Τετάρτη 31 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 4 

ΚΑΙ ἤκουσεν ᾿Ιεβοσθὲ υἱὸς Σαοὺλ ὅτι τέθνηκεν ᾿Αβεννὴρ υἱὸς Νὴρ ἐν Χεβρών, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες ᾿Ισραὴλ παρείθησαν. 2 καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ ᾿Ιεβοσθὲ υἱῷ Σαούλ, ὄνομα τῷ ἑνὶ Βαανὰ καὶ ὄνομα τῷ δευτέρῳ Ρηχάβ, υἱοὶ Ρεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμίν· ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμίν, 3 καὶ ἀπέδρασαν οἱ Βηθωραῖοι εἰς Γεθθαὶμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης. 4 καὶ τῷ ᾿Ιωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας· υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ ᾿Ιεζραήλ, καὶ ᾖρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγε, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ. 5 καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμὼν τοῦ Βηρωθαίου Ρεκχὰ καὶ Βαανὰ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον ᾿Ιεβοσθέ. καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας, 6 καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς καὶ ἐνύσταξε καὶ ἐκάθευδε, καὶ Ρεκχὰ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον 7 καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ ᾿Ιεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσι καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα. 8 καὶ ἤνεγκαν τὴν κεφαλὴν ᾿Ιεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν πρὸς τὸν βασιλέα· ἰδοὺ ἡ κεφαλὴ ᾿Ιεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ. 9 καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ρεκχὰ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ρεμμὼν τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς· ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, 10 ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαούλ, καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελάκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια. 11 καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολοθρεύσω ὑμᾶς ἐκ τῆς γῆς. 12 καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτείνουσιν αὐτοὺς καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών· καὶ τὴν κεφαλὴν ᾿Ιεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ ᾿Αβεννὴρ υἱοῦ Νήρ.

Δευτέρα 29 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 3 

ΚΑΙ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. 2 Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ ᾿Αμνὼν τῆς ᾿Αχινόομ τῆς ᾿Ιεζραηλίτιδος, 3 καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς ᾿Αβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος ᾿Αβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσίρ, 4 καὶ ὁ τέταρτος ᾿Ορνία υἱὸς Φεγγίθ, καὶ ὁ πέμπτος Σαβατία τῆς ᾿Αβιτάλ, 5 καὶ ὁ ἕκτος ᾿Ιεθεραὰμ τῆς Αἰγλὰ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών. 6 Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ, καὶ ᾿Αβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ. 7 καὶ τῷ Σαοὺλ παλλακὴ Ρεσφὰ θυγάτηρ ᾿Ιάλ· καὶ εἶπεν ᾿Ιεβοσθὲ υἱὸς Σαοὺλ πρὸς ᾿Αβεννήρ· τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου; 8 καὶ ἐθυμώθη σφόδρα ᾿Αβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ ᾿Ιεβοσθέ, καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς αὐτόν· μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυίδ· καὶ ἐπιζητεῖς ἐπ᾿ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον; 9 τάδε ποιήσαι ὁ Θεὸς τῷ ᾿Αβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυίδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ 10 περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαούλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ ᾿Ισραὴλ καὶ ἐπὶ τὸν ᾿Ιούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ. 11 καὶ οὐκ ἠδυνάσθη ἔτι ᾿Ιεβοσθὲ ἀποκριθῆναι τῷ ᾿Αβεννὴρ ρῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν. 12 Καὶ ἀπέστειλεν ᾿Αβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα λέγων· διάθου διαθήκην σου μετ᾿ ἐμοῦ, καὶ ἰδοὺ ἡ χεὶρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον ᾿Ισραήλ. 13 καὶ εἶπε Δαυίδ· καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων· οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου. 14 καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς ᾿Ιεβοσθὲ υἱὸν Σαοὺλ ἀγγέλους λέγων· ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχόλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων. 15 καὶ ἀπέστειλεν ᾿Ιεβοσθὲ καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς. 16 καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ᾿ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν ᾿Αβεννήρ· πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε. 17 καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς τοὺς πρεσβυτέρους ᾿Ισραὴλ λέγων· χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφ᾿ ὑμῶν· 18 καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ λέγων· ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν ᾿Ισραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν. 19 καὶ ἐλάλησεν ᾿Αβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν. καὶ ἐπορεύθη ᾿Αβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς ᾿Ισραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν. 20 Καὶ ἦλθεν ᾿Αβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ μετ᾿ αὐτοῦ εἴκοσιν ἄνδρες. καὶ ἐποίησε Δαυὶδ τῷ ᾿Αβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετ᾿ αὐτοῦ πότον. 21 καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς Δαυίδ· ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα ᾿Ισραὴλ καὶ διαθήσομαι μετ᾿ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλε Δαυὶδ τὸν ᾿Αβεννήρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ. 22 καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ ᾿Ιωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθ᾿ ἑαυτῶν· καὶ ᾿Αβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ. 23 καὶ ᾿Ιωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ ᾿Ιωὰβ λέγοντες· ἥκει ᾿Αβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυίδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ. 24 καὶ εἰσῆλθεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπε· τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν ᾿Αβεννὴρ πρὸς σέ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ; 25 ἦ οὐκ οἶδας τὴν κακίαν ᾿Αβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς; 26 καὶ ἀνέστρεψεν ᾿Ιωὰβ ἀπὸ τοῦ Δαυὶδ καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ᾿Αβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ· καὶ Δαυὶδ οὐκ ᾔδει. 27 καὶ ἐπέστρεψε τὸν ᾿Αβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν ᾿Ιωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἱματι ᾿Ασαὴλ τοῦ ἀδελφοῦ ᾿Ιωάβ. 28 Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα καὶ εἶπεν· ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων ᾿Αβεννὴρ υἱοῦ Νήρ· 29 καταντησάτωσαν ἐπὶ κεφαλὴν ᾿Ιωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου ᾿Ιωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ρομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις. 30 ᾿Ιωὰβ δὲ καὶ ᾿Αβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν ᾿Αβεννὴρ ἀνθ᾿ ὧν ἐθανάτωσε τὸν ᾿Ασαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαών, ἐν τῷ πολέμῳ. 31 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ιωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ· διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν ᾿Αβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης. 32 καὶ θάπτουσι τὸν ᾿Αβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ ᾿Αβεννήρ. 33 καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ ᾿Αβεννὴρ καὶ εἶπεν· εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται ᾿Αβεννήρ; 34 αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν. 35 καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσε Δαυὶδ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος. 36 καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ. 37 καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν ᾿Αβεννὴρ υἱὸν Νήρ. 38 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ· οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ ᾿Ισραήλ; 39 καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουΐας σκληρότεροί μού εἰσιν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.

Παρασκευή 26 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 2 

ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ λέγων· εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων ᾿Ιούδα; καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνάβηθι. καὶ εἶπε Δαυίδ· ποῦ ἀναβῶ; καὶ εἶπεν· εἰς Χεβρών. 2 καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, ᾿Αχινόομ ἡ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου, 3 καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών. 4 καὶ ἔρχονται ἄνδρες τῆς ᾿Ιουδαίας καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον ᾿Ιούδα. Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ λέγοντες· ὅτι οἱ ἄνδρες ᾿Ιαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ. 5 καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους ᾿Ιαβὶς τῆς Γαλααδίτιδος καὶ εἶπε πρὸς αὐτοὺς Δαυίδ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ. 6 καὶ νῦν ποιήσαι Κύριος μεθ᾿ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ᾿ ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ρῆμα τοῦτο· 7 καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαούλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος ᾿Ιούδα ἐφ᾿ ἑαυτὸν εἰς βασιλέα. 8 Καὶ ᾿Αβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν ᾿Ιεβοσθὲ υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ 9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρὶ καὶ ἐπὶ τὴν ᾿Ιεζράελ καὶ ἐπὶ τὸν ᾿Εφραὶμ καὶ ἐπὶ τὸν Βενιαμὶν καὶ ἐπὶ πάντα ᾿Ισραήλ. 10 τεσσαράκοντα ἐτῶν ᾿Ιεβοσθὲ υἱὸς Σαούλ, ὅτε ἐβασίλευσεν ἐπὶ ᾿Ισραήλ, καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου ᾿Ιούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ· 11 καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον ᾿Ιούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ. 12 Καὶ ἐξῆλθεν ᾿Αβεννὴρ υἱὸς Νὴρ καὶ οἱ παῖδες ᾿Ιεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών· 13 καὶ ᾿Ιωὰβ υἱὸς Σαρουΐας καὶ οἱ παῖδες Δαυὶδ ἐξήλθοσαν ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴ κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν. 14 καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς ᾿Ιωάβ· ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν ᾿Ιωάβ· ἀναστήτωσαν. 15 καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν ᾿Ιεβοσθὲ υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ. 16 καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών. 17 καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν ᾿Αβεννὴρ καὶ ἄνδρες ᾿Ισραὴλ ἐνώπιον παίδων Δαυίδ. 18 καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουΐας, ᾿Ιωὰβ καὶ ᾿Αβεσσὰ καὶ ᾿Ασαήλ, καὶ ᾿Ασαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ. 19 καὶ κατεδίωξεν ᾿Ασαὴλ ὀπίσω ᾿Αβεννὴρ καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν ᾿Αβεννήρ. 20 καὶ ἐπέβλεψεν ᾿Αβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν· εἰ σὺ εἶ αὐτὸς ᾿Ασαήλ; καὶ εἶπεν· ἐγώ εἰμι. 21 καὶ εἶπεν αὐτῷ ᾿Αβεννήρ· ἔκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σεαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν ᾿Ασαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ. 22 καὶ προσέθετο ἔτι ᾿Αβεννὴρ λέγων τῷ ᾿Ασαήλ· ἀπόστηθι ἀπ᾿ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς ᾿Ιωάβ; 23 καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς ᾿Ιωὰβ τὸν ἀδελφόν σου. καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν ᾿Αβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ ᾿Ασαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο. 24 καὶ κατεδίωξεν ᾿Ιωὰβ καὶ ᾿Αβεσσὰ ὀπίσω ᾿Αβεννήρ· καὶ ὁ ἥλιος ἔδυνε. καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ ᾿Αμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαί, ὁδὸν ἔρημον Γαβαών. 25 καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω ᾿Αβεννὴρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός. 26 καὶ ἐκάλεσεν ᾿Αβεννὴρ ᾿Ιωὰβ καὶ εἶπε· μὴ εἰς νῖκος καταφάγεται ἡ ρομφαία; ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν; 27 καὶ εἶπεν ᾿Ιωάβ· ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ. 28 καὶ ἐσάλπισεν ᾿Ιωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ ᾿Ισραὴλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν. 29 καὶ ᾿Αβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν ᾿Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν. 30 καὶ ᾿Ιωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ ᾿Αβεννὴρ καὶ συνήθροισε πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαντῶν παίδων Δαυίδ ἐννεακαίδεκα ἄνδρες καὶ ᾿Ασαήλ. 31 καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν ᾿Αβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ᾿ αὐτοῦ. 32 καὶ αἴρουσι τὸν ᾿Ασαὴλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. καὶ ἐπορεύθη ᾿Ιωὰβ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.

Τετάρτη 24 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 1

ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν ᾿Αμαλήκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο. 2 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 3 καὶ εἶπεν αὐτῷ Δαυίδ· πόθεν σὺ παραγίνῃ; καὶ εἶπε πρὸς αὐτόν· ἐκ τῆς παρεμβολῆς ᾿Ισραὴλ ἐγὼ διασέσωσμαι. 4 καὶ εἶπεν αὐτῷ Δαυίδ· τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον· καὶ Σαοὺλ καὶ ᾿Ιωνάθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανε. 5 καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ ᾿Ιωνάθαν ὁ υἱὸς αὐτοῦ; 6 καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ· περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουέ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ. 7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέ με καὶ ἐκάλεσέ με, καὶ εἶπα· ἰδοὺ ἐγώ. 8 καὶ εἶπέ μοι· τίς εἶ σύ; καὶ εἶπα· ᾿Αμαληκίτης ἐγώ εἰμι. 9 καὶ εἶπε πρός με· στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί. 10 καὶ ἐπέστην ἐπ᾿ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε. 11 καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. 12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν ᾿Ιούδα καὶ ἐπὶ τὸν οἶκον ᾿Ισραήλ, ὅτι ἐπλήγησαν ἐν ρομφαίᾳ. 13 καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πόθεν εἶ σύ; καὶ εἶπεν· υἱὸς ἀνδρὸς παροίκου ᾿Αμαληκίτου ἐγώ εἰμι. 14 καὶ εἶπεν αὐτῷ Δαυίδ· πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου; 15 καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπε· προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανε. 16 καὶ εἶπε πρὸς αὐτὸν Δαυίδ· τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι στὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι, ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου. 17 Καὶ ἐθρήνησε Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ. 18 καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς ᾿Ιούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς. 19 Στήλωσον, ᾿Ισραήλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί; 20 μὴ ἀναγγείλητε ἐν Γὲθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις ᾿Ασκάλωνος, μή ποτε εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων. 21 ὄρη τὰ ἐν Γελβουὲ μὴ καταβάτω δρόσος καὶ μὴ ὑετὸς ἐφ᾿ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ. 22 ἀφ᾿ αἵματος τραυματιῶν καὶ ἀπὸ στέατος δυνατῶν τόξον ᾿Ιωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ρομφαία Σαοὺλ οὐκ ἀνέκαμψε κενή. 23 Σαοὺλ καὶ ᾿Ιωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν· ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν. 24 θυγατέρες ᾿Ισραήλ, ἐπὶ Σαοὺλ κλαύσατε, τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν. 25 πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· ᾿Ιωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίας. 26 ἀλγῶ ἐπὶ σοί, ἀδελφέ μου ᾿Ιωνάθαν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν. 27 πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά;

Δευτέρα 22 Μαΐου 2017

ΒΑΣΙΛΕΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 31 

ΚΑΙ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ ᾿Ισραήλ, καὶ ἔφυγον οἱ ἄνδρες ᾿Ισραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ. 2 καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν ᾿Ιωνάθαν καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν Μελχισᾶ υἱοὺς Σαούλ. 3 καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τά ὑποχόνδρια. 4 καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν. 5 καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαούλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε μετ᾿ αὐτοῦ. 6 καὶ ἀπέθανε Σαοὺλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό. 7 καὶ εἶδον οἱ ἄνδρες ᾿Ισραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες ᾿Ισραὴλ καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς. 8 καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουέ. 9 καί ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ. 10 καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ ᾿Ασταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάν. 11 καὶ ἀκούουσιν οἱ κατοικοῦντες ᾿Ιαβὶς τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ· 12 καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰν καὶ φέρουσιν αὐτοὺς εἰς ᾿Ιαβὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ. 13 καὶ λαμβάνουσι τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν ᾿Ιαβὶς καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.