Ἦχος α'.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ
στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν Σου Σῶμα,
ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ
τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβό -
ων Σοι, Ζωοδότα· Δόξα τῇ Ἀναστάσει Σου, Χριστέ,
δόξα τῇ βασιλείᾳ Σου, δόξα τῇ οἰκονομίᾳ Σου, μόνε
φιλάνθρωπε.
Θεοτοκίον, Ἦχος α'.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε, τὸ Χαῖ-
ρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης,
ἐν σοὶ τῇ ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ·
ἐδείχθης πλατυτέρα τῶν οὐρανῷν, βαστάσασα τὸν
Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ
προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς
διὰ τοῦ τόκου σου.
Ἀπολυτίκιον, Ἦχος β'.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθά-
νατος, τότε τὸν ῞ᾼδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς
Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν κατα-
χθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπου-
ρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν,
δόξα Σοι.

Θεοτοκίον, Ἦχος β'.
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σά,
Θεοτόκε, μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρ-
θενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν
τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς
ἡμῶν.

Ἀπολυτίκιον, Ἦχος γ'.
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια,
ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ ὁ Κύριος·
ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν
νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς,
καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος

Θεοτοκίον, Ἦχος γ'.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους
ἡμῶν ἀνυμνοῦμεν, Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ
γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς
ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυ-
τρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπολυτίκιον, Ἦχος δ'.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα ἐκ τοῦ Ἀγγέ-
λου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προ-
γονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος· ἠγέρθη
Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος δ'.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον
μυστήριον, διὰ σοῦ, Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέ-
ρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θα-
νάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον, Ἦχος πλ. α'.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ
Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν
πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκὶ ἀνελ-
θεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι
τοὺς τεθνεῶτας ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Θεοτοκίον, Ἦχος πλ. α'.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ
σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε
λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποι-
ητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν
ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπολυτίκιον, Ἦχος πλ. β´.
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά Σου, καὶ οἱ φυ-
λάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ
τάφῳ, ζητοῦσα τὸ ἄχραντόν Σου σῶμα. Ἐσκύλευσας
τὸν ῞ᾼδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ· ὑπήντησας τῇ
Παρθένῳ, δωρούμενος τὴν ζωήν· ὁ ἀναστὰς ἐκ τῶν
νεκρῶν, Κύριε δόξα Σοι.

Θεοτοκίον, Ἦχος πλ. β´.
Ὁ τὴν εὐλογημένην καλέσας Σου Μητέρα, ἦλθες
ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ,
ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις·
Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή· ὁ
πάντα σοφῶς οἰκονομήσας, δόξα Σοι.

Ἀπολυτίκιον, Ἦχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ Σου τὸν θάνατον· ἠνέῳ -
ξας τῷ Λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων
τὸν θρῆνον μετέβαλες, καὶ τοῖς Σοῖς Ἀποστόλοις
κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος βαρύς.
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ
σοὶ πεποιθότας, Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ
πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ
ἁμαρτίᾳ ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου
Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον
πάλιν οὖσα Παρθένος.

Ἀπολυτίκιον, Ἦχος πλ. δ'.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος· ταφὴν κατα-
δέξω τριήμερον· ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν,
ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε, δόξα Σοι.

Θεοτοκίον, Ἦχος πλ. δ'.
Ὁ δι᾽ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου καὶ σταύρω-
σιν ὑπομείνας, Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυ-
λεύσας καὶ Ἔγερσιν δείξας, ὡς Θεός, μὴ παρίδῃς
οὓς ἔπλασας τῇ χειρί Σου· δεῖξον τὴν φιλανθρωπίαν
Σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν Σε Θεοτόκον
πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν,
λαὸν ἀπεγνωσμένον.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.