Τρίτη 28 Φεβρουαρίου 2017

ΡΟΥΘ

ΚΕΦΑΛΑΙΟΝ 1 

ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς ᾿Ιούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ. 2 καὶ ὄνομα τῷ ἀνδρὶ ᾿Ελιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νεωμίν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Χελαιών, ᾿Εφραθαῖοι ἐκ Βηθλεὲμ τῆς ᾿Ιούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ. 3 και ἀπέθανεν ᾿Ελιμέλεχ ὁ ἀνὴρ τῆς Νεωμίν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς. 4 καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ ᾿Ορφά, καὶ ὄνομα τῇ δευτέρᾳ Ρούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη. 5 καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών, καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς. 6 καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους, 7 καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾿ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν ᾿Ιούδα. 8 καὶ εἶπε Νωεμὶν ταῖς δυσὶ νύμφαις αὐτῆς· πορεύεσθαι δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μετ᾿ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκόταν καὶ μετ᾿ ἐμοῦ· 9 δῴη Κύριος ὑμῖν κα’Ι εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς· καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. 10 καὶ εἶπαν αὐτῇ· μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου. 11 καὶ εἶπε Νωεμίν· ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἱνατί πορεύεσθε μετ᾿ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας; 12 ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα, ὅτι ἔστι μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς, 13 μὴ αὐτοὺς προσδέξεσθαι ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δή, θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου. 14 καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν ᾿Ορφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ροὺθ δὲ ἠκολούθησεν αὐτῇ. 15 καὶ εἶπε Νωεμὶν πρὸς Ρούθ· ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου. 16 εἶπε δὲ Ρούθ· μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ Θεός σου Θεός μου· 17 καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείῃ, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ. 18 ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾿ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι. 19 ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βηθλεέμ. καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτάς εἰς Βηθλεέμ, καὶ ἤχησε πᾶσα ἡ πόλις ἐπ᾿ αὐταῖς καὶ εἶπον· εἰ αὕτη ἐστὶ Νωεμίν; 20 καὶ εἶπε πρὸς αὐτάς· μὴ δὴ καλεῖτέ με Νωεμίν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα· 21 ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέ με ὁ Κύριος· καὶ ἱνατί καλεῖτέ με Νωεμίν; καὶ Κύριος ἐταπείνωσέ με, καὶ ὁ ἱκανὸς ἐκάκωσέ με. 22 καὶ ἐπέστρεψε Νωεμὶν καὶ Ροὺθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσαι ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.

Δευτέρα 27 Φεβρουαρίου 2017

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ 21 


ΚΑΙ οἱ υἱοὶ ᾿Ισραὴλ ὤμοσαν ἐν Μασσηφὰθ λέγοντες· ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμὶν εἰς γυναῖκα. 2 καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθὴλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ Θεοῦ καὶ ᾖραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν 3 καὶ εἶπαν· εἰς τί, Κύριε Θεὲ ᾿Ισραήλ, ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ ᾿Ισραὴλ φυλὴν μίαν; 4 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας. 5 καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν ᾿Ισραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσι πρὸς Κύριον εἰς Μασσηφὰθ λέγοντες· θανάτῳ θανατωθήσεται. 6 καὶ παρεκλήθησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Βενιαμὶν ἀδελφὸν αὐτῶν καὶ εἶπαν· ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ ᾿Ισραήλ· 7 τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν Κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας. 8 καὶ εἶπαν· τίς εἷς ἀπὸ φυλῶν ᾿Ισραήλ, ὃς οὐκ ἀνέβη πρὸς Κύριον εἰς Μασσηφάθ; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ᾿Ιαβὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν. 9 καὶ ἐπεσκέπη ὁ λαός, καί οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων ᾿Ιαβὶς Γαλαάδ. 10 καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλατο αὐτοῖς λέγοντες· πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας ᾿Ιαβὶς Γαλαὰδ ἐν στόματι ρομφαίας. 11 καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εὐδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως. 12 καὶ εὗρον ἀπὸ οἰκούντων ᾿Ιαβὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼμ τὴν ἐν γῇ Χαναάν. 13 καὶ ἀπέστειλαν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμὶν ἐν τῇ πέτρᾳ Ρεμμὼν καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην. 14 καὶ ἐπέστρεψε Βενιαμὶν πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ τὰς γυναῖκας, ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων ᾿Ιαβὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτω. 15 Καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμίν, ὅτι ἐποίησε Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς ᾿Ισραήλ. 16 καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς· τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμὶν γυνή. 17 καὶ εἶπαν· Κληρονομία διασωζομένων τῶν Βενιαμίν, καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ ᾿Ισραήλ· 18 ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς ᾿Ισραὴλ λέγοντες· ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμίν. 19 καὶ εἶπαν· ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼμ ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθὴλ κατ᾿ ἀνατολάς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπό Βαιθὴλ εἰς Συχέμ καὶ ἀπὸ νότου τῆς Λεβωνά. 20 καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμὶν λέγοντες· πορεύεσθε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσι· 21 καὶ ὄψεσθε καὶ ἰδού, ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼ χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα, ἀπὸ τῶν θυγατέρων Σηλὼμ καὶ πορεύεσθε εἰς γῆν Βενιαμίν. 22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ἡμᾶς, καὶ ἐροῦμεν αὐτοῖς· ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς κλῆροςπλημμελήσατε. 23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμὶν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς. 24 καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ. 25 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.

Παρασκευή 24 Φεβρουαρίου 2017

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ 20 

ΚΑΙ ἐξῆλθον πάντες οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ γῆ τοῦ Γαλαὰδ πρὸς Κύριον εἰς Μασσηφά. 2 καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ ᾿Ισραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ Θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ρομφαίαν. 3 καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμὶν ὅτι ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφά. καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· λαλήσατε, ποῦ ἐγένετο ἡ πονηρία αὕτη; 4 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν· εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι. 5 καὶ ἀνέστησαν ἐπ᾿ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ καὶ ἐκύκλωσαν ἐπ᾿ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανε. 6 καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν ᾿Ισραήλ, ὅτι ἐποίησαν ζέμα καὶ ἀπόπτωμα ἐν ᾿Ισραήλ. 7 ἰδοὺ πάντες ὑμεῖς, υἱοὶ ᾿Ισραήλ, δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ. 8 καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες· οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ. 9 καὶ νῦν τοῦτο τὸ ρῆμα, ὃ ποιηθήσεται τῇ Γαβαά· ἀναβησόμεθα ἐπ᾿ αὐτὴν ἐν κλήρῳ, 10 πλὴν ληψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς ᾿Ισραὴλ καὶ ἑκατὸν τοῖς χιλίοις καὶχιλίους τοῖς μυρίοις, λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαὰ Βενιαμίν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα, ὃ ἐποίησεν ἐν ᾿Ισραήλ. 11 καὶ συνήχθη πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς. 12 Καὶ ἀπέστειλαν αἱ φυλαὶ ᾿Ισραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμὶν λέγοντες· τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν; 13 καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαά, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ ᾿Ισραήλ. καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμὶν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν ᾿Ισραήλ. 14 καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς ᾿Ισραήλ. 15 καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ρομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες 16 ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες. 17 καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμίν, τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ρομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως. 18 καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ καὶ ἠρώτησαν ἐν τῷ Θεῷ καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος· ᾿Ιούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος. 19 καὶ ἀνέστησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πρωΐ καὶ παρενέβαλον ἐπὶ Γαβαά. 20 καὶ ἐξῆλθον πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰς παράταξιν πρὸς Βενιαμὶν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά. 21 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῆς Γαβαὰ καὶ διέφθειραν ἐν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν. 22 καὶ ἐνίσχυσαν ἀνὴρ ᾿Ισραὴλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ, ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ. 23 καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν Κυρίῳ λέγοντες· εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος· ἀνάβητε πρὸς αὐτούς. 24 καὶ προσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ. 25 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειραν ἀπὸ υἱῶν ᾿Ισραὴλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπί τὴν γῆν· πάντες οὗτοι ἕλκοντες ρομφαίαν. 26 καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθὴλ καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου· 27 ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ, 28 καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐπηρώτησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν Κυρίῳ λέγοντες· εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν; καὶ εἶπε Κύριος· ἀνάβητε, ὅτι αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν. 29 Καὶ ἔθηκαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ. 30 καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ συνῆψαν πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ. 31 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστι μία ἀναβαίνουσα εἰς Βαιθὴλ καὶ μία εἰς Γαβαὰ ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν ᾿Ισραήλ. 32 καὶ εἶπαν οἱ υἱοὶ Βενιαμίν· πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ ᾿Ισραὴλ εἶπαν· φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς· καὶ ἐποίησαν οὕτω. 33 καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτῶν καὶ συνῆψαν ἐν Βααλθαμάρ, καὶ τό ἔνεδρον ᾿Ισραὴλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μαοραγαβέ. 34 καὶ ἦλθον ἐξ ἐναντίας Γαβαὰ δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς ᾿Ισραὴλ καὶ παράταξις βαρεῖα· καὶ αὐτοὶ οὐ ἔγνωσαν, ὅτι φθάνει ἐπ᾿ αὐτοὺς ἡ κακία. 35 καὶ ἐπάταξε Κύριος τὸν Βενιαμὶν ἐνώπιον υἱῶν ᾿Ισραήλ, καὶ διέφθειραν οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ τοῦ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἷλκον ρομφαίαν. 36 καὶ εἶδον οἱ υἱοὶ Βενιαμὶν ὅτι ἐπλήγησαν· καὶ ἔδωκεν ἀνὴρ ᾿Ισραὴλ τῷ Βενιαμὶν τόπον, ὅτι ἤλπισαν πρὸς τό ἔνεδρον, ὃ ἔθηκαν ἐπὶ τῇ Γαβαά. 37 καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι καὶ τὸ ἔνεδρον ἐκινήθη καί ἐξέτειναν ἐπὶ τὴν Γαβαά, καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας. 38 καὶ σημεῖον ἦν τοῖς υἱοῖς ᾿Ισραὴλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως. 39 καὶ εἶδον οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαά, καὶ ἔστησαν ἐν τῇ παρατάξει, καὶ Βενιαμὶν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν ᾿Ισραὴλ ὡς τριάκοντα ἄνδρας, ὅτι εἶπαν· πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη. 40 καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ· καὶ ἐπέβλεψε Βενιαμὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ. 41 καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπέστρεψε, καὶ ἔσπευσαν ἄνδρες Βενιαμίν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπ᾿ αὐτούς ἡ πονηρία. 42 καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν ᾿Ισραὴλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον, καὶ ἡ παράταξις ἔφθασεν ἐπ᾿ αὐτούς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν. 43 καὶ κατέκοπτον τὸν Βενιαμὶν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουὰ κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαὰ πρὸς ἀνατολὰς ἡλίου. 44 καὶ ἔπεσον ἀπὸ Βενιαμὶν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. 45 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμών, καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ ᾿Ισραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ ᾿Ισραὴλ ἕως Γεδᾶν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας. 46 καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἀπὸ Βενιαμὶν εἰκοσιπέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ρομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως. 47 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμών, ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ Ρεμμὼν τέσσαρας μῆνας. 48 καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμὶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας ἀπὸ πόλεως Μεθλὰ καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί.

Πέμπτη 23 Φεβρουαρίου 2017

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ 19 

ΚΑΙ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ· καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους ᾿Εφραὶμ καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλεὲμ ᾿Ιούδα. 2 καὶ ἐπορεύθη ἀπ᾿ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθε παρ᾿ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς Βηθλεὲμ ᾿Ιούδα καὶ ἦν ἐκεῖ ἡμέρας μηνῶν τεσσάρων. 3 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ, καὶ νεανίας αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ζεῦγος ὄνων· ἡ δὲ εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αὐτῆς, καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ. 4 καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισε μετ᾿ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκεῖ. 5 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωΐ καὶ ἀνέστη τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ· στήρισον τὴν καρδίαν σου ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε. 6 καὶ ἐκάθισαν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα· ἄγε δὴ αὐλίσθητι, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου. 7 καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι αὐτός· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ ἐκάθισε καὶ ηὐλίσθη ἐκεῖ. 8 καὶ ὤρθρισε τὸ πρωΐ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος· στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον οἱ δύο. 9 καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος· ἰδοὺ δὴ ἠσθένησενἡμέρα εἰς τὴν ἑσπέραν· αὐλίσθητι ὧδε, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου. 10 καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἦλθεν ἕως ἀπέναντι ᾿Ιεβοὺς (αὕτη ἐστὶν ῾Ιερουσαλήμ), καὶ μετ᾿ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾿ αὐτοῦ. 11 καὶ ἤλθοσαν ἕως ᾿Ιεβούς, καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα· καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ· δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ ᾿Ιεβουσὶ ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ. 12 καὶ εἶπε πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ· οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν, ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν ᾿Ισραὴλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαά. 13 καὶ εἶπε τῷ νεανίᾳ αὐτοῦ· δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων καὶ αὐλισθησόμεθα ἐν Γαβαὰ ἢ ἐν Ραμά. 14 καὶ παρῆλθον καὶ ἐπορεύθησαν, καὶ ἔδυ αὐτοῖς ὁ ἥλιος ἐχόμενα τῆς Γαβαά, ἥ ἐστι τῷ Βενιαμίν. 15 καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι ἐν Γαβαά· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι. 16 καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ· καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους ᾿Εφραίμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαά, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμίν. 17 καὶ ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης· ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ; 18 καὶ εἶπεν πρὸς αὐτόν· παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεὲμ ᾿Ιούδα ἕως μηρῶν ὄρους ᾿Εφραίμ· ἐκεῖθεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεὲμ ᾿Ιούδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν· 19 καί γε ἄχυρα καὶ χορτάσματά ἐστι τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτος καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παίδων σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος. 20 καὶ εἶπεν ὁ ἀνὴρ πρεσβύτης· εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ᾿ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ. 21 καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ τόπον ἐποίησε τοῖς ὄνοις, καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον. 22 αὐτοὶ δὲ ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν. καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες· ἐξένεγκε τὸν ἄνδρα, ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν. 23 καὶ ἐξῆλθε πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπε· μὴ ἀδελφοί, μὴ κακοποιήσητε δὴ μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου, μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην· 24 ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ, ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ρῆμα τῆς ἀφροσύνης ταύτης. 25 καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὄλην τὴν νύκτα ἕως τὸ πρωΐ· καὶ ἐξαπέστειλαν αὐτήν, ὡς ἀνέβη τὸ πρωΐ. 26 καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσε παρὰ τὴν θύραν τοῦ οἴκου, οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως οὗ διέφαυσε. 27 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθε τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ, καί ἰδοὺ ἡ γυνὴ αὐτοῦ ἡ παλλακὴ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον. 28 καὶεἶπε πρὸς αὐτήν· ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ. 29 καὶ ἔλαβε τὴν ρομφαίαν καὶ ἐκράτησε τὴν παλλακὴν αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ. 30 καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν· οὐκ ἐγένετο καὶ οὐχ ἑώραται ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης θέσθε ὑμῖν αὐτοῖς βουλὴν ἐπ᾿ αὐτὴν καὶ λαλήσατε.

Δευτέρα 20 Φεβρουαρίου 2017

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ 18  

ΕΝ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει ἑαυτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν υἱῶν ᾿Ισραὴλ κληρονομία. 2 καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραὰ καὶ ἀπὸ ᾿Εσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς· πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους ᾿Εφραὶμ ἕως οἴκου Μιχαία καὶ ηὐλίσθησαν αὐτοὶ ἐκεῖ 3 ἐν οἴκῳ Μιχαία, καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ· τίς ἤνεγκέ σε ὧδε, καὶ σὺ τί ποιεῖς ἐν τῷ τόπῳ τούτῳ, καὶ τί σοι ὧδε; 4 καὶ εἶπε πρὸς αὐτούς· οὕτω καὶ οὕτως ἐποίησέ μοι Μιχαίας καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα. 5 καὶ εἶπαν αὐτῷ· ἐπερώτησον δὴ ἐν τῷ Θεῷ, καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ. 6 καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς· πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον Κυρίου ἡ ὁδὸς ὑμῶν, ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ. 7 καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισά· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ᾿ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστι διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυρούς, καὶ μακράν εἰσι Σιδωνίων καὶ λόγον οὐκ ἔχουσι πρὸς ἄνθρωπον. 8 καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ ᾿Εσθαὸλ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν· τί ὑμεῖς κάθησθε; 9 καὶ εἶπαν· ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾿ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν. 10 καὶ ἡνίκα ἐὰν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ᾿ ἐλπίδι, καὶ ἡ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν ὁ Θεός ἐν χειρὶ ὑμῶν, τόπος, ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ρήματος τῶν ἐν τῇ γῇ. 11 Καὶ ἀπῇραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δὰν ἀπὸ Σαραὰ καὶ ἀπὸ ᾿Εσθαὸλ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως. 12 καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρὶμ ἐν ᾿Ιούδα· διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δὰν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ ὀπίσω Καριαθιαρίμ. 13 καὶ παρῆλθον ἐκεῖθεν ὄρος ᾿Εφραὶμ καὶ ἦλθον ἕως οἴκου Μιχαία. 14 καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν Λαισὰ καὶ εἶπαν πρὸς τοὺς ἀδελφούς· ἔγνωτε ὅτι ἐστὶν ἐν τῷ οἴκῳ τούτῳ ἐφὼδ καὶ θεραφὶν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε ὅ,τι ποιήσετε. 15 καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τόν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου, εἰς τὸν οἶκον Μιχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην. 16 καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν. 17 καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαία, καὶ ὁ ἱερεὺς ἑστώς· 18 καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ χωνευτόν. καὶ εἶπε πρὸς αὐτοὺς ὁ ἱερεύς· τί ὑμεῖς ποιεῖτε; 19 καὶ εἶπαν αὐτῷ· κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ᾿ ἡμῶν καὶ γένου ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον ᾿Ισραήλ; 20 καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβε τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ. 21 καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν. 22 αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαία καὶ ἰδοὺ Μιχαίας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαία ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν. 23 καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δὰν τὸ πρόσωπον αὐτῶν καὶ εἶπαν τῷ Μιχαίᾳ· τί ἐστί σοι, ὅτι ἐβόησας; 24 καὶ εἶπε Μιχαίας· ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε· καὶ τί μοι ἔτι; καὶ τί τοῦτο λέγετε πρός με· τί κράζεις; 25 καὶ εἶπαν πρὸς αὐτὸν οἱ υἱοὶ Δάν· μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ᾿ ἡμῶν, μή ποτε συναντήσωσιν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσι ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου. 26 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδε Μιχαίας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. 27 καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ὃ ἐποίησε Μιχαίας, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λαισά, ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ᾿ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί· 28 καὶ οὐκ ἦν ὁ ρυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ραάβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ 29 καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ ᾿Ισραήλ· καὶ ἦν Οὐλαμαΐς ὄνομα τῆς πόλεως τὸ πρότερον. 30 καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτόν· καὶ ᾿Ιωνάθαν υἱὸς Γηρσὼν υἱὸς Μανασσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως ἡμέρας τῆς ἀποικίας τῆς γῆς. 31 καὶ ἔθηκαν ἑαυτοῖς τὸ γλυπτόν, ὃ ἐποίησε Μιχαίας πάσας τὰς ἡμέρας, ἃς ἦν ὁ οἶκος τοῦ Θεοῦ ἐν Σηλώμ.