Παρασκευή 27 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 26 

ΚΑΙ ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν ᾿Οζίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ ᾿Αμασίου. 2 αὐτὸς ᾠκοδόμησε τὴν Αἰλάθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ ᾿Ιούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ. 3 υἱὸς ἑκκαίδεκα ἐτῶν ἐβασίλευσεν ᾿Οζίας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Ιεχελία ἀπὸ ῾Ιερουσαλήμ. 4 καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αμασίας ὁ πατὴρ αὐτοῦ. 5 καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν φόβῳ Κυρίου· καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος. 6 καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασε τὰ τείχη Γὲθ καὶ τὰ τείχη ᾿Ιαβνὴ καὶ τὰ τείχη ᾿Αζώτου καὶ ᾠκοδόμησε πόλεις ᾿Αζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις. 7 καὶ κατίσχυσεν αὐτὸν Κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς ῎Αραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους. 8 καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ ᾿Οζίᾳ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω. 9 καὶ ᾠκοδόμησεν ᾿Οζίας πύργους ἐν ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσε. 10 καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. 11 καὶ ἐγένετο τῷ ᾿Οζίᾳ δύναμις ποιοῦσα πόλεμον καὶ ἐκπορευομένη εἰς παράταξιν εἰς πόλεμον καὶ εἰσπορευομένη εἰς παράταξιν εἰς ἀριθμόν, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς ᾿Ιεϊὴλ τοῦ γραμματέως καὶ Μαασίου τοῦ κριτοῦ, διὰ χειρὸς ᾿Ανανίου τοῦ διαδόχου τοῦ βασιλέως. 12 πᾶς ὁ ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι, 13 καὶ μετ’ αὐτῶν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι καί πεντακόσιοι· οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους. 14 καὶ ἡτοίμασεν αὐτοῖς ᾿Οζίας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους. 15 καὶ ἐποίησεν ἐν ῾Ιερουσαλὴμ μηχανὰς μεμηχανευμένας λογιστοῦ τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν βάλλειν βέλεσι καὶ λίθοις μεγάλοις· καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτῶν ἕως πόρρω, ὅτι ἐθαυμαστώθη τοῦ βοηθῆναι, ἕως οὗ κατίσχυσε. 16 Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. 17 καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ ᾿Αζαρίας ὁ ἱερεὺς καὶ μετ’ αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ 18 καὶ ἔστησαν ἐπὶ ᾿Οζίαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ· οὐ σοί, ᾿Οζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ’ ἢ τοῖς ἱερεῦσιν υἱοῖς ᾿Ααρὼν τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ. 19 καὶ ἐθυμώθη ᾿Οζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ, καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. 20 καὶ ἐπέστρεψε πρὸς αὐτὸν ᾿Αζαρίας ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ· καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος. 21 καὶ ᾿Οζίας ὁ βασιλεὺς ἦν λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ ἀφφουσὼθ ἐκάθητο λεπρός, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου· καὶ ᾿Ιωάθαμ ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς. 22 καὶ οἱ λοιποὶ λόγοι ᾿Οζίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ ᾿Ιεσσίου τοῦ προφήτου. 23 καὶ ἐκοιμήθη ᾿Οζίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι λεπρός ἐστι. καὶ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Τετάρτη 25 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 25 


ΩΝ εἴκοσι καὶ πέντε ἐτῶν ἐβασίλευσεν ᾿Αμασίας καὶ εἰκοσιεννέα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Ιωαδὲν ἀπὸ ῾Ιερουσαλήμ. 2 καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλ’ οὐκ ἐν καρδίᾳ πλήρει. 3 καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσε τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ· 4 καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινε κατὰ τὴν διαθήκην τοῦ νόμου Κυρίου, καθὼς γέγραπται, ὡς ἐνετείλατο Κύριος λέγων· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ οἱ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ἀλλ’ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται. 5 καὶ συνήγαγεν ᾿Αμασίας τὸν οἶκον ᾿Ιούδα καὶ ἀνέστησεν αὐτοὺς κατ’ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ ᾿Ιούδᾳ καὶ ῾Ιερουσαλήμ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας ἐξελθεῖν εἰς πόλεμον δυνατοὺς κρατοῦντας δόρυ καὶ θυρεόν. 6 καὶ ἐμισθώσατο ἀπὸ ᾿Ισραὴλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύϊ ἑκατὸν ταλάντων ἀργυρίου. 7 καὶ ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρὸς αὐτὸν λέγων· βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις ᾿Ισραήλ, ὅτι οὐκ ἔστι Κύριος μετά ᾿Ισραήλ, πάντων τῶν υἱῶν ᾿Εφραίμ. 8 ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἐστὶ παρὰ Κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι. 9 καὶ εἶπεν ᾿Αμασίας τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα, ἃ ἔδωκα τῇ δυνάμει ᾿Ισραήλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλεῖστα τούτων. 10 καὶ διεχώρισεν ᾿Αμασίας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ ᾿Εφραὶμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν, καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ ᾿Ιούδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ. 11 καὶ ᾿Αμασίας κατίσχυσε καὶ παρέλαβε τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ δέκα χιλιάδας· 12 καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ ᾿Ιούδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο. 13 καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν ᾿Αμασίας τοῦ μὴ πορευθῆναι μετ’ αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις ᾿Ιούδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρὼν καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά. 14 καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν ᾿Αμασίαν πατάξαντα τὴν ᾿Ιδουμαίαν καὶ ἤνεγκε πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηεὶρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτὸς αὐτοῖς ἔθυε. 15 καὶ ἐγένετο ὀργὴ Κυρίου ἐπὶ ᾿Αμασίαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτην καὶ εἶπεν αὐτῷ· τί ἐζήτησας τοὺς Θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν ἑαυτῶν ἐκ χειρός σου; 16 καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε ἵνα μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης καὶ εἶπεν, ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου. 17 καὶ ἐβουλεύσατο ᾿Αμασίας ὁ βασιλεὺς ᾿Ιούδα καὶ ἀπέστειλε πρὸς ᾿Ιωὰς υἱὸν ᾿Ιωάχαζ υἱοῦ ᾿Ιηοὺ βασιλέα ᾿Ισραὴλ λέγων· δεῦρο καὶ ὀφθῶμεν προσώποις. 18 καὶ ἀπέστειλεν ᾿Ιωὰς βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Αμασίαν βασιλέα ᾿Ιούδα λέγων· ὁ ἀχοὺχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. καὶ ἰδοὺ ἐλεύσεται τά θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθον τὰ θηρία καὶ κατεπάτησαν τὸν ἀχούχ. 19 εἶπας· ἰδοὺ ἐπάταξα τὴν ᾿Ιδουμαίαν καὶ ἐπαίρει σε ἡ καρδία σου ἡ βαρεῖα· νῦν κάθισον ἐν οἴκῳ σου καὶ ἱνατί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ ᾿Ιούδας μετὰ σοῦ; 20 καὶ οὐκ ἤκουσεν ᾿Αμασίας, ὅτι παρὰ Κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησε τοὺς θεοὺς τῶν ᾿Ιδουμαίων. 21 καὶ ἀνέβη ᾿Ιωὰς βασιλεὺς ᾿Ισραήλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ ᾿Αμασίας βασιλεὺς ᾿Ιούδα ἐν Βαιθσαμύς, ἥ ἐστι τοῦ ᾿Ιούδα. 22 καὶ ἐτροπώθη ᾿Ιούδας κατὰ πρόσωπον ᾿Ισραήλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. 23 καὶ τὸν ᾿Αμασίαν βασιλέα ᾿Ιούδα τὸν τοῦ ᾿Ιωὰς υἱοῦ ᾿Ιωάχαζ κατέλαβεν ᾿Ιωὰς βασιλεὺς ᾿Ισραὴλ ἐν Βαιθσαμὺς καὶ εἰσήγαγεν αὐτὸν εἰς ῾Ιερουσαλὴμ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους ῾Ιερουσαλήμ, ἀπὸ πύλης ᾿Εφραὶμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις· 24 καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ παρὰ τῷ ᾿Αβδεδὸμ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν. 25 καὶ ἔζησεν ᾿Αμασίας ὁ τοῦ ᾿Ιωὰς βασιλεὺς ᾿Ιούδα μετὰ τὸ ἀποθανεῖν ᾿Ιωὰς τὸν τοῦ ᾿Ιωάχαζ βασιλέα ᾿Ισραὴλ ἔτη δεκαπέντε. 26 καὶ οἱ λοιποὶ λόγοι ᾿Αμασίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ; 27 καὶ ἐν τῷ καιρῷ, ᾧ ἀπέστη ᾿Αμασίας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ ῾Ιερουσαλὴμ εἰς Λαχίς· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ. 28 καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.

Τρίτη 24 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 24 


ΩΝ ἐτῶν ἑπτὰ ᾿Ιωὰς ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Σαβιὰ ἐκ Βηρσαβεέ. 2 καὶ ἐποίησεν ᾿Ιωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ᾿Ιωδαὲ τοῦ ἱερέως. 3 καὶ ἔλαβεν ᾿Ιωδαέ δύο γυναῖκας ἑαυτῷ, καὶ ἐγέννησαν υἱοὺς καὶ θυγατέρας. 4 καὶ ἐγένετο μετά ταῦτα καί ἐγένετο ἐπὶ καρδίαν ᾿Ιωὰς ἐπισκευάσαι τὸν οἶκον Κυρίου. 5 καὶ συνήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ εἶπεν αὐτοῖς· ἐξέλθατε εἰς τὰς πόλεις ᾿Ιούδα καὶ συναγάγετε ἀπὸ παντὸς ᾿Ισραὴλ ἀργύριον κατισχῦσαι τὸν οἶκον Κυρίου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν καὶ σπεύσατε λαλῆσαι· καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται. 6 καὶ ἐκάλεσεν ὁ βασιλεὺς ᾿Ιωὰς τὸν ᾿Ιωδαέ τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ· διατί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ ᾿Ιούδα καὶ ῾Ιερουσαλὴμ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, ὅτι ἐξεκκλησίασε τὸν ᾿Ισραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου; 7 ὅτι Γοθολία ἦν ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ Θεοῦ· καὶ γὰρ τὰ ἅγια οἴκου Κυρίου ἐποίησαν ταῖς Βααλίμ. 8 καὶ εἶπεν ὁ βασιλεύς· γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλῃ οἴκου Κυρίου ἔξω· 9 καὶ κηρυξάτωσαν ἐν ᾿Ιούδᾳ καὶ ἐν ῾Ιερουσαλὴμ εἰσενέγκαι Κυρίῳ, καθὼς εἶπε Μωυσῆς παῖς τοῦ Θεοῦ ἐπὶ τὸν ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ. 10 καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς ὁ λαὸς καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον, ἕως οὗ ἐπληρώθη, 11 καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασε τὸ ἀργύριον, καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ. 12 καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ ᾿Ιωδαὲ ὁ ἱερεὺς τοῖς ποιοῦσι τὰ ἔργα εἰς ἐργασίαν οἴκου Κυρίου, καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον Κυρίου καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον Κυρίου. 13 καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα, καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν καὶ ἀνέστησαν τὸν οἶκον Κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ καὶ ἐνίσχυσαν. 14 καὶ ὡς συνετέλεσαν, ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς ᾿Ιωδαὲ τὸ κατάλοιπον τοῦ ἀργυρίου, καὶ ἐποίησαν σκεύη εἰς οἶκον Κυρίου, σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυΐσκας χρυσᾶς καὶ ἀργυρᾶς· καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ Κυρίου διαπαντὸς πάσας τὰς ἡμέρας ᾿Ιωδαέ. 15 Καὶ ἐγήρασεν ᾿Ιωδαὲ πλήρης ἡμερῶν καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· 16 καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ ᾿Ισραὴλ καὶ μετὰ τοῦ Θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ. 17 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν ᾿Ιωδαὲ εἰσῆλθον οἱ ἄρχοντες ᾿Ιούδα καὶ προσεκύνησαν τὸν βασιλέα· τότε ἐπήκουσεν αὐτοῖς ὁ βασιλεύς. 18 καὶ ἐγκατέλιπον τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων αὐτῶν καὶ ἐδούλευον ταῖς ᾿Αστάρταις καὶ τοῖς εἰδώλοις· καὶ ἐγένετο ὀργὴ ἐπὶ ᾿Ιούδαν καὶ ἐπὶ ῾Ιερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ταύτῃ. 19 καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν. 20 καὶ πνεῦμα Θεοῦ ἐνέδυσε τὸν ᾿Αζαρίαν τὸν τοῦ ᾿Ιωδαὲ τὸν ἱερέα καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε· τάδε λέγει Κύριος· τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς. 21 καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δι’ ἐντολῆς ᾿Ιωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου. 22 καὶ οὐκ ἐμνήσθη ᾿Ιωὰς τοῦ ἐλέους, οὗ ἐποίησεν ᾿Ιωδαὲ ὁ πατὴρ αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνησκεν, εἶπεν· ἴδοι Κύριος καὶ κρινάτω. 23 καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ’ αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ ᾿Ιούδαν καὶ ἐπὶ ῾Ιερουσαλὴμ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ καὶ πάντα τά σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ· 24 ὅτι ἐν ὀλίγοις ἀνδράσι παρεγένετο δύναμις Συρίας, καὶ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα, ὅτι ἐγκατέλιπον Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν· καὶ μετὰ ᾿Ιωὰς ἐποίησε κρίματα. 25 καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ’ αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ ᾿Ιωδαέ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων. 26 καὶ οἱ ἐπιθέμενοι ἐπ’ αὐτὸν Ζαβὲδ ὁ τοῦ Σαμαὰθ ὁ ᾿Αμμανίτης καὶ ᾿Ιωζαβὲδ ὁ τοῦ Σομαρὼθ ὁ Μωαβίτης 27 καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ προσῆλθον αὐτῷ οἱ πέντε. καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων· καὶ ἐβασίλευσεν ᾿Αμασίας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Παρασκευή 20 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 23 

ΚΑΙ ἐν τῷ ἔτει τῷ ὀγδόῳ ἐκραταίωσεν ᾿Ιωδαὲ καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, τὸν ᾿Αζαρίαν υἱὸν ᾿Ιωρὰμ καὶ τὸν ᾿Ισμαὴλ υἱὸν ᾿Ιωανὰν καὶ τὸν ᾿Αζαρίαν υἱὸν ᾿Ωβὴδ καὶ τὸν Μαασαίαν υἱὸν ᾿Αδαΐα καὶ τὸν ᾿Ελισαφὰν υἱὸν Ζαχαρίου, μεθ’ ἑαυτοῦ εἰς οἶκον Κυρίου. 2 καὶ ἐκύκλωσαν τὸν ᾿Ιούδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων ᾿Ιούδα καὶ ἄρχοντας πατριῶν τοῦ ᾿Ισραήλ, καὶ ἦλθον εἰς ῾Ιερουσαλήμ. 3 καὶ διέθεντο πᾶσα ἡ ἐκκλησία ᾿Ιούδα διαθήκην ἐν οἴκῳ τοῦ Θεοῦ μετὰ τοῦ βασιλέως, καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς· ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καθὼς ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Δαυίδ. 4 νῦν ὁ λόγος οὗτος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον, τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ εἰς τὰς πύλας τῶν εἰσόδων, 5 καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου Κυρίου. 6 καὶ μὴ εἰσελθέτω εἰς οἶκον Κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν· αὐτοὶ εἰσελεύσονται, ὅτι ἅγιοί εἰσι, καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς Κυρίου. 7 καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ, ἀνδρὸς σκεῦος σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐκπορευομένου καὶ εἰσπορευομένου αὐτοῦ. 8 καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς ᾿Ιούδα κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτοῖς ᾿Ιωδαὲ ὁ ἱερεύς, καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ’ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν ᾿Ιωδαὲ ὁ ἱερεὺς τὰς ἐφημερίας. 9 καὶ ἔδωκεν ᾿Ιωδαὲ τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα, ἃ ἦν τοῦ βασιλέως Δαυίδ, ἐν οἴκῳ τοῦ Θεοῦ. 10 καὶ ἔστησε τὸν λαὸν πάντα, ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ. 11 καὶ ἐξήγαγε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ’ αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια, καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν ᾿Ιωδαὲ ὁ ἱερεὺς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς. 12 καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τοῦ λαοῦ τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα εἰς οἶκον Κυρίου. 13 καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες καὶ οἱ ἄρχοντες περὶ τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς ηὐφράνθη καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ καί ὑμνοῦντες αἶνον· καὶ διέρρηξε Γοθολία τὴν στολὴν αὐτῆς καὶ ἐβόησεν· ἐπιτιθέμενοι ἐπιτίθεσθε. 14 καὶ ἐξῆλθεν ᾿Ιωδαὲ ὁ ἱερεύς, καὶ ἐνετείλατο ᾿Ιωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς· ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου καὶ εἰσέλθατε ὀπίσω αὐτῆς, καὶ ἀποθανέτω μαχαίρᾳ· ὅτι εἶπεν ὁ ἱερεύς· μὴ ἀποθανέτω ἐν οἴκῳ Κυρίου. 15 καὶ ἔδωκαν αὐτῇ ἄνεσιν καὶ διῆλθε διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ. 16 καὶ διέθετο ᾿Ιωδαὲ διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως εἶναι λαὸν τῷ Κυρίῳ. 17 καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματθὰν ἱερέα Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ. 18 καὶ ἐνεχείρισεν ᾿Ιωδαὲ ὁ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν καὶ ἀνέστησε τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ἃς διέστειλε Δαυὶδ ἐπὶ τὸν οἶκον Κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυίδ. 19 καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα. 20 καὶ ἔλαβε τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ ἐπεβίβασαν τὸν βασιλέα εἰς οἶκον Κυρίου, καὶ εἰσῆλθε διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τοῦ θρόνου τῆς βασιλείας. 21 καὶ ηὐφράνθη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε, καὶ τὴν Γοθολίαν ἐθανάτωσαν μαχαίρᾳ.

Τετάρτη 18 Απριλίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 22 


ΚΑΙ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ τὸν ᾿Οχοζίαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ’ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ ἐπελθὸν ἐπ’ αὐτοὺς λῃστήριον, οἱ ῎Αραβες καὶ οἱ ᾿Αλιμοζονεῖς· καὶ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς ᾿Ιωρὰμ βασιλέως ᾿Ιούδα. 2 ὢν ἐτῶν εἴκοσιν ᾿Οχοζίας ἐβασίλευσε καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία θυγάτηρ ᾿Αμβρί. 3 καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου ᾿Αχαάβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν· 4 καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος ᾿Αχαάβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ σύμβουλοι μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτόν, 5 καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη καὶ ἐπορεύθη μετὰ ᾿Ιωρὰμ υἱοῦ ᾿Αχαὰβ βασιλέως ᾿Ισραὴλ εἰς πόλεμον ἐπὶ ᾿Αζαὴλ βασιλέα Συρίας εἰς Ραμὼθ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν ᾿Ιωράμ. 6 καὶ ἐπέστρεψεν ᾿Ιωρὰμ τοῦ ἰατρευθῆναι εἰς ᾿Ιεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς ᾿Αζαὴλ βασιλέα Συρίας· καὶ ᾿Οχοζίας υἱὸς ᾿Ιωρὰμ βασιλεὺς ᾿Ιούδα κατέβη θεάσασθαι τὸν ᾿Ιωρὰμ υἱὸν ᾿Αχαὰβ εἰς ᾿Ιεζράελ, ὅτι ἠρρώστει. 7 καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ ᾿Οχοζίᾳ ἐλθεῖν πρὸς ᾿Ιωράμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθε μετ’ αὐτοῦ ᾿Ιωρὰμ πρὸς ᾿Ιοὺ υἱὸν Ναμεσσεΐ χριστὸν Κυρίου εἰς τὸν οἶκον ᾿Αχαάβ. 8 καὶ ἐγένετο ὡς ἐξεδίκησεν ᾿Ιοὺ τὸν οἶκον ᾿Αχαάβ, καὶ εὗρε τοὺς ἄρχοντας ᾿Ιούδα καὶ τοὺς ἀδελφοὺς ᾿Οχοζίου λειτουργοῦντας τῷ ᾿Οχοζίᾳ καὶ ἀπέκτεινεν αὐτούς. 9 καὶ εἶπε τοῦ ζητῆσαι τὸν ᾿Οχοζίαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς ᾿Ιού, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν· υἱὸς ᾿Ιωσαφάτ ἐστιν, ὃς ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ ᾿Οχοζίᾳ κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας. 10 Καὶ Γοθολία ἡ μήτηρ ᾿Οχοζίου εἶδεν ὅτι τέθνηκεν ὁ υἱὸς αὐτῆς καὶ ἠγέρθη καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ ᾿Ιούδα. 11 καὶ ἔλαβεν ᾿Ιωσαβὲθ θυγάτηρ τοῦ βασιλέως τὸν ᾿Ιωὰς υἱὸν ᾿Οχοζίου καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμιεῖον τῶν κλινῶν· καὶ ἔκρυψεν αὐτὸν ᾿Ιωσαβὲθ θυγάτηρ τοῦ βασιλέως ᾿Ιωράμ, ἀδελφὴ ᾿Οχοζίου, γυνὴ ᾿Ιωδαὲ τοῦ ἱερέως, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου τῆς Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν. 12 καὶ ἦν μετ’ αὐτοῦ ἐν οἴκῳ τοῦ Θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.