Τρίτη 30 Αυγούστου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 10 

ΕΝ ἐκείνῳ τῷ καιρῷ εἶπε Κύριος πρός με· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος· καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην· 2 καὶ γράψεις ἐπὶ τὰς πλάκας τὰ ρήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, ἃς συνέτριψας, καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν. 3 καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καί ἐλάξευσα τὰς πλάκας λιθίνας, ὡς αἱ πρῶται· καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσί μου. 4 καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς Κύριος ἐμοί. 5 καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν, ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ, καθὰ ἐνετείλατό μοι Κύριος. 6 καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἀπῇραν ἐκ Βηρὼθ υἱῶν ᾿Ιακὶμ Μισαδαΐ· ἐκεῖ ἀπέθανεν ᾿Ααρὼν καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν ᾿Ελεάζαρ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. 7 ἐκεῖθεν ἀπῇραν εἰς Γαδγὰδ καὶ ἀπὸ Γαδγὰδ εἰς ᾿Ετεβαθᾶ, γῆ χείμαρροι ὑδάτων. 8 ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν τὴν Λευὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. 9 διὰ τοῦτο οὐκ ἔστι τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ. 10 κἀγὼ εἱστήκειν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι ὑμᾶς. 11 καὶ εἶπε Κύριος πρός με· βάδιζε, ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομήτωσαν τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς. 12 Καὶ νῦν, ᾿Ισραήλ, τί Κύριος ὁ Θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ᾿ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, 13 φυλάσσεσθαι τάς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ᾖ; 14 ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· 15 πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην. 16 καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· 17 ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν οὗτος Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων, ὁ Θεὸς ὁ μέγας· καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδ᾿ οὐ μὴ λάβῃ δῶρον, 18 ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. 19 καὶ ἀγαπήσετε τὸν προσήλυτον· προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ. 20 Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ· 21 οὗτος καύχημά σου καὶ οὗτος Θεός σου, ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου. 22 ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον, νυνὶ δὲ ἐποίησέ σε Κύριος ὁ Θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.

Παρασκευή 19 Αυγούστου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 9 

ΑΚΟΥΕ, ᾿Ισραήλ· σὺ διαβαίνεις σήμερον τὸν ᾿Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ, 2 λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς ᾿Ενάκ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας· τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν ᾿Ενάκ; 3 καὶ γνώσῃ σήμερον, ὅτι Κύριος ὁ Θεός σου, οὗτος προπορεύσεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολοθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖ αὐτοὺς ἐν τάχει, καθάπερ εἶπέ σοι Κύριος. 4 μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου λέγων· διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην· 5 οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ ῾Αβραὰμ καὶ τῷ ᾿Ισαὰκ καὶ τῷ ᾿Ιακώβ. 6 καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. 7 μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφ᾿ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον. 8 καὶ ἐν Χωρὴβ παρωξύνατε Κύριον, καὶ ἐθυμώθη Κύριος ἐφ᾿ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς, 9 ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης, ἃς διέθετο Κύριος πρὸς ὑμᾶς. καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. 10 καὶ ἔδωκέ μοι Κύριος τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ Θεοῦ, καὶ ἐπ᾿ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας· 11 καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν ἔδωκε Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης. 12 καὶ εἶπε Κύριος πρός με· ἀνάστηθι, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα. 13 καὶ εἶπε Κύριος πρός με λέγων· λελάληκα πρός σε ἅπαξ καὶ δὶς λέγων· ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστι· 14 καὶ νῦν ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο. 15 καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες τῶν μαρτυρίων ἐπὶ ταῖς δυσὶ χερσί μου. 16 καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν αὐτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατο Κύριος ὑμῖν ποιεῖν, 17 καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου, καὶ συνέτριψα ἐναντίον ὑμῶν. 18 καὶ ἐδεήθην ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον, περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ παροξῦναι αὐτόν. 19 καὶ ἔκφοβός εἰμι διὰ τὸν θυμὸν καὶ τὴν ὀργήν, ὅτι παρωξύνθη Κύριος ἐφ᾿ ὑμῖν τοῦ ἐξολοθρεῦσαι ὑμᾶς καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ. 20 καὶ ἐπὶ ᾿Ααρὼν ἐθυμώθη ἐξολοθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ ᾿Ααρὼν ἐν τῷ καιρῷ ἐκείνῳ. 21 καὶ τὴν ἁμαρτίαν ὑμῶν, ἣν ἐποιήσατε, τὸν μόσχον, ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα, ἕως οὗ ἐγένετο λεπτόν· καὶ ἐγένετο ὡσεὶ κονιορτός, καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους. 22 καὶ ἐν τῷ ᾿Εμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ, καὶ ἐν τοῖς Μνήμασι τῆς ἐπιθυμίας παροξύναντες ἦτε Κύριον τὸν Θεὸν ὑμῶν. 23 καὶ ὅτε ἐξαπέστειλεν ὑμᾶς Κύριος ἐκ Κάδης Βαρνὴ λέγων· ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν, ἣν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ. 24 ἀπειθοῦντες ἦτε τὰ πρὸς Κύριον ἀπὸ τῆς ἡμέρας, ἧς ἐγνώσθη ὑμῖν. 25 καὶ ἐδεήθην ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήθην· εἶπε γὰρ Κύριος ἐξολοθρεῦσαι ὑμᾶς· 26 καὶ ηὐξάμην πρὸς τὸν Θεὸν καὶ εἶπα· Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολοθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ· 27 μνήσθητι ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα, καὶ τὰ ἁμαρτήματα αὐτῶν, 28 μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν, ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν, λέγοντες· παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀποκτεῖναι αὐτούς. 29 καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.

Παρασκευή 12 Αυγούστου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 8 

ΠΑΣΑΣ τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν ὤμοσε Κύριος ὁ Θεὸς ὑμῶν τοῖς πατράσιν ὑμῶν. 2 καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ πειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. 3 καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι τῷ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ὁ ἄνθρωπος. 4 τὰ ἱμάτιά σου οὐκ ἐπαλαιώθη ἀπὸ σοῦ, τὰ ὑποδήματά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη. 5 καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις ἄνθρωπος παιδεύσῃ τὸν υἱὸν αὐτοῦ, οὕτω Κύριος ὁ Θεός σου παιδεύσει σε, 6 καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν· 7 ὁ γὰρ Κύριος ὁ Θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν, οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων· 8 γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι, συκαῖ, ροαί, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος· 9 γῆ, ἐφ᾿ ἧς οὐ μετὰ πτωχείας φαγῇ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήσῃ ἐπ᾿ αὐτῆς οὐδέν· γῆ, ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν· 10 καὶ φαγῇ καὶ ἐμπλησθήσῃ καὶ εὐλογήσεις Κύριον τὸν Θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς δέδωκέ σοι. 11 πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, 12 μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς 13 καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι καὶ πάντων, ὅσων σοι ἔσται, πληθυνθέντων σοι, 14 ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκγῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, 15 τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος, 16 τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεις σὺ καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ εὖ σε ποιήσῃ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν σου. 17 μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· ἡ ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέ μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην· 18 καὶ μνησθήσῃ Κυρίου τοῦ Θεοῦ σου, ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσε Κύριος τοῖς πατράσι σου, ὡς σήμερον. 19 καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς, διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε· 20 καθὰ καὶ τὰ λοιπὰ ἔθνη, ὅσα Κύριος ὁ Θεὸς ἀπολλύει πρὸ προσώπου ὑμῶν, οὕτως ἀπολεῖσθε, ἀνθ᾿ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν.

Τετάρτη 10 Αυγούστου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 7 

ΕΑΝ δὲ εἰσάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ ἐξάρῃ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Γεργεσσαῖον καὶ ᾿Αμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ ᾿Ιεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν, 2 καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς, οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς, 3 οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· 4ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾿ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις, καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς καὶ ἐξολοθρεύσει σε τὸ τάχος. 5 ἀλλ᾿ οὕτω ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· 6 ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σὲ προείλετο Κύριος ὁ Θεός σου εἶναι αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς. 7 οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο Κύριος ὑμᾶς καὶ ἐξελέξατο Κύριος ὑμᾶς, ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη, 8 ἀλλὰ παρὰ τὸ ἀγαπᾶν Κύριον ὑμᾶς καὶ διατηρῶν τὸν ὅρκον, ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν ὑμᾶς Κύριος ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ καὶ ἐλυτρώσατό σε Κύριος ἐξ οἴκου δουλείας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου. 9 καὶ γνώσῃ ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός, Θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεὰς 10 καὶ ἀποδιδοὺς τοῖς μισοῦσι κατὰ πρόσωπον ἐξολοθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσι, κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς. 11 καὶ φυλάξῃ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν. 12 Καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε τὰ δικαιώματα ταῦτα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ Θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος, ὃ ὤμοσε τοῖς πατράσιν ὑμῶν, 13 καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληθυνεῖ σε καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου, τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι. 14 εὐλογητός ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα καὶ ἐν τοῖς κτήνεσί σου. 15 καὶ περιελεῖ Κύριος ὁ Θεός σου ἀπὸ σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς, ἃς ἑώρακας, καὶ ὅσα ἔγνως, οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε. 16 καὶ φαγῇ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ Κύριος ὁ Θεός σου δίδωσί σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτοῖς, καὶ οὐ μὴ λατρεύσῃς τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστί σοι. 17 ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου, ὅτι πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολοθρεῦσαι αὐτούς; 18 οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις, 19 τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέ σε Κύριος ὁ Θεός σου, οὕτω ποιήσει Κύριος ὁ Θεὸς ὑμῶν πᾶσι τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. 20 καὶ τὰς σφηκίας ἀποστελεῖ Κύριος ὁ Θεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ. 21 οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ἐν σοί, Θεὸς μέγας καὶ κραταιός, 22 καὶ καταναλώσει Κύριος ὁ Θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια. 23 καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ ἀπολεῖς αὐτοὺς ἀπωλείᾳ μεγάλῃ, ἕως ἂν ἐξολοθρεύσητε αὐτούς. 24 καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολοθρεύσῃς αὐτούς. 25 τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν καύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ᾿ αὐτῶν σὺ λήψῃ σεαυτῷ, μὴ πταίσῃς δι᾿ αὐτό, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι· 26 καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου καὶ ἀνάθεμα ἔσῃ ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθημά ἐστι.