Παρασκευή 30 Μαρτίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 14  

ΚΑΙ ἀπέθανεν ᾿Αβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ασὰ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. ἐν ταῖς ἡμέραις ᾿Ασὰ ἡσύχασεν ἡ γῆ ᾿Ιούδα δέκα ἔτη, 2 καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. 3 καὶ ἀπέστησε τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξέκοψε τὰ ἄλση 4 καὶ εἶπε τῷ ᾿Ιούδᾳ ἐκζητῆσαι τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τόν νόμον καὶ τὰς ἐντολάς. 5 καὶ ἀπέστησεν ἀπὸ πασῶν πόλεων ᾿Ιούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσε 6 πόλεις τειχήρεις ἐν γῇ ᾿Ιούδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις, ὅτι κατέπαυσε Κύριος αὐτῷ. 7 καὶ εἶπε τῷ ᾿Ιούδᾳ· οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλούς, ἐν ᾧ τῆς γῆς κυριεύσομεν, ὅτι καθὼς ἐξεζητήσαμεν Κύριον τὸν Θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐώδωσεν ἡμῖν. 8 καὶ ἐγένετο δύναμις τῷ ᾿Ασὰ ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ ᾿Ιούδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως. 9 καὶ ἐξῆλθεν ἐπ’ αὐτοὺς Ζαρὲ ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισά. 10 καὶ ἐξῆλθεν ᾿Ασὰ εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισά. 11 καὶ ἐβόησεν ᾿Ασὰ πρὸς ΚύριοΘεὸν αὐτοῦ καὶ εἶπε· Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρός σε ἄνθρωπος. 12 καὶ ἐπάταξε Κύριος τοὺς Αἰθίοπας ἐναντίον ᾿Ιούδα, καὶ ἔφυγον Αἰθίοπες· 13 καὶ κατεδίωξεν αὐτοὺς ᾿Ασὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ, καὶ ἐσκύλευσαν σκῦλα πολλά. 14 καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπ’ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς· 15 καί γε σκηνὰς κτήσεων, τοὺς ᾿Αλιμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς ῾Ιερουσαλήμ.

Τετάρτη 28 Μαρτίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 13 

ΕΝ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας ῾Ιεροβοὰμ ἐβασίλευσεν ᾿Αβιὰ ἐπὶ ᾿Ιούδαν· 2 τρία ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών. καὶ πόλεμος ἦν ἀνὰ μέσον ᾿Αβιὰ καὶ ἀνὰ μέσον ῾Ιεροβοάμ. 3 καὶ παρετάξατο ᾿Αβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν, καὶ ῾Ιεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσι, δυνατοὶ πολεμισταὶ δυνάμεως. 4 καὶ ἀνέστη ᾿Αβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ὅ ἐστιν ἐν τῷ ὄρει ᾿Εφραίμ, καὶ εἶπεν· ἀκούσατε ῾Ιεροβοὰμ καὶ πᾶς ᾿Ισραήλ· 5 οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἔδωκε βασιλέα ἐπὶ τὸν ᾿Ισραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός; 6 καὶ ἀνέστη ῾Ιεροβοὰμ ὁ τοῦ Ναβὰτ ὁ παῖς Σαλωμὼν τοῦ Δαυὶδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ. 7 καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀντέστη πρὸς Ροβοὰμ τὸν τοῦ Σαλωμών, καὶ Ροβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ. 8 καὶ νῦν ὑμεῖς λέγετε ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας Κυρίου διὰ χειρὸς υἱῶν Δαυίδ· καὶ ὑμεῖς πλῆθος πολὺ καὶ μεθ’ ὑμῶν μόσχοι χρυσοῖ, οὓς ἐποίησεν ὑμῖν ῾Ιεροβοὰμ εἰς θεούς. 9 ἦ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς Κυρίου τοὺς υἱοὺς ᾿Ααρὼν καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πάσης; ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ. 10 καὶ ἡμεῖς Κύριον τὸν Θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσι τῷ Κυρίῳ οἱ υἱοὶ ᾿Ααρὼν καὶ οἱ Λευῖται, καὶ ἐν ταῖς ἐφημερίαις αὐτῶν· 11 θυμιῶσι τῷ Κυρίῳ ὁλοκαύτωμα πρωΐ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λύχνοι τῆς καύσεως ἀνάψαι δείλης, ὅτι φυλάσσομεν τὰς φυλακὰς Κυρίου τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν. 12 καὶ ἰδοὺ μεθ’ ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ’ ἡμᾶς. οἱ υἱοὶ τοῦ ᾿Ισραὴλ μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν. 13 καὶ ῾Ιεροβοὰμ ἀπέστρεψε τὸ ἔνεδρον ἐλθεῖν αὐτῷ ἐκ τῶν ὄπισθεν· καὶ ἐγένετο ἔμπροσθεν ᾿Ιούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν. 14 καὶ ἀπέστρεψεν ᾿Ιούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι· 15 καὶ ἐβόησαν ἄνδρες ᾿Ιούδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας ᾿Ιούδα καὶ Κύριος ἐπάταξε τὸν ῾Ιεροβοὰμ καὶ τὸν ᾿Ισραὴλ ἐναντίον ᾿Αβιὰ καὶ ᾿Ιούδα. 16 καὶ ἔφυγον οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ προσώπου ᾿Ιούδα, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας αὐτῶν. 17 καὶ ἐπάταξεν ἐν αὐτοῖς ᾿Αβιὰ καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ ᾿Ισραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί. 18 καὶ ἐταπεινώθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ ᾿Ιούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν. 19 καὶ κατεδίωξεν ᾿Αβιὰ ὀπίσω ῾Ιεροβοὰμ καὶ προκατελάβετο παρ’ αὐτοῦ πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν ᾿Ισανὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν ᾿Εφρὼν καὶ τὰς κώμας αὐτῆς. 20 καὶ οὐκ ἔσχεν ἰσχὺν ῾Ιεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας ᾿Αβιά, καὶ ἐπάταξεν αὐτὸν Κύριος, καὶ ἐτελεύτησε. 21 καὶ κατίσχυσεν ᾿Αβιὰ καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δεκατέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἰκοσιδύο καὶ ἑκκαίδεκα θυγατέρας. 22 καὶ οἱ λοιποὶ λόγοι ᾿Αβιὰ καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου ᾿Αδδώ.

Δευτέρα 26 Μαρτίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 12 

ΚΑΙ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοὰμ καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου καὶ πᾶς ᾿Ισραὴλ μετ’ αὐτοῦ. 2 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ πέμπτῳ τῆς βασιλείας Ροβοὰμ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ ῾Ιερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου, 3 ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ’ αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται καὶ Αἰθίοπες. 4 καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν ᾿Ιούδᾳ, καὶ ἦλθον εἰς ῾Ιερουσαλήμ. 5 καὶ Σαμαίας ὁ προφήτης ἦλθε πρὸς Ροβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας ᾿Ιούδα τοὺς συναχθέντας εἰς ῾Ιερουσαλὴμ ἀπὸ προσώπου Σουσακὶμ καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος· ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακίμ. 6 καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες ᾿Ισραὴλ καὶ ὁ βασιλεὺς καὶ εἶπαν· δίκαιος ὁ Κύριος. 7 καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν λέγων· ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς· καὶ δώσω αὐτοὺς ὡς μικρὸς εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν ῾Ιερουσαλήμ, 8 ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς. 9 καὶ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβε· καὶ ἔλαβε τοὺς θυρεοὺς τοὺς χρυσοῦς, οὓς ἐποίησε Σαλωμών, 10 καὶ ἐποίησεν ὁ βασιλεὺς Ροβοὰμ θυρεοὺς χαλκοῦς ἀντ’ αὐτῶν. καὶ κατέστησεν ἐπ’ αὐτὸν Σουσακὶμ ἄρχοντας παρατρεχόντων, τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως. 11 καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου. εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων. 12 καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ’ αὐτοῦ ὀργὴ Κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν ᾿Ιούδᾳ ἦσαν λόγοι ἀγαθοί. 13 Καὶ κατίσχυσεν ὁ βασιλεὺς Ροβοὰμ ἐν ῾Ιερουσαλὴμ καὶ ἐβασίλευσε. καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοὰμ ἐν τῷβασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, ἐν τῇ πόλει, ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τό ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν ᾿Ισραήλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ ᾿Αμανῖτις. 14 καὶ ἐποίησε τὸ πονηρόν, ὅτι οὐ κατεύθυνε τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον. 15 καὶ λόγοι Ροβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ ᾿Αδδὼ τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμησε Ροβοὰμ τὸν ῾Ιεροβοὰμ πάσας τὰς ἡμέρας. 16 καὶ ἀπέθανε Ροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Αβιὰ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Σάββατο 24 Μαρτίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 11 


ΚΑΙ ἦλθε Ροβοὰμ εἰς ῾Ιερουσαλὴμ καὶ ἐξεκκλησίασε τὸν ᾿Ιούδαν καὶ Βενιαμὶν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον, καὶ ἐπολέμει πρὸς ᾿Ισραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ροβοάμ. 2 καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· 3 εἰπὸν πρὸς Ροβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πάντα ᾿Ιούδαν καὶ Βενιαμὶν λέγων· 4 τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσεσθε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν· ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ’ ἐμοῦ ἐγένετο τὸ ρῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου Κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ ῾Ιεροβοάμ. 5 καὶ κατῴκησε Ροβοὰμ εἰς ῾Ιερουσαλὴμ καὶ ᾠκοδόμησε πόλεις τειχήρεις ἐν τῇ ᾿Ιουδαίᾳ. 6 καὶ ᾠκοδόμησε τὴν Βηθλεὲμ καὶ Αἰτὰν καὶ Θεκωὲ 7 καὶ Βαιθσουρὰ καὶ τὴν Σοχὼθ καὶ τὴν ᾿Οδολλὰμ 8 καὶ τὴν Γὲθ καὶ τὴν Μαρισὰν καὶ τὴν Ζὶφ 9 καὶ τὴν ᾿Αδωραὶμ καὶ Λαχίς, καὶ τὴν ᾿Αζηκὰ 10 καὶ τὴν Σαραὰ καὶ τὴν Αἰλὼμ καὶ τὴν Χεβρών, ἥ ἐστι τοῦ ᾿Ιούδα καὶ Βενιαμίν, πόλεις τειχήρεις. 11 καὶ ὠχύρωσεν αὐτὰς τείχεσι καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον, 12 κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἦσαν αὐτῷ ᾿Ιούδα καὶ Βενιαμίν. 13 καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, οἳ ἦσαν ἐν παντὶ ᾿Ισραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων· 14 ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς ᾿Ιούδα εἰς ῾Ιερουσαλήμ, ὅτι ἐξέβαλεν αὐτοὺς ῾Ιεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ 15 καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν ῾Ιεροβοάμ, 16 καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν ᾿Ισραήλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον Θεὸν ᾿Ισραὴλ καὶ ἦλθον εἰς ῾Ιερουσαλὴμ θῦσαι Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν 17 καὶ κατίσχυσαν τὴν βασιλείαν ᾿Ιούδα καὶ κατίσχυσαν Ροβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυὶδ καὶ Σαλωμὼν ἔτη τρία. 18 καὶ ἔλαβεν ἑαυτῷ Ροβοὰμ γυναῖκα τὴν Μολλὰθ θυγατέρα ῾Ιεριμοὺθ υἱοῦ Δαυὶδ καὶ ᾿Αβιγαίαν θυγατέρα ῾Ελιὰβ τοῦ ᾿Ιεσσαί, 19 καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν ᾿Ιαοὺς καὶ τὸν Σαμαρίαν καὶ τὸν Ζαάμ. 20 καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα ᾿Αβεσσαλώμ, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Αβιὰ καὶ τὸν ᾿Ιετθὶ καὶ τὸν Ζηζὰ καὶ τὸν Σαλημώθ. 21 καὶ ἠγάπησε Ροβοὰμ τὴν Μααχὰ θυγατέρα ᾿Αβεσσαλὼμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δεκαοκτὼ εἶχε καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι καὶ ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα. 22 καὶ κατέστησεν εἰς ἄρχοντα ᾿Αβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν· 23 καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσι τοῖς ὁρίοις ᾿Ιούδα καὶ Βενιαμὶν καὶ ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν.

Πέμπτη 22 Μαρτίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 10 


ΚΑΙ ἦλθε Ροβοὰμ εἰς Συχέμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς ᾿Ισραὴλ βασιλεῦσαι αὐτόν. 2 καὶ ἐγένετο ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβάτ —καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως καὶ κατῴκησεν ῾Ιεροβοὰμ ἐν Αἰγύπτῳ— καὶ ἀπέστρεψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου. 3 καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν, καὶ ἦλθεν ῾Ιεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία ᾿Ισραὴλ πρὸς Ροβοὰμ λέγοντες· 4 ὁ πατήρ σου ἐσκλήρυνε τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφ’ ἡμᾶς, καὶ δουλεύσομέν σοι. 5 καὶ εἶπεν αὐτοῖς· πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με· καὶ ἀπῆλθεν ὁ λαός. 6 καὶ συνήγαγεν ὁ βασιλεὺς Ροβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον τοῦ Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων· πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον; 7 καὶ ἐλάλησαν αὐτῷ λέγοντες· ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας. 8 καὶ κατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, οἳ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ’ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ. 9 καὶ εἶπεν αὐτοῖς· τί ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρός με λέγοντες· ἄνες ἀπὸ τοῦ ζυγοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ’ ἡμᾶς; 10 καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ’ αὐτοῦ λέγοντες· οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρός σε λέγων· ὁ πατήρ σου ἐβάρυνε τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφ’ ἡμῶν, οὕτως ἐρεῖς· ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου· 11 καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ἡμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 12 καὶ ἦλθεν ῾Ιεροβοὰμ καὶ πᾶς ὁ λαὸς πρὸς Ροβοὰμ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων· ἐπιστρέψατε πρός με ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. 13 καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά, καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ροβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων 14 καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων· ὁ πατήρ μου ἐβάρυνε τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ’ αὐτόν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ Θεοῦ λέγων· ἀνέστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ ᾿Αχιὰ τοῦ Σηλωνίτου περὶ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ 16 καὶ παντὸς ᾿Ισραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν. καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων· τίς ἡμῶν ἡ μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί; εἰς τὰ σκηνώματά σου, ᾿Ισραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἐπορεύθη πᾶς ᾿Ισραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ· 17 καὶ ἄνδρες ᾿Ισραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν ᾿Ιούδα καὶ ἐβασίλευσεν ἐπ’ αὐτῶν Ροβοάμ. 18 καὶ ἀπέστειλεν ἐπ’ αὐτοὺς Ροβοὰμ ὁ βασιλεὺς τὸν ᾿Αδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ ᾿Ισραὴλ λίθοις καὶ ἀπέθανε. καὶ ὁ βασιλεὺς Ροβοὰμ ἔσπευσε τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς ῾Ιερουσαλήμ. 19 καὶ ἠθέτησεν ᾿Ισραὴλ ἐν τῷ οἴκῳ Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.