Πέμπτη 11 Ιουλίου 2024

ΜΑΚΚΑΒΑΙΩΝ Δ' ΠΑΡΑΡΤΗΜΑ

 ΚΕΦΑΛΑΙΟΝ 3 



Εστι δέ κομιδῆ γελοῖος ὁ λόγος· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν. 2 οἷον ἐπιθυμίαν τις οὐ δύναται ἐκκόψαι ἡμῶν, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι. 3 θυμόν τις οὐ δύναται ἐκκόψαι ἡμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν τὸν λογισμὸν βοηθῆσαι. 4 κακοήθειάν τις ἡμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δύναιτ' ἂν ὁ λογισμὸς συμμαχῆσαι. 5 οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλ' ἀνταγωνιστής. - 6 ἔστι γοῦν τοῦτο διὰ τῆς Δαυὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι. 7 ἐπεὶ γὰρ δι' ὅλης ἡμέρας προσβαλὼν τοῖς ἀλλοφύλοις ὁ Δαυὶδ πολλοὺς αὐτῶν ἀπέκτεινε μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν, 8 τότε δὲ γενομένης ἑσπέρας, ἱδρῶν καὶ σφόδρα κεκμηκώς, ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθε, περὶ ἣν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει. 9 οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν, 10 ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγάς, οὐκ ἠδύνατο δι' αὐτῶν ἰάσασθαι τὴν δίψαν, 11 ἀλλά τις αὐτῶν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγε καὶ λύουσα κατέφλεγεν. 12 ὅθεν τῶν ὑπασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμία σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν, τὰς παντευχίας καθωπλίσαντο καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας, 13 καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας, διεξῄεσαν ἀνερευνώμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον. 14 καὶ ἀνευράμενοι τὴν πηγήν, ἐξ αὐτῆς θαρραλέως ἐγέμισαν τῷ βασιλεῖ τὸ ποτόν. 15 ὁ δὲ καίπερ τῷ δίψει διαπυρούμενος, ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον τῇ ψυχῇ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι· 16 ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν ἔσπεισε τὸ πόμα τῷ Θεῷ, 17 δυνατὸς γὰρ ὁ σώφρων νοῦς, ὡς ἔφην, νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας 18 καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθ' ὑπερβολὴν οὔσας καταπαλαῖσαι καὶ τῇ καλοκαγαθίᾳ τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας. - 19 ῎Ηδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς θεωρίας τοῦ σώφρονος λογισμοῦ. - 20 ᾿Επειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς ᾿Ασίας βασιλέα Σέλευκον καὶ τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι, 21 τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόποις ἐχρήσαντο συμφοραῖς.

Δευτέρα 8 Ιουλίου 2024

ΜΑΚΚΑΒΑΙΩΝ Δ' ΠΑΡΑΡΤΗΜΑ

 ΚΕΦΑΛΑΙΟΝ 2 



Καὶ τί θαυμαστόν; εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται; 2 ταύτῃ γοῦν ὁ σώφρων ᾿Ιωσὴφ ἐπαινεῖται, ὅτι τῷ λογισμῷ καὶ τῇ διανοίᾳ περιεκράτησε τῆς ἡδυπαθείας. 3 νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τῷ λογισμῷ τὸν τῶν παθῶν οἶστρον. 4 οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, ἀλλὰ καὶ πάσης ἐπιθυμίας. 5 λέγει γοῦν ὁ νόμος· οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ ὅσα τῷ πλησίον σου ἐστίν. 6 καίτοι ὅτε μὴ ἐπιθυμεῖν ἡμᾶς εἴρηκεν ὁ νόμος, πολὺ πλέον πείσαιμ' ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός. - ῞Ωσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν· 7 ἐπεὶ τίνα τρόπον μονοφάγος τις ὢν τὸ ἦθος καὶ γαστρίμαργος καὶ μέθυσος μεταπαιδεύεται, εἰ μὴ δῆλον ὅτι κύριός ἐστι τῶν παθῶν ὁ λογισμός; 8 αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος, κἂν φιλάργυρός τις ᾖ, βιάζεται τὸν ἑαυτοῦ τρόπον τοῖς δεομένοις δανείζων χωρὶς τόκων, καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος. 9 κἂν φειδωλός τις ᾖ, ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμὸν μήτε ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτε ἐπιρρωγολογούμενος τοὺς ἀμπελῶνας. - Καὶ ἐπὶ τῶν ἑτέρων ἔστιν ἐπιγνῶναι τοῦτο, ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν. 10 ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι' αὐτοὺς 11 καὶ τῆς πρὸς γαμετὴν φιλίας ἐπικρατεῖ διὰ παρανομίαν αὐτὴν ἀπελέγχων. 12 καὶ τῆς τέκνων φιλίας κυριεύει διὰ κακίαν αὐτὰ κολάζων καὶ τῆς φίλων συνηθείας δεσπόζει διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων. 13 καὶ μὴ νομίσητε παράδοξον εἶναι, ὅπου γε καὶ ἔχθρας ὁ λογισμὸς ἐπικρατεῖν δύναται διὰ τὸν νόμον, 14 μήτε δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά, τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασι διασώζων καὶ τὰ πεπτωκότα συνεγείρων. 15 Καὶ τῶν βιαιοτέρων δὲ παθῶν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας. 16 πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς εἰς ἀγαθὸν προτρέπων ἀπωθεῖται καὶ βιάζεται, ὥσπερ καὶ τὸν θυμόν· καὶ γὰρ τούτου δεσπόζει. 17 θυμούμενός γέ τοι Μωσῆς κατὰ Δαθὰν καὶ ᾿Αβειρὼν οὐ θυμῷ τι κατ' αὐτῶν ἐποίησεν, ἀλλὰ λογισμῷ τὸν θυμὸν διῄτησεν. 18 δυνατὸς γὰρ ὁ σώφρων νοῦς, ὡς ἔφην, κατὰ τῶν παθῶν ἀριστεῦσαι καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι, τὰ δὲ καὶ ἀκυρῶσαι. 19 ἐπεὶ διατί ὁ πάνσοφος ἡμῶν πατὴρ ᾿Ιακὼβ τοὺς περὶ Συμεὼν καὶ Λευΐν αἰτιᾶται, μὴ λογισμῷ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας λέγων· ἐπικατάρατος ὁ θυμὸς αὐτῶν; 20 εἰ μὴ γὰρ ἐδύνατο τοῦ θυμοῦ ὁ λογισμὸς κρατεῖν, οὐκ ἂν εἶπεν οὕτως. 21 ὁπηνίκα γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον κατεσκεύασε, τὰ πάθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν. 22 ἡνίκα δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν ἔνδον αἰσθητηρίων ἐνεθρόνισε, 23 καί τούτῳ νόμον ἔδωκε, καθ' ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν. - 24 Πῶς οὖν, εἴποι τις ἄν, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ κρατεῖ;

Σάββατο 6 Ιουλίου 2024

ΜΑΚΚΑΒΑΙΩΝ Δ' ΠΑΡΑΡΤΗΜΑ

 ΚΕΦΑΛΑΙΟΝ 1 



Φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός ἐστι τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, συμβουλεύσαιμ' ἂν ὑμῖν ὀρθῶς, ὅπως προθύμως προσέχητε τῇ φιλοσοφίᾳ. 2 καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς, λέγω δὴ φρονήσεως, περιέχει ἔπαινον. 3 εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας, 4 ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἷον κακοηθείας, καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε καὶ πόνου καὶ φόβου. 5 πῶς οὖν, ἴσως εἴποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν· 6 οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ φρονήσεως ἐναντίων, καὶ τούτων οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλ' ὥστε αὐτοῖς μὴ εἶξαι. 7 πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμ' ἂν ὑμῖν ἐπιδεῖξαι ὅτι αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. 8 πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθίας τῶν ὑπὲρ ἀρετῆς ἀποθανόντων, ᾿Ελεαζάρου τε καὶ τῶν ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός. ἅπαντες γὰρ οὗτοι τοὺς ἕως θανάτου πόνους ὑπεριδόντες, ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν ὁ λογισμός. 10 τῶν μὲν οὖν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπὲρ τῆς καλοκἀγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας, τῶν δὲ τιμῶν μακαρίσαιμ' ἄν. 11 θαυμασθέντες γὰρ ἐκεῖνοι οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρείᾳ καὶ τῇ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα, νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ, ὥστε δι' αὐτῶν καθαρισθῆναι τὴν πατρίδα. 12 ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένῳ τῆς ὑποθέσεως, ὥσπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον δόξαν διδοὺς τῷ πανσόφῳ Θεῷ.13 Ζητοῦμεν δὴ τοίνυν, εἰ αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ λογισμός. 14 διακρίνομεν δὲ τί ποτέ ἐστι λογισμὸς καὶ τί πάθος, καὶ πόσαι παθῶν ἰδέαι, καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός. 15 λογισμὸς μὲν δὴ τοίνυν ἐστὶ νοῦς μετὰ ὀρθοῦ λόγου προτιμῶν τὸν σοφίας βίον. 16 σοφία δὴ τοίνυν ἐστὶ γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτίων. 17 αὕτη δὴ τοίτυν ἐστὶν ἡ τοῦ νόμου παιδεία, δι' ἧς τὰ θεῖα σεμνῶς καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν. 18 τῆς δὲ σοφίας ἰδέαι καθεστήκασι τέσσαρες, φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ σωφροσύνη· 19 κυριωτάτη δὲ πασῶν ἡ φρόνησις, ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ. 20 παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο, ἡδονή τε καὶ πόνος· τούτων δὲ ἑκάτερον καὶ περὶ τὸ σῶμα καὶ περὶ τὴν ψυχὴν πέφυκεν. 21 πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσιν ἀκολουθίαι. 22 πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία· μετὰ δὲ τὴν ἡδονὴν χαρά. 23 πρὸ δὲ τοῦ πόνου ἐστὶ φόβος, μετὰ δὲ τὸν πόνον λύπη. 24 θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὅτι αὐτῷ περιέπεσεν. 25 ἐν δὲ τῇ ἡδονῇ ἔνεστι καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων τῶν παθῶν οὖσα. 26 κατὰ μὲν τὴν ψυχὴν ἀλαζονεία, καὶ φιλαργυρία καὶ φιλοδοξία καὶ φιλονικία, ἀπιστία καὶ βασκανία· 27 κατὰ δὲ τὸ σῶμα, παντοφαγία καὶ λαιμαργία καὶ μονοφαγία. 28 καθάπερ οὖν δυοῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου, πολλαὶ τούτων τῶν φυτῶν εἰσι παραφυάδες, 29 ὧν ἑκάστην ὁ παγγέωργος λογισμὸς περικαθαίρων τε καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας. 30 ὁ γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστιν ἡγεμών, τῶν δέ παθῶν αὐτοκράτωρ.᾿Επιθεωρεῖτε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων, ὅτι αὐτοδέσποτός ἐστι τῶν παθῶν ὁ λογισμός. 31 σωφροσύνη δὴ τοίνην ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν, 32 τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσι ψυχικαί, αἱ δὲ σωματικαί, καὶ τούτων ἀμφοτέρων ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται. 33 ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροφὰς ἀποστρεφόμεθα τὰς ἐξ αὐτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν ὁ λογισμός; ἐγὼ μὲν οἶμαι. 34 τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων καὶ παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν. 35 ἀνέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακαμπτόμενα, καὶ φιμοῦται πάντα τὰ τοῦ σώματος κινήματα τοῦ λογισμοῦ.

* Τὸ βιβλίον «Μακκαβαίων Δ´», ὡς «ἀπόκρυφον» δὲν συγκατελέχθη ὑπὸ τῆς ᾿Εκκλησίας μεταξὺ τῶν κανονικῶν βιβλίων τῆς Παλαιᾶς Διαθήκης. ᾿Εν τούτοις, λόγῳ τῆς σπουδαιότητος τοῦ περιεχομένου αὐτοῦ καὶ τῆς συμπεριλήψεώς του εἰς ἀρχαῖα χειρόγραφα τῆς Μεταφράσεως τῶν ῾Εβδομήκοντα (Ο´), ἐκδίδεται συνήθως μετὰ τῶν ἄλλων βιβλίων τῶν Μακκαβαίων (Α´-Γ´).

Τετάρτη 3 Ιουλίου 2024

ΔΑΝΙΗΛ

ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ



ΚΑΙ ὁ βασιλεὺς ᾿Αστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ παρέλαβε Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ. 2 καὶ ἦν Δανιὴλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ. 3 καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις, ᾧ ὄνομα Βήλ, καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἕξ. 4 καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ' ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ· Δανιὴλ δὲ προσεκύνει τῷ Θεῷ αὐτοῦ. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· διατί οὐ προσκυνεῖς τῷ Βήλ; 5 ὁ δὲ εἶπεν· ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν. 6 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· οὐ δοκεῖ σοι Βὴλ εἶναι ζῶν θεός; ἢ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ' ἑκάστην ἡμέραν; 7 καὶ εἶπε Δανιὴλ γελάσας· μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκε πώποτε. 8 θυμωθεὶς δὲ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην, 9 ἀποθανεῖσθε. ἐὰν δὲ δείξητε ὅτι Βὴλ κατεσθίει αὐτά, Δανιὴλ ἀποθανεῖται, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βήλ. καὶ εἶπε Δανιὴλ τῷ βασιλεῖ· γινέσθω κατὰ τὸ ρῆμά σου. 10 καὶ ἦσαν ἱερεῖς τοῦ Βὴλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων. καὶ ἦλθεν ὁ βασιλεὺς μετὰ Δανιὴλ εἰς τὸν οἶκον τοῦ Βήλ. 11 καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βήλ· ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω, σὺ δέ, βασιλεῦ, παράθες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας θὲς καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τῷ δακτυλίῳ σου· καὶ ἐλθὼν πρωΐ, ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βήλ, ἀποθανούμεθα ἢ Δανιὴλ ὁ ψευδόμενος καθ' ἡμῶν. 12 αὐτοὶ δὲ κατεφρόνουν, ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δι' αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά. 13 καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι, καὶ ὁ βασιλεὺς παρέθηκε τὰ βρώματα τῷ Βήλ. 14 καὶ ἐπέταξε Δανιὴλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέφραν καὶ κατέστρωσαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου· καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως, καὶ ἀπῆλθον. 15 οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ κατέφαγον πάντα καὶ ἐξέπιον. 16 καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωΐ καὶ Δανιὴλ μετ' αὐτοῦ. 17 καὶ εἶπεν ὁ βασιλεύς· σῷοι αἱ σφραγῖδες, Δανιήλ; ὁ δὲ εἶπε· σῷοι, βασιλεῦ. 18 καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας, ἐπιβλέψας ἐπὶ τὴν τράπεζαν ὁ βασιλεὺς ἐβόησε φωνῇ μεγάλῃ· μέγας εἶ, Βήλ, καὶ οὐκ ἔστι παρὰ σοὶ δόλος οὐδὲ εἷς. 19 καὶ ἐγέλασε Δανιὴλ καὶ ἐκράτησε τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω καὶ εἶπεν· ἰδὲ δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα. 20 καὶ εἶπεν ὁ βασιλεύς· ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων. 21 καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβε τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας, δι' ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῆς τραπέζης. 22 καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεὺς καὶ ἔδωκε τὸν Βὴλ ἔκδοτον τῷ Δανιήλ, καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.23 Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι. 24 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ· μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει· οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν, καὶ προσκύνησον αὐτῷ. 25 καὶ εἶπε Δανιήλ· Κυρίῳ τῷ Θεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστι Θεὸς ζῶν· 26 σὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ράβδου. καὶ εἶπεν ὁ βασιλεύς· δίδωμί σοι. 27 καὶ ἔλαβεν ὁ Δανιὴλ πίσσαν καὶ στέαρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν· ἴδετε τά σεβάσματα ὑμῶν. 28 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν λίαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν· ᾿Ιουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βὴλ κατέσπασε καὶ τὸν δράκοντα ἀπέκτεινε καὶ τοὺς ἱερεῖς κατέσφαξε. 29 καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα· παράδος ἡμῖν τὸν Δανιήλ· εἰ δὲ μή, ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου. 30 καὶ εἶδεν ὁ βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα, καὶ ἀναγκασθεὶς ὁ βασιλεὺς παρέδωκεν αὐτοῖς τὸν Δανιήλ. 31 οἱ δὲ ἔβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ. 32 ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδοτο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόθη αὐτοῖς, ἵνα καταφάγωσι τὸν Δανιήλ. 33 καὶ ἦν ᾿Αμβακοὺμ ὁ προφήτης ἐν τῇ ᾿Ιουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς. 34 καὶ εἶπεν ὁ ἄγγελος Κυρίου τῷ ᾿Αμβακούμ· ἀπένεγκε τὸ ἄριστον, ὃ ἔχεις, εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων. 35 καὶ εἶπεν ᾿Αμβακούμ· Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω. 36 καὶ ἐπελάβετο ὁ ἄγγελος Κυρίου τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ροίζῳ τοῦ πνεύματος αὐτοῦ. 37 καὶ ἐβόησεν ᾿Αμβακοὺμ λέγων· Δανιὴλ Δανιήλ, λαβὲ τὸ ἄριστον, ὃ ἀπέστειλέ σοι ὁ Θεός. 38 καὶ εἶπε Δανιήλ· ἐμνήσθης γάρ μου, ὁ Θεός, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε. 39 καὶ ἀναστὰς Δανιὴλ ἔφαγεν· ὁ δὲ ἄγγελος τοῦ Θεοῦ ἀποκατέστησε τὸν ᾿Αμβακοὺμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ. 40 ὁ δέ βασιλεὺς ἦλθε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιήλ· καὶ ἦλθεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψε, καὶ ἰδοὺ Δανιὴλ καθήμενος. 41 καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπε· μέγας εἶ, Κύριε ὁ Θεὸς τοῦ Δανιήλ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ. 42 καὶ ἀνέσπασεν αὐτόν, τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον, καὶ κατεβρώθησαν παραχρῆμα ἐνώπιον αὐτοῦ.

Δευτέρα 1 Ιουλίου 2024

ΔΑΝΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 12 

 

ΚΑΙ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως, θλῖψις οἵα οὐ γέγονεν ἀφ' οὗ γεγένηται ἔθνος ἐν τῇ γῇ ἕως τοῦ καιροῦ ἐκείνου· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου, πᾶς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ· 2 καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον. 3 καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι. 4 καὶ σύ, Δανιήλ, ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως διδαχθῶσι πολλοὶ καὶ πληθυνθῇ ἡ γνῶσις. - 5 Καὶ εἶδον ἐγὼ Δανιὴλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν, εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ καὶ εἷς ἐντεῦθεν τοῦ χείλους τοῦ ποταμοῦ. 6 καὶ εἶπε τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὰ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ· ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων; 7 καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὰ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ὕψωσε τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν καιρῶν καὶ ἥμισυ καιροῦ· ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν γνώσονται πάντα ταῦτα. 8 καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα καὶ εἶπα· Κύριε, τί τὰ ἔσχατα τούτων; 9 καὶ εἶπε· δεῦρο Δανιήλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι, ἕως καιροῦ πέρας· 10 ἐκλεγῶσι καὶ ἐκλευκανθῶσι καὶ πυρωθῶσι καὶ ἁγιασθῶσι πολλοί, καὶ ἀνομήσωσιν ἄνομοι· καὶ οὐ συνήσουσι πάντες ἄνομοι, καὶ οἱ νοήμονες συνήσουσι. 11 καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ τοῦ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα. 12 μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε. 13 καὶ σὺ δεῦρο καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι καὶ ὧραι εἰς ἀναπλήρωσιν συντελείας, καὶ ἀναστήσῃ εἰς τὸν κλῆρόν σου, εἰς συντέλειαν ἡμερῶν.