Δευτέρα 29 Ιουλίου 2024

ΜΑΚΚΑΒΑΙΩΝ Δ' ΠΑΡΑΡΤΗΜΑ

 ΚΕΦΑΛΑΙΟΝ 9 



Τί μέλλεις, ὦ τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς· 2 αἰσχυνόμεθα γὰρ τοὺς προγόνους ἡμῶν εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ Μωσῇ χρησαίμεθα. 3 σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέει. 4 χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον. 5 ἐκφοβεῖς δὲ ἡμᾶς τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ὥσπερ οὐχὶ πρὸ βραχέος παρὰ ᾿Ελεαζάρου μαθών. 6 εἰ δ' οἱ γέροντες τῶν ῾Εβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες εὐσέβησαν, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες, ἃς καὶ ὁ παιδευτὴς ἡμῶν γέρων ἐνίκησε. 7 πείραζε τοιγαροῦν, τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων. 8 ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα ἕξομεν καὶ ἐσόμεθα παρά Θεῷ, δι' ὃν καὶ πάσχομεν· 9 σὺ δὲ διὰ τὴν ἡμῶν μιαιφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός. - 10 Ταῦτα αὐτῶν εἰπόντων, οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος, ἀλλ' ὡς καὶ κατὰ ἀχαρίστων ὠργίσθη. 11 ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευθέντες παρήγαγον οἱ ὑπασπισταὶ καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν. 12 ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν. 13 περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας ἔξαρθρος ἐγίνετο. 14 καὶ κατὰ πᾶν μέλος κλώμενος ἐκακηγόρει λέγων· 15 τύραννε μιαρώτατε καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ καὶ ὠμόφρον, οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον, οὐδὲ ἀσεβήσαντα, ἀλλὰ θείου νόμου προασπίζοντα. 16 καὶ τῶν δορυφόρων λεγόντων· ὁμολόγησον φαγεῖν, ὅπως ἀπαλλαγῇς τῶν βασάνων, 17 αὐτὸς εἶπεν αὐτοῖς· οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τροχός, ᾦ μιαροὶ διάκονοι, ὥστε μου τὸν λογισμὸν ἄγξαι· τέμνετέ μου τὰ μέλη καὶ πυροῦτε τὰς σάρκας καὶ στρεβλοῦτε τὰ ἄρθρα. 18 διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων, ὅτι μόνοι παῖδες ῾Εβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι. 19 ταῦτα λέγοντι πῦρ ὑπέστρωσαν καὶ διηρέθισαν τὸν τροχὸν προσεπικατατείνοντες· 20 ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τροχός, καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τῆς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς, καὶ περὶ τοὺς ἄξονας τοῦ ὀργάνου περιέρρεον αἱ σάρκες. 21 καὶ περιτετμημένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ ῾Αβραμιαῖος νεανίας οὐκ ἐστέναξεν. 22 ἀλλ' ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν, ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας· 23 μιμήσασθέ με, ἀδελφοί, λέγων, μή μου τὸν αἰῶνα λιποτακτήσητε μηδ' ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα· ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε ὑπὲρ τῆς εὐσεβείας, 24 δι' ἧς ἵλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον· 25 καὶ ταῦτα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας ἀπέρρηξε τὴν ψυχήν. - 26 Θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ, ἦγον οἱ δορυφόροι τὸν καθ' ἡλικίαν τοῦ προτέρου δεύτερον καὶ σιδηρᾶς ἐναρμοσάμενοι χεῖρας ὀξέσι τοῖς ὄνυξιν ὀργάνῳ καὶ καταπέλτῃ προσέδησαν αὐτόν. 27 ὡς δὲ εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι τὴν εὐγενῆ γνώμην ἤκουσαν, 28 ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι μέχρι γε τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλειοι θῆρες ἀπέσυραν. 29 ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν ἔλεγεν· ὡς ἡδὺς πᾶς τρόπος θανάτου διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν· ἔφη τε πρὸς τὸν τύραννον· 30 οὐ δοκεῖς πάντων ὠμότατε τύραννε, πλεῖον ἐμοῦ σε νῦν βασανίζεσθαι ὁρῶν σου νικώμενον τὸν τῆς τυρανίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς; 31 ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι, 32 σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ. οὐκ ἐκφεύξῃ δέ, μιαρώτατε τύραννε, τὰς τῆς θείας ὀργῆς δίκας.

Πέμπτη 25 Ιουλίου 2024

ΜΑΚΚΑΒΑΙΩΝ Δ' ΠΑΡΑΡΤΗΜΑ

 ΚΕΦΑΛΑΙΟΝ 8 



Διὰ τοῦτό γέ τοι καὶ μειρακίσκοι τῷ τῆς εὐσεβείας λογισμῷ φιλοσοφοῦντες χαλεπωτέρων βασανιστηρίων ἐπεκράτησαν. 2 ἐπειδὴ γὰρ κατά τὴν πρώτην πεῖραν ἐνικήθη περιφανῶς ὁ τύραννος μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιαροφαγῆσαι, τότε δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς ἡλικίας τῶν ῾Εβραίων ἀγαγεῖν, καὶ εἰ μὲν μιαροφαγήσαιεν, ἀπολύειν φαγόντας, εἰ δὲ ἀντιλέγοιεν, πικρότερον βασανίζειν. 3 ταῦτα διαταξαμένου τοῦ τυράννου, παρῆσαν ἀγόμενοι μετὰ γηραιᾶς μητρὸς ἑπτὰ ἀδελφοί, καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαρίεντες. 4 οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ περιέχοντας μέσην τὴν μητέρα, ἥσθη ἐπ' αὐτοῖς καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενείας, προσεμειδίασεν αὐτοῖς καὶ πλησίον καλέσας ἔφη. 5 ὦ νεανίαι, φιλοφρόνως ἐγὼ καθ' ἑνὸς ἑκάστου ὑμῶν θαυμάζω, τὸ κάλλος καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν, οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν, ἀλλὰ καὶ παρακαλῶ συνείξαντάς μου τῇ συμβουλίᾳ τῆς ἐμῆς ἀπολαῦσαι φιλίας· 6 δυναίμην δ' ἂν ὥσπερ κολάζειν τοὺς ἀπειθοῦντάς μου τοῖς ἐπιτάγμασιν, οὕτως καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι. 7 πεισθέντες οὖν μοι καὶ ἀρχὰς καὶ ἐπὶ τῶν ἐμῶν πραγμάτων ἡγεμονίας λήψεσθε, ἀρνησάμενοι τὸν πάτριον ὑμῶν τῆς πολιτείας θεσμόν· 8 καὶ μεταλαβόντες ἑλληνικοῦ βίου καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν· 9 ἐπεὶ ἐὰν ὀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ὑμῶν, ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι. 10 κατελεήσατε οὖν ἑαυτούς, οὓς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτείρομαι. 11 οὐ διαλογιεῖσθε τοῦτο, ὅτι οὐδὲν ὑμῖν ἀπειθήσασι πλὴν τοῦ μετὰ στρεβλῶν ἀποθανεῖν ἀπόκειται; - 12 Ταῦτα δὲ λέγων ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν προτεθεῖναι τὰ βασανιστήρια, ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιαροφαγῆσαι. 13 ὡς δὲ τροχούς τε καὶ ἀρθρέμβολα, στρεβλωτήριά τε καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας, τήγανά τε καὶ δακτυλήθρας καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθεσαν, ὑπολαβὼν ὁ τύραννος ἔφη· 14 μειράκια φοβήθητε, καὶ ἣν σέβεσθε δίκην, ἵλεως ὑμῖν ἔσται δι' ἀνάγκην παρανομήσασιν. 15 οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ καὶ ὁρῶντες δεινά, οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφησαν τῷ τυράννῳ καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαν. 16 καί τοι λογισώμεθα· εἰ δειλόψυχοί τινες ἦσαν καὶ ἄνανδροι ἐν αὐτοῖς, ποίοις ἂν ἐχρήσαντο λόγοις; οὐχὶ τούτοις; 17 ᾦ τάλανες ἡμεῖς καὶ λίαν ἀνόητοι· βασιλέως ἡμᾶς παρακαλοῦντος καὶ ἐπὶ εὐεργεσίᾳ φωνοῦντος, μὴ πεισθείημεν αὐτῷ, 18 εἰ βουλήμασι κενοῖς ἑαυτοὺς εὐφραίνομεν καὶ θανατηφόρον ἀπείθειαν τολμῶμεν; 19 οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλὰς καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονείαν; 20 ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας καὶ κατοικτείρωμεν τὸ τῆς μητρὸς γῆρας 21 καὶ ἐνθυμηθῶμεν ὅτι ἀπειθοῦντες τεθνηξόμεθα. 22 συγγνώσεται δὲ ἡμῖν καὶ ἡ θεία δίκη δι' ἀνάγκην τὸν βασιλέα φοβηθεῖσιν. 23 τί ἐξάγομεν ἑαυτοὺς τοῦ ἡδίστου βίου καὶ ἐπιστεροῦμεν ἑαυτοὺς τοῦ γλυκέος κόσμου; 24 μὴ βιαζώμεθα τὴν ἀνάγκην μηδὲ φιλοδοξήσωμεν ἐπὶ τῇ ἑαυτῶν στρέβλῃ. 25 οὐδὲ αὐτὸς ὁ νόμος ἀκουσίως ἡμᾶς θανατοῖ φοβηθέντας τὰ βασανιστήρια. 26 πόθεν ἡμῖν ἡ τοσαύτη ἐντέτηκε φιλονικία καὶ ἡ θανατηφόρος ἀρέσκει καρτερία, παρὸν μετὰ ἀταραξίας ζῆν τῷ βασιλεῖ πεισθέντας; 27 ἀλλὰ τούτων οὐδὲν εἶπον οἱ νεανίαι βασανίζεσθαι μέλλοντες οὐδὲ ἐνεθυμήθησαν. 28 ἦσαν γὰρ περίφρονες τῶν παθῶν καὶ αὐτοκράτορες τῶν ἀλγηδόνων, 29 ὥστε ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς τοῦ μιαροφαγῆσαι, πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ, ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς εἶπον πρὸς αὐτόν.

Δευτέρα 22 Ιουλίου 2024

ΜΑΚΚΑΒΑΙΩΝ Δ' ΠΑΡΑΡΤΗΜΑ

 ΚΕΦΑΛΑΙΟΝ 7 



Ωσπερ γὰρ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν ᾿Ελεαζάρου λογισμὸς πηδαλιουχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει 2 καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς καὶ καταντλούμενος ταῖς τῶν βασάνων τρικυμίαις, 3 κατ' οὐδένα τρόπον μετέτρεψε τοὺς τῆς εὐσεβείας οἴακας, ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς ἀθανάτου νίκης λιμένα. 4 οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχε ποτὲ πολιορκουμένη, ὡς ὁ πανάγιος ᾿Ελεάζαρος· τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος ἐνίκησε τοὺς πολιορκοῦντας διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν. 5 ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτοῦ διάνοιαν ὁ πατὴρ ᾿Ελεάζαρος ἐκτείνας, περιέκλασεν τοὺς ἐπιμαινομένους τῶν παθῶν κλύδωνας. 6 ὦ ἄξιε τῆς ἱερωσύνης ἱερεῦ, οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν νόμιμον χωρήσασαν γαστέρα ἐκοινώνησας μιαροφαγίᾳ. 7 ᾦ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου. 8 τοιούτους δὴ δεῖ εἶναι τοὺς ἱερουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας. 9 σὺ πάτερ, τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιστείαν σεμνολογήσας οὐ κατέλυσας καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς θείας φιλοσοφίας λόγους, 10 ὦ βασάνων βιαιότερε γέρον, καὶ πυρὸς εὐτονώτερε πρεσβῦτα, καὶ παθῶν μέγιστε βασιλεῦ ᾿Ελεάζαρε. 11 ὥσπερ γὰρ ὁ πατὴρ ᾿Ααρὼν τῷ θυμιατηρίῳ καθωπλισμένος διὰ τοῦ ἐθνοπλήθους ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον, 12 οὕτως ὁ ᾿Ααρωνίδης ᾿Ελεάζαρος διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν. 13 καίτοι τὸ θαυμασιώτατον, γέρων ὤν, λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος τόνων, περικεχαλασμένων δὲ τῶν σαρκῶν, κεκμηκότων δὲ καὶ τῶν νεύρων, ἀνενέασε 14 τῷ πνεύματι διὰ τοῦ λογισμοῦ καὶ τῷ ἰσακίῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν. 15 ὦ μακαρίου γήρως καὶ σεμνῆς πολιᾶς καὶ βίου νομίμου, ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν. 16 εἰ δέ τοίνυν γέρων ἀνὴρ τῶν μέχρι θανάτου βασάνων περιεφρόνησε δι' εὐσέβειαν, ὁμολογουμένως ἡγεμών ἐστι τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. 17 ῎Ισως δ' ἂν εἴποιέν τινες· τῶν παθῶν οὐ πάντες περικρατοῦσιν, ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσι τὸν λογισμόν. 18 ἀλλ' ὅσοι εὐσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας, οὗτοι μόνοι δύνανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν, 19 πιστεύοντες, ὅτι Θεῷ οὐκ ἀποθνήσκουσιν, ὥσπερ οὐδὲ οἱ πατριάρχαι ἡμῶν ῾Αβραάμ, ᾿Ισαάκ, ᾿Ιακώβ, ἀλλὰ ζῶσι τῷ Θεῷ. 20 οὐδὲν οὖν ἐναντιοῦται τὸ φαίνεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν. 21 ἐπεὶ τίς πρὸς ὅλον τὸν τῆς φιλοσοφίας κανόνα εὐσεβῶς φιλοσοφῶν 22 καὶ πεπιστευκὼς Θεῷ καὶ εἰδὼς ὅτι τὸ διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν, οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν θεοσέβειαν; 23 μόνος γὰρ ὁ σοφὸς καὶ σώφρων ἀνδρεῖός ἐστι τῶν παθῶν κύριος.

Τετάρτη 17 Ιουλίου 2024

ΜΑΚΚΑΒΑΙΩΝ Δ' ΠΑΡΑΡΤΗΜΑ

 ΚΕΦΑΛΑΙΟΝ 6 



Τοῦτον τὸν τρόπον ἀντιρρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις, παραστάντες οἱ δορυφόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν ᾿Ελεάζαρον. 2 καὶ πρῶτον μὲν περιέδυσαν τὸν γηραιὸν ἐγκοσμούμενον τῇ περὶ τὴν εὐσέβειαν εὐσχημοσύνῃ· 3 ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν μάστιξι κατῄκιζον· 4 πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωθεν κήρυκος ἐπιβοῶντος. 5 ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς ᾿Ελεάζαρος, ὥσπερ ἐν ὀνείρῳ βασανιζόμενος κατ' οὐδένα τρόπον μετετρέπετο, 6 ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ἀπεξαίνετο ταῖς μάστιξι τὰς σάρκας ὁ γέρων καὶ κατερρεῖτο τῷ αἵματι 7 καὶ τὰ πλευρὰ κατετιτρώσκετο, καὶ πίπτων εἰς τὸ ἔδαφος ἀπὸ τοῦ μηκέτι φέρειν τὸ σῶμα τὰς ἀλγηδόνας, ὀρθὸν εἶχε καὶ ἀκλινῆ τὸν λογισμόν. 8 Λὰξ γέ τοι τῶν πικρῶν τις δορυφόρων εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταιτο πίπτων. 9 ὁ δὲ ὑπέμεινε τοὺς πόνους καὶ περιεφρόνει τῆς ἀνάγκης 10 καὶ διεκαρτέρει τοὺς αἰκισμούς, καὶ καθάπερ γενναῖος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας ὁ γέρων· 11 ἱδρῶν γέ τοι τὸ πρόσωπον καὶ ἐπασθμαίνων σφοδρῶς καὶ ὑπ' αὐτῶν τῶν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τῇ εὐψυχίᾳ. - 12 ῞Οθεν τὰ μὲν ἐλεοῦντες τὰ τοῦ γήρως αὐτοῦ, 13 τὰ δὲ ἐν συμπαθείᾳ τῆς συνηθείας ὄντες, τὰ δὲ ἐν θαυμασμῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινὲς τῶν τοῦ βασιλέως ἔλεγον· 14 τί τοῖς κακοῖς τούτοις σεαυτὸν ἀλογίστως ἀπόλεις, ᾿Ελεάζαρε; 15 ἡμεῖς μέν τοι τῶν ὑψημένων σοι βρωμάτων παραθήσομεν, σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύεσθαι, σώθητι. - 16 Καὶ ὁ ᾿Ελεάζαρος, ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισθείς, ἀνεβόησε· 17 μὴ οὕτως κακῶς φρονήσαιμεν οἱ ῾Αβραὰμ παῖδες ὥστε μαλακοψυχήσαντας ἀπρεπὲς ἡμῖν δρᾶμα ὑποκρίνασθαι. 18 καὶ γὰρ ἀλόγιστον, εἰ πρὸς ἀλήθειαν ζήσαντες τὸν μέχρι γήρως βίον καὶ τὴν ἐπ' αὐτῷ δόξαν νομίμως φυλάξαντες, 19 νῦν μεταβαλοίμεθα καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεθα τοῖς νέοις ἀσεβείας τύπος, ἵνα παράδειγμα γενώμεθα τῆς μιαροφαγίας. 20 αἰσχρὸν δὲ εἰ ἐπιβιώσωμεν ὀλίγον χρόνον καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ, 21 καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δὲ θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν. 22 πρός ταῦτα ὑμεῖς μέν, ᾦ ῾Αβραὰμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε. 23 οἱ δὲ τοῦ τυράννου δορυφόροι, τί μέλλετε; - 24 Πρὸς τὰς ἀνάγκας οὕτως μεγαλοφρονοῦντα αὐτὸν ἰδόντες καὶ μηδὲ πρὸς τὸν οἰκτριρμὸν αὐτῶν μεταβαλλόμενον ἐπὶ τὸ πῦρ αὐτὸν ἤγαγον. 25 ἔνθα διὰ κακοτέχνων ὀργάνων καταφλέγοντες αὐτὸν ὑπέρριπτον καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον. 26 ὁ δὲ μέχρι τῶν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν ἀνέτεινε τά ὄμματα πρὸς τὸν Θεὸν καὶ εἶπεν· 27 σὺ οἶσθα, Θεέ, παρόν μοι σῴζεσθαι, βασάνοις καυστικαῖς ἀποθνήσκω διὰ τὸν νόμον. 28 τοιγαροῦν ἵλεως γενοῦ τῷ ἔθνει σου ἀρκεσθεὶς τῇ ἡμετέρᾳ ὑπὲρ αὐτῶν δίκῃ. 29 καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα καὶ ἀντίψυχον αὐτῶν λαβὲ τὴν ἐμὴν ψυχήν. 30 καὶ ταῦτα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπέθανε 31 καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λογισμῷ διὰ τὸν νόμον. - ῾Ομολογουμένως οὖν δεσπότης ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. 32 εἰ γὰρ τὰ πάθη τοῦ λογισμοῦ κεκρατήκει, τούτοις ἂν ἀπέδομεν τὴν τῆς ἐπικρατείας μαρτυρίαν· 33 νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάθη νικήσαντος, αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν. 34 καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς τὸ κράτος εἶναι τοῦ λογισμοῦ. ὅπου γε καὶ τῶν ἔξωθεν ἀλγηδόνων ἐπικρατεῖ, 35 ἐπεὶ καὶ γελοῖον· καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμόν, ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν, καὶ μηδὲν αὐταῖς ὑπείκειν.

Δευτέρα 15 Ιουλίου 2024

ΜΑΚΚΑΒΑΙΩΝ Δ' ΠΑΡΑΡΤΗΜΑ

 ΚΕΦΑΛΑΙΟΝ 5 



Προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος ᾿Αντίοχος ἐπί τινος ὑψηλοῦ τόπου καὶ τῶν στρατευμάτων αὐτῷ ἐνόπλων κυκλόθεν παρεστηκότων, παρεκέλευε τοῖς δορυφόροις 2 ἕνα ἕκαστον τῶν ῾Εβραίων ἐπισπᾶσθαι, καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι· 3 εἰ δέ τινες μὴ θελήσειαν μιαροφαγῆσαι, τούτους τροχισθέντας ἀναιρεθῆναι. 4 πολλῶν δὲ συναρπασθέντων εἷς πρῶτος ἐκ τῆς ἀγέλης ῾Εβραῖος ὀνόματι ᾿Ελεάζαρος, τὸ γένος ἱερεύς, τὴν ἐπιστήμην νομικός, καὶ τὴν ἡλικίαν προήκων καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος, παρήχθη πλησίον αὐτοῦ. - 5 Καὶ αὐτὸν ἰδὼν ὁ ᾿Αντίοχος ἔφη· 6 ἐγὼ πρὶν ἄρξασθαι τῶν κατὰ σοῦ βασάνων, ὦ πρεσβῦτα, συμβουλεύσαιμ' ἄν σοι ταῦτα, ὅπως ἀπογευσάμενος τῶν ὑείων σώζοιο· αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν, ἣν μετὰ τοσοῦτον ἔχων χρόνον οὐ μοι δοκεῖς φιλοσοφεῖν τῇ ᾿Ιουδαίων χρώμενος θρησκείᾳ. 7 διατί γὰρ τῆς φύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζώου σαρκοφαγίαν βδελύττῃ; 8 καὶ γὰρ ἀνόητον τοῦτο δοκεῖ, τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων, καὶ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας. 9 σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσειν δοκεῖς, εἰ κενοδοξῶν περὶ τὸ ἀληθὲς ἔτι κἀμοῦ καταφρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ. 10 οὐκ ἐξυπνώσεις ἀπὸ τῆς φλυάρου φιλοσοφίας ὑμῶν 11 καὶ ἀποσκεδάσεις τῶν λογισμῶν σου τὸν λῆρον καὶ ἄξιον τῆς ἡλικίας ἀναλαβὼν νοῦν φιλοσοφήσεις τὴν τοῦ συμφέροντος ἀλήθειαν 12 καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτειρήσεις τὸ σεαυτοῦ γῆρας; 13 καὶ γὰρ ἐνθυμήθητι, ὡς εἰ καί τίς ἐστι τῆσδε τῆς ὑμῶν θρησκείας ἐποπτικὴ δύναμις, συγγνωμονήσει ἄν σοι ἐπὶ πάσῃ τῇ δι' ἀνάγκην γινομένῃ παρανομίᾳ. - 14 Τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου, λόγον ᾔτησεν ὁ ᾿Ελεάζαρος 15 καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν ἤρξατο δημηγορεῖν οὕτως· 16 ἡμεῖς, ᾿Αντίοχε, θείῳ πεπεισμένοι νόμῳ πολιτεύεσθαι οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας· 17 διὸ δὴ κατ' οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν. 18 καίτοι εἰ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν, ὡς σὺ ὑπολαμβάνεις, θεῖος, (ἄλλως δὲ νομίζομεν αὐτὸν εἶναι θεῖον) οὐδὲ οὕτως ἐξὸν ἡμῖν ἦν τὴν ἐπὶ τῇ εὐσεβείᾳ δόξαν ἀκυρῶσαι. 19 μὴ μικρὰν οὖν εἶναι νομίσῃς ταύτην, εἰ μιαροφαγήσαιμεν, ἁμαρτίαν· 20 τὸ γὰρ ἐν μικροῖς καὶ ἐν μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν, 21 δι' ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανεῖται. 22 χλευάζεις δὲ ἡμῶν τὴν φιλοσοφίαν, ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων· 23 σωφροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν 24 καὶ δικαιοσύνην παιδεύει ὥστε διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν ἐκδιδάσκει, ὥστε μόνον τὸν ὄντα Θεὸν σέβειν μεγαλοπρεπῶς. 25 διὸ οὐ μιαροφαγοῦμεν· πιστεύοντες γὰρ Θεοῦ καθεστάναι τὸν νόμον οἴδαμεν ὅτι κατὰ φύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν ὁ τοῦ κόσμου κτίστης· 26 καὶ τὰ μὲν οἰκειωθησόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν. τὰ δὲ ἐναντιωθησόμενα ἐκώλυσε σαρκοφαγεῖν. 27 τυραννικὸν δὲ οὐ μόνον ἀναγκάζειν ἡμᾶς παρανομεῖν, ἀλλὰ καὶ ἐσθίειν, ὅπως τῇ ἐχθίστῃ ἡμῶν μιαροφαγίᾳ ταύτῃ ἔτι ἐγγελάσῃς. 28 ἀλλ' οὐ γελάσεις κατ' ἐμοῦ τοῦτον τὸν γέλωτα, οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω, 29 οὐδ' ἂν ἐκκόψειάς μου τὰ ὄμματα καὶ τὰ σπλάγχνα μου τήξειας. 30 οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν. 31 πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον. 32 οὐχ οὕτως οἰκτείρομαι τὸ ἐμαυτοῦ γῆρας ὥστε με δι' ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον. 33 οὐ ψεύσομαί σε, παιδευτὰ νόμε, οὐδὲ φεύξομαί σε οὐδ' ἐξομοῦμαί σε, φίλη ἐγκράτεια, 34 οὐδὲ καταισχυνῶ σε, φιλόσοφε λόγε, οὐδὲ ἐξαρνήσομαί σε, ἱερωσύνη τιμία καὶ νομοθεσίας ἐπιστήμη· 35 οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρως στόμα οὐδὲ νομίμου βίου ἡλικίαν. 36 ἁγνὸν δέ με οἱ πατέρες προσδέξονται μὴ φοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας. 37 ἀσεβῶν μὲν γὰρ τυραννήσεις, τῶν δὲ ἐμῶν περὶ τῆς εὐσεβείας λογισμῶν οὔτε διὰ λόγων δεσπόσεις οὔτε δι' ἔργων.