ΚΕΦΑΛΑΙΟΝ 46
Παρασκευή 31 Ιουλίου 2020
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Τετάρτη 29 Ιουλίου 2020
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΚΕΦΑΛΑΙΟΝ 45
ΚΑΙ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός, ἠγαπημένον ὑπὸ Θεοῦ καὶ ἀνθρώπων, Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις· 2 ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν· 3 ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ· 4 ἐν πίστει καὶ πραΰτητι αὐτὸν ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός· 5 ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης διδάξαι τὸν ᾿Ιακὼβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν ᾿Ισραήλ. 6 ᾿Ααρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευΐ· 7 ἔστησεν αὐτῷ διαθήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν στολὴν δόξης· 8 ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος, περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα, 9 καὶ ἐκύκλωσεν αὐτὸν ροΐσκοις χρυσοῖς, κώδωσι πλείστοις κυκλόθεν, ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ· 10 στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας, κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου, 11 λίθοις πολυτελέσι γλύμματος σφραγῖδος, ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ᾿ ἀριθμὸν φυλῶν ᾿Ισραήλ· 12 στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα ὡραῖα· 13 πρὸ αὐτοῦ οὐ γέγονε τοιαῦτα ἕως αἰῶνος, οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διαπαντός. 14 θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθημέραν ἐνδελεχῶς δίς. 15 ἐπλήρωσε Μωσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι αὐτοῦ. 16 ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος προσαγαγεῖν κάρπωσιν Κυρίῳ, θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου. 17 ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν ᾿Ιακὼβ τὰ μαρτύρια καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι ᾿Ισραήλ. 18 ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἄνδρες οἱ περὶ Δαθὰν καὶ ᾿Αβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ ἐν θυμῷ καὶ ὀργῇ· 19 εἶδε Κύριος καὶ οὐκ εὐδόκησε, καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς· ἐποίησεν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ. 20 καὶ προσέθηκεν ᾿Ααρὼν δόξαν καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· ἀπαρχὰς πρωτογεννημάτων ἐμέρισεν αὐτῷ, ἄρτον πρώτοις ἡτοίμασε πλησμονήν· 21 καὶ γὰρ θυσίας Κυρίου φάγονται, ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ. 22 πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ, αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία. 23 Καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ, ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ ᾿Ισραήλ. 24 διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ, ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας. 25 καὶ διαθήκην τῷ Δαυὶδ υἱῷ ᾿Ιεσσαὶ ἐκ φυλῆς ᾿Ιούδα, κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου· κληρονομία ᾿Ααρὼν καὶ τῷ σπέρματι αὐτοῦ. 26 δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.

Δευτέρα 27 Ιουλίου 2020
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΚΕΦΑΛΑΙΟΝ 44
ΠΑΤΕΡΩΝ ΥΜΝΟΣ. Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει. 2 πολλὴν δόξαν ἔκτισεν ὁ Κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπ᾿ αἰῶνος. 3 κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις· 4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· 5 ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ· 6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύϊ, εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν· 7 πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα. 8 εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους· 9 καὶ εἰσὶν ὧν οὐκ ἔστι μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ᾿ αὐτούς. 10 ἀλλ᾿ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν· 11 μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία, ἔκγονα αὐτῶν· 12 ἐν ταῖς διαθήκαις ἔστη σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι᾿ αὐτούς· 13 ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται· 14 τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς· 15 σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία. 16 ᾿Ενὼχ εὐηρέστησε Κυρίῳ καὶ μετετέθη, ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς. 17 Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ, ὅτε ἐγένετο κατακλυσμός· 18 διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ. 19 ῾Αβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ· 20 ὃς συνετήρησε νόμον ῾Υψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ᾿ αὐτοῦ· ἐν σαρκὶ αὐτοῦ ἔστησε διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός. 21 διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου γῆς. 22 καὶ ἐν τῷ ᾿Ισαὰκ ἔστησεν οὕτως διὰ ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην 23 καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν ᾿Ιακώβ. ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλε μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισε δεκαδύο.

Σάββατο 25 Ιουλίου 2020
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΚΕΦΑΛΑΙΟΝ 43
ΓΑΥΡΙΑΜΑ ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης. 2 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλων ἐν ἐξόδῳ, σκεῦος θαυμαστόν, ἔργον ῾Υψίστου. 3 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται; 4 κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς. 5 μέγας Κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε πορείαν. 6 Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος. 7 ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας. 8 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων. 9 κάλλος οὐρανοῦ, δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις Κυρίου· 10 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν. 11 ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό, σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ· 12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ῾Υψίστου ἐτάνυσαν αὐτό. 13 Προστάγματι αὐτοῦ κατέσπευσε χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ. 14 διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά· 15 ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσε νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης· 16 καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι πνεύσεται νότος. 17 φωνὴ βροντῆς αὐτοῦ ὠδίνησε γῆν καὶ καταιγὶς Βορέου καὶ συστροφὴ πνεύματος. 18 ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασς αὐτῆς· κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία. 19 καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα. 20 ψυχρὸς ἄνεμος Βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐφ᾿ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. 21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ. 22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει. 23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον, καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους. 24 οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν. 25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν. 26 δι᾿ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται πάντα. 27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλεια λόγων· τὸ πᾶν ἐστιν αὐτός. 28 δοξάζοντες ποῦ ἰσχύσομεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. 29 φοβερὸς Κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. 30 δοξάζοντες Κύριον ὑψώσατε, καθόσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύϊ· μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε. 31 τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστι; 32 πολλὰ ἀπόκρυφά ἐστι μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ· 33 πάντα γὰρ ἐποίησεν ὁ Κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν.

Τετάρτη 22 Ιουλίου 2020
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΚΕΦΑΛΑΙΟΝ 42
ΜΗ περὶ τούτων αἰσχυνθῇς, καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· 2 περὶ νόμου ῾Υψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ, 3 περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων, 4 περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων, περὶ κτήσεως πολλῶν καὶ ὀλίγων, 5 περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι. 6 ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον· 7 ὃ ἐὰν παραδίδως, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆψις, πάντα ἐν γραφῇ· 8 περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρου κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. 9 Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα μήποτε μισηθῇ· 10 ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ, καὶ συνῳκηκυῖα, μήποτε στειρωθῇ. 11 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν. 12 παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε· 13 ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός. 14 κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν. 15 Μνησθήσομαι δὴ τὰ ἔργα Κυρίου, καὶ ἃ ἑώρακα ἐκδιηγήσομαι· ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ. 16 ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψε, καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ. 17 οὐκ ἐνεποίησε τοῖς ἁγίοις Κύριος ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσε Κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν. 18 ἄβυσσον καὶ καρδίαν ἐξίχνευσε καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ Κύριος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος, 19 ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων. 20 οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ᾿ αὐτοῦ οὐδὲ εἷς λόγος. 21 τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησε, καὶ ὡς ἔστι πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου. 22 ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστι θεωρῆσαι. 23 πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει. 24 πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· 25 ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;

Εγγραφή σε:
Σχόλια (Atom)