ἀπέστησαν τὴν καρδίαν ὑμῶν λέγοντες· ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ. 29 καὶ εἶπα πρὸς ὑμᾶς· μὴ πτήξετε, μηδὲ φοβηθῆτε ἀπ᾿ αὐτῶν· 30 Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ᾿ ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ 31 καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ ᾿Αμορραίου, ὡς ἐτροφοφόρησέ σε Κύριος ὁ Θεός σου, ὡς εἴ τις τροφοφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον. 32 καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, 33 ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτός, δεικνύων ὑμῖν τὴν ὁδὸν καθ᾿ ἣν πορεύεσθε ἐπ᾿ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας. 34 καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσε λέγων· 35 εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν γῆν ἀγαθὴν ταύτην, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, 36 πλὴν Χάλεβ υἱὸς ᾿Ιεφοννή, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν, ἐφ᾿ ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς Κύριον. 37 καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι᾿ ὑμᾶς λέγων· οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ· 38 ᾿Ιησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ ᾿Ισραήλ. 39 καὶ πᾶν παιδίον νέον, ὅστις οὐκ οἶδε σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν. 40 καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης. 41 καὶ ἀπεκρίθητε καὶ εἴπατε· ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος. 42 καὶ εἶπε Κύριος πρός με· εἰπὸν αὐτοῖς· οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ᾿ ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν· 43 καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ρῆμα Κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος. 44 καὶ ἐξῆλθεν ὁ ᾿Αμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς, ὡσεὶ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως ῾Ερμᾶ. 45 καὶ καθίσαντες ἐκλαίετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ εἰσήκουσε Κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν. 46 καὶ ἐνεκάθησθε ἐν Κάδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε.

Δευτέρα 25 Ιουλίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 36 


ΚΑΙ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ ἐκ τῆς φυλῆς υἱῶν ᾿Ιωσὴφ καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι ᾿Ελεάζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν τῶν υἱῶν ᾿Ισραὴλ 2 καὶ εἶπαν· τῷ κυρίῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ τῷ κυρίῳ συνέταξε Κύριος δοῦναι τὴν κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ. 3 καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν ᾿Ισραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται. 4 ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν ᾿Ισραήλ, καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν. 5 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραὴλ διὰ προστάγματος Κυρίου λέγων· οὕτως φυλὴ υἱῶν ᾿Ιωσὴφ λέγουσι· 6 τοῦτο τὸ ρῆμα, ὃ συνέταξε Κύριος τοῖς θυγατράσι Σαλπαάδ, λέγων· οὗ ἀρέσκῃ ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες, 7 καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς ᾿Ισραὴλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ ᾿Ισραήλ. 8 καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν ᾿Ισραὴλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ ᾿Ισραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ· 9 καὶ οὐ περιστραφήσεται ὁ κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλ’ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ ᾿Ισραήλ. 10 ὃν τρόπον συνέταξε Κύριος Μωυσῇ, οὕτως ἐποίησαν θυγατράσι Σαλπαάδ, 11 καὶ ἐγένοντο Θερσὰ καὶ ᾿Εγλὰ καὶ Μελχὰ καὶ Νούα καὶ Μαλαὰ θυγατέρες Σαλπαὰδ τοῖς ἀνεψιοῖς αὐτῶν· 12 ἐκ τοῦ δήμου τοῦ Μανασσῆ υἱῶν ᾿Ιωσὴφ ἐγενήθησαν γυναῖκες, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν. 13 Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ.

Δευτέρα 18 Ιουλίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 35 


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν ᾿Ιορδάνην κατὰ ῾Ιεριχὼ λέγων· 2 σύνταξον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ δώσουσι τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσι τοῖς Λευίταις, 3 καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν. 4 καὶ τὰ συγκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευίταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ· 5 καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους πήχεις, καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν καὶ τὰ ὅμορα τῶν πόλεων. 6 καὶ τὰς πόλεις δώσετε τοῖς Λευίταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων, ἃς δώσετε φυγεῖν ἐκεῖ τῷ φονεύσαντι, καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις· 7 πάσας τὰς πόλεις δώσετε τοῖς Λευίταις τεσσαράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας, καὶ τὰ προάστεια αὐτῶν. 8 καὶ τὰς πόλεις, ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν ᾿Ισραήλ, ἀπὸ τῶν τὰ πολλὰ πολλά. καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω· ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν κατακληρονομήσουσι δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς Λευίταις. 9 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 10 λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην εἰς γῆν Χαναὰν 11 καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· φυγαδευτήρια ἔσται ὑμῖν φυγεῖν ἐκεῖ τὸν φονευτήν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως. 12 καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. 13 καὶ αἱ πόλεις ἃς δώσετε, τὰς ἓξ πόλεις, φυγαδευτήρια ἔσονται ὑμῖν· 14 τὰς τρεῖς πόλεις δώσετε πέραν τοῦ ᾿Ιορδάνου καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χαναάν· 15 φυγαδεῖον ἔσται τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ τῷ προσηλύτῳ καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῖν ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον, φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως. 16 ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτόν, καὶ τελευτήσῃ, φονευτής ἐστι· θανάτῳ θανατούσθω ὁ φονευτής. 17 ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρός, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστι· θανάτῳ θανατούσθω ὁ φονευτής. 18 ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρός, ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ, πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστι· θανάτῳ θανατούσθω ὁ φονευτής. 19 ὁ ἀγχιστεύων τὸ αἷμα, οὗτος ἀποκτενεῖ τὸν φονεύσαντα· ὅταν συναντήσῃ αὐτῷ, οὗτος ἀποκτενεῖ αὐτόν. 20 ἐὰν δὲ δι’ ἔχθραν ὤσῃ αὐτὸν καὶ ἐπιρρίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποθάνῃ, 21 ἢ διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω ὁ πατάξας, φονευτής ἐστι· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ. 22 ἐὰν δὲ ἐξάπινα οὐ δι’ ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρρίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου 23 ἢ παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, οὐκ εἰδώς, καὶ ἐπιπέσῃ ἐπ’ αὐτόν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν, οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν, 24 καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα, κατὰ τὰ κρίματα ταῦτα, 25 καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ, οὗ κατέφυγε, καὶ κατοικήσει ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ. 26 ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς πόλεως εἰς ἣν κατέφυγεν ἐκεῖ, 27 καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν· 28 ἐν γὰρ τῇ πόλει τῆς καταφυγῆς κατοικείτω, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, καὶ μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ. 29 καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις ὑμῶν. 30 πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποθανεῖν. 31 καὶ οὐ λήψεσθε λύτρα περὶ ψυχῆς παρὰτοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι· θανάτῳ γὰρ θανατωθήσεται. 32 οὐ λήψεσθε λύτρα τοῦ φυγεῖν εἰς πόλιν τῶν φυγαδευτηρίων, τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας. 33 καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν, εἰς ἣν ὑμεῖς κατοικεῖτε· τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ’ αὐτῆς, ἀλλ’ ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος. 34 καὶ οὐ μιανεῖτε τὴν γῆν, ἐφ’ ἧς κατοικεῖτε ἐπ’ αὐτῆς, ἐφ’ ἧς ἐγὼ κατασκηνῶ ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι Κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν ᾿Ισραήλ.

Παρασκευή 15 Ιουλίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 34 



ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 2 ἔντειλαι τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναάν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς. 3 καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον ᾿Εδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν· 4 καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν ᾿Ακραβὶν καὶ παρελεύσεται Σεννά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Κάδης τοῦ Βαρνή. καὶ ἐξελεύσεται εἰς ἔπαυλιν ᾿Αρὰδ καὶ παρελεύσεται ᾿Ασεμωνᾶ· 5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ ᾿Ασεμωνᾶ χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα. 6 καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης. 7 καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος· 8 καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς ᾿Εμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ· 9 καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ᾿Αρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ. 10 καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ ᾿Αρσεναΐν Σεπφαμάρ· 11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμ ᾿Αρβηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν· 12 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν ᾿Ιορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ. 13 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· αὕτη ἡ γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξε Κύριος δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· 14 ὅτι ἔλαβε φυλὴ υἱῶν Ρουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ’ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν, 15 δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχὼ ἀπὸ νότου κατὰ ἀνατολάς. 16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 17 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυή. 18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν. 19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς ᾿Ιούδα Χάλεβ υἱὸς ᾿Ιεφοννή· 20 τῆς φυλῆς Συμεὼν Σαλαμιὴλ υἱὸς ᾿Εμιούδ· 21 τῆς φυλῆς Βενιαμὶν ᾿Ελδὰδ υἱὸς Χασλών· 22 τῆς φυλῆς Δὰν ἄρχων Βακχὶρ υἱὸς ᾿Εγλί· 23 τῶν υἱῶν ᾿Ιωσὴφ φυλῆς υἱῶν Μανασσῆ ἄρχων ᾿Ανιὴλ υἱὸς Σουφί· 24 τῆς φυλῆς υἱῶν ᾿Εφραὶμ ἄρχων Καμουὴλ υἱὸς Σαβαθᾶν· 25 τῆς φυλῆς Ζαβουλὼν ἄρχων ᾿Ελισαφὰν υἱὸς Φαρνάχ· 26 τῆς φυλῆς υἱῶν ᾿Ισσάχαρ ἄρχων Φαλτιὴλ υἱὸς ᾿Οζᾶ· 27 τῆς φυλῆς υἱῶν ᾿Ασὴρ ἄρχων ᾿Αχιὼρ υἱὸς Σελεμί· 28 τῆς φυλῆς Νεφθαλὶ ἄρχων Φαδαὴλ υἱὸς ᾿Ιαμιούδ. 29 τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν γῇ Χαναάν.